Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ, καὶ μετʼ ὀλίγον κατασκηνώσει ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὡς ἀκούσας καὶ φυλάξας τὰ προστἀγματα αὐτοῦ, ὅτι ἤλπισεν ἐπʼ αὐτόν.

Οὕτως κρύπτει ἐντολὴν τοῦ Θεοῦ ὁ ποιῶν αὐτὴν, ἢ ὁ μὴ ἐπὶ κενοδοξίᾳ ποιῶν· ὅθεν καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέγονται.

Τότε συνήσεις πῶς ὁ φόβος τοῦ Κυρίου ἀρχὴ σοφίας ἐστὶν, καὶ πῶς τῆς τοῦ Θεοῦ γνώσεως γίνεται πρόξενος, ὅταν ἐν πίστει καὶ πόθῳ αὐτῷ ὑπάρχῃς προσδεής· προῦπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνεῖναι φόβον Κυρίου· προσάξωμεν δὲ ταῦτα τοῖς τὴν σοφίαν καὶ σύνεσιν ἐξουθενοῦσι· καταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν Θεὸν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα.

Χριστοῦ γὰρ μὴ ῥυομένου, ὡς ἀγαθὴν ὁδεύσομεν τὴν κακήν· ἅγιοι μὲν γὰρ πάντα λέγουσι πιστά· τὰ δὲ οὔ· ὁ δὲ διάβολος οὐδὲν πιστὸν, ἀντὶ τοῦ, πίστεως ἄξιον· ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, ὡς ἐν Εὐαγγελίοις· εἴ γε ἄνθρωπος πονηρὸς ἔσπειρε τὰ ζιζάνια· μεγῖστη δὲ ὡς ἔοικεν ἐπιβουλὴ, τὸ περιτυχεῖν βουλῇ κακῇ, καὶ ἀνδράσι δολίοις καὶ ὑπούλοις καὶ πονηροῖς.