Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἦλθε καὶ εἰς Ἀρίμων φόνιον σπέος, εὖτε κολῶναι
  2. φοιτάδες ἀρρήκτοιο πύλας ἤρασσον Ὀλύμπου,
  3. εὖτε θεοὶ πτερόεντες ἀχείμονος ὑψόθι Νείλου
  4. ὀρνίθων ἀκίχητον ἐμιμήσαντο πορείην
  5. ἠερίῳ ξένον ἴχνος ἐρετμώσαντες ἀήτῃ,
  6. καὶ πόλος ἑπτάζωνος ἱμάσσετο· καὶ γὰρ ἐς εὐνὴν
  7. Πλουτοῦς Ζεὺς Κρονίδης πεφορημένος, ὄφρα φυτεύσῃ
  8. Τάνταλον οὐρανίων ἀεσίφρονα φῶρα κυπέλλων,
  9. αἰθέρος ἔντεα θῆκε μυχῷ κεκαλυμμένα πέτρης
  10. καὶ στεροπὴν ἔκρυψεν· ὑπωροφίων δὲ κεραυνῶν
  11. καπνὸν ἐρευγομένων ἐμελαίνετο λευκὰς ἐρίπνη,
  12. καὶ κρυφίῳ σπινθῆρι πυριγλώχινος ὀιστοῦ
  13. πηγαὶ ἐθερμαίνοντο, χαραδραίων δὲ ῥεέθρων
  14. Μυγδονὶς ἀφριόωσα φάραγξ ἐπεβόμβεεν ἀτμῷ.
  15. καὶ παλάμας τανύσας ὑπὸ νεύματι μητρὸς Ἀρούρης
  16. ὅπλα Διὸς νιφόεντα [*](So L and all MSS., emended to φλογόεντα by Graefe.) Κίλιξ ἔκλεψε Τυφωεύς,
  17. ὅπλα πυρός· πετάσας δὲ βαρυσμαράγων στίχα λαιμῶν
  18. παντοίην ἀλάλαζεν ὁμοφθόγγων ὄπα θηρῶν·
  19. συμφυέες δὲ δράκοντες ἐπερρώοντο προσώπῳ
  20. πορδαλίων, βλοσυρὰς δὲ κόμας λιχμῶντο λεόντων,