Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Εἰ ἡ ποιὰ βουλὴ συντετριμμένη ἤγουν ἐσκοτισμένη, νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζώου λογικοῦ, τῆς κακῆς βουλῆς ἡμῖν διαλέγεται. Ἤ νῦν βουλὴν κακὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο, εἰπών· « Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ· » ἐπελάθετο δὲ τῆς θείας γνώσεως, καταλιπὼν τὴν διδασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθʼ ἣν καὶ ζηλωτὸς ἦν· εἰ δὲ νέους δύναται συνετίζειν ἔνθα πολὺ τὸ δυσήνιον, μὴ παρούσης· πολλῷ μᾶλλον πρεσβύτῃ ὠφέλιμος.

Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, διὰ τῶν ἔργων τῆς μελλούσης ἀειζώου ζωῆς, οὗτοι καταλαμβάνουσι [*](10 v. 27. 11 v. 32. 12 v. 33. 12 v. 1 14 v. 3 15 v. 12. 16 v. 17. 17 v. 19.)

168
τρίβους εὐθείας τῆς ἀταράχου καὶ ἀδιαστάτου ζωῆς· οὐ καταλαμβάνονται ὑπὸ τῶν οἰκτειρμῶν αὐτοῦ εἰς τὰς τρίβους τῆς εὐθείας ἀειζωῒας. — Διώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ Κύριος, καὶ οὐ μὴ συγκαταλάβηται αὐτοὺς ἡ τοῦ πονηροῦ βουλὴ· οὐ καταλαμβάνουσι δὲ τρίβους εὐθείας ζωῆς· οὐδὲ μὴ ἀντιστρέψουσιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἱ τῷ διαβόλῳ πεποιθότες.

Οὗτος ἐπιλανθάνεται τοῦ νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος δὲ μέμνηται τοῦ νόμου, ὁ ζῶν κατʼ αὐτόν· καὶ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ Θεοῦ, ὁ μὴ μόνον ποιῶν αὐτὰ, ἀλλὰ καὶ ἄλλοις συμβουλευόμενος. Οὗτος δὲ ἀπόλλυσιν αὐτὰ, ὁ μὴ βουλόμενος πράττειν αὐτὰ, καὶ ἑτέρους κωλύων· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δικαιωθήσονται.

Ἴασις ἐστὶν ἡ ἐξ ἀρετῆς ὑγίεια τῇ πολιτείᾳ σου· ἡ δὲ τοῦ Θεοῦ χάρις καὶ ἐπιμέλεια τοῖς λογισμοῖς σου καὶ διανοήμασιν· ὅταν αἱ δυνάμεις τῆς ψυχῆς, ἤγουν αἱ ἀρεταὶ, ἐπιμελείας τύχωσι, τὸ τηνικαῦτα ἐροῦσι πάντα τὰ ὀστᾶ μου « Κύριε, Κύριε, τίς ὅμοιός σοι; » Ἐπιμελεὶας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς, πάντως ἐρεῖ τό· « Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐφράνθην.» Ὁμοίως δὲ καὶ ἡ· ὀπτικὴ λέξει τό· «Κατενόησατὰ ἔργα σου, καὶ ἐξέστην.» Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυμητική· « Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου·» ἐρεῖ δὲ καὶ ἡ λογική· «Διελογισάμην ἡμέρας ἀρχαίας.» Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνάμεων.