Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἦ ῥα Ποσειδάων ἀπατήλιος ἥρπασε κούρην
- ταυρείην κερόεσσαν ἔχων ποταμηίδα μορφήν;
- μὴ δόλον ἄλλον ὕφηνε πάλιν μετὰ δέμνια Τυροῦς,
- ὡς καὶ χθιζὰ τέλεσσεν, ὅθʼ ὑδατόεις παρακοίτης
- χεύμασι μιμηλοῖσι νόθος κελάρυζεν Ἐνιπεύς;
- τοῖον ἔπος περόων Ἑλλήνιος ἔννεπε ναύτης
- θαμβαλέος. βοέους δὲ γάμους μαντεύσατο κούρη,
- καὶ πλοκάμους τίλλουσα γοήμονα ῥῆξεν ἰωήν·
- Κωφὸν ὕδωρ, ῥηγμῖνες ἀναυδέες, εἴπατε ταύρῳ,
- εἰ βόες εἰσαΐουσιν· ἀμείλιχε, φείδεο κούρης.
- εἴπατέ μοι, ῥηγμῖνες, ἐμῷ φιλόπαιδι τοκῆι
- Εὐρώπην λιπόπατριν ἐφεζομένην τινὶ ταύρῳ
- ἅρπαγι καὶ πλωτῆρι καί, ὡς δοκέω, παρακοίτῃ.
- μητέρι βόστρυχα ταῦτα κομίσσατε, κυκλάδες αὖραι.
- ναί, λίτομαι, Βορέης, ὡς ἥρπασας Ἀτθίδα νύμφην,
- δέξό με σαῖς πτερύγεσσι μετάρσιον· ἴσχεο, φωνή,
- μὴ Βορέην μετὰ ταῦρον ἐρωμανέοντα νοήσω.
- ὣς φαμένη ῥαχίῃσι βοὸς πορθμεύετο κούρη·
- Κάδμος ὅθεν περίφοιτος ἀπὸ χθονὸς εἰς χθόνα βαίνων
- ἄστατα νυμφοκόμοιο μετήιεν ἴχνια ταύρου.