Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ βοῒ χερσαίῳ τύπον εἴκελον εἰνάλιος βοῦς
  2. ἔλλαχεν—ἰχθυόεν γὰρ ἔχει δέμας—, ἀντὶ δὲ γυμνῆς
  3. ἀλλοφανὴς ἀχάλινον ἐν ὕδασι πεζὸν ὁδίτην
  4. Νηρεῒς ἑλκεσίπεπλος ἀήθεα ταῦρον ἐλαύνει.
  5. εἰ πέλε Δημήτηρ σταχυηκόμος, ὑγροπόρῳ δὲ
  6. γλαυκὰ διασχίζει βοέῳ ποδὶ νῶτα θαλάσσης,
  7. καὶ σὺ βυθοῦ μετὰ κῦμα, Ποσειδάων, μετανάστης
  8. γαίης δίψια νῶτα μετέρχεο πεζὸς ἀροτρεύς,
  9. νηὶ θαλασσαίῃ Δημήτερος αὔλακα τέμνων,
  10. χερσαίοις ἀνέμοισι βατὸν πλόον ἐν χθονὶ τεύχων.
  11. ταῦρε, παρεπλάγχθης μετανάστιος· οὐ πέλε Νηρεὺς
  12. βουκόλος, οὐ Πρωτεὺς ἀρότης, οὐ Γλαῦκος ἁλωεύς,
  13. οὐχ ἕλος, οὐ λειμῶνες ἐν οἴδμασιν, ἀλλὰ θαλάσσῃ
  14. ἀτρυγέτῳ πλώοντες ἀνήροτα ναύλοχον ὕδωρ
  15. πηδαλίῳ τέμνουσι καὶ οὐ σχίζουσι σιδήρῳ·
  16. αὔλακας οὐ σπείρουσιν ὀπάονες ἐννοσιγαίου,
  17. ἀλλὰ φυτὸν πόντοιο πέλει βρύα καὶ σπόρος ὕδωρ,
  18. ναυτίλος ἀγρονόμος, πλόος αὔλακες, ὁλκὰς ἐχέτλη.
  19. ἀλλὰ πόθεν μεθέπεις τινὰ παρθένον; ἦ ῥα καὶ αὐτοὶ
  20. ταῦροι ἐρωμανέοντες ἀφαρπάζουσι γυναῖκας;