Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ διδύμους ἐπὶ πόντον ἀπʼ αἰθέρος Ἰχθύας ἕλκων
  2. κριὸν ἀνεστυφέλιξε, μεσόμφαλον ἄστρον Ὀλύμπου,
  3. γείτονος εἰαρινοῖο πυραυγέος ὑψόθι κύκλου
  4. ἀμφιταλαντεύοντος ἰσόζυγον ἦμαρ ὀμίχλῃ.
  5. ὁλκαίοις δὲ πόδεσσιν ἀνῃώρητο Τυφωεὺς
  6. ἀγχινεφής· πετάσας δὲ πολυσπερὲς ἔθνος ἀγοστῶν
  7. αἰθέρος ἀννεφέλοιο κατέσκεπεν ἄργυφον αἴγλην
  8. αἰθύσσων ὀφίων σκολιὸν στρατόν· ὧν ὁ μὲν αὐτῶν
  9. ὄρθιος ἀξονίοιο διέτρεχεν ἄντυγα κύκλου,
  10. οὐρανίου δὲ Δράκοντος ἐπεσκίρτησεν ἀκάνθῃ
  11. Ἄρεα συρίζων· ὁ δὲ Κηφέος ἐγγύθι κούρης
  12. ἀστραίαις παλάμῃσιν ἰσόζυγα κύκλον ἑλίξας
  13. δέσμιον Ἀνδρομέδην ἑτέρῳ σφηκώσατο δεσμῷ
  14. λοξὸς ὑπὸ σπείρῃσιν· ὁ δὲ γλωχῖνι κεραίης
  15. ἰσοτύπου ταύροιο δράκων κυκλοῦτο κεράστης,
  16. οἰστρήσας ἑλικηδὸν ὑπὲρ βοέοιο μετώπου
  17. ἀντιτύπους Ὑάδας, κεραῆς ἴνδαλμα Σελήνης,
  18. οἰγομέναις γενύεσσιν· ὁμοπλεκέων δὲ δρακόντων
  19. ἰοβόλοι τελαμῶνες ἐμιτρώσαντο Βοώτην·
  20. καὶ θρασὺς ἄλλος ὄρουσεν, ἰδὼν Ὄφιν ἄλλον Ὀλύμπου,