Expositio in Proverbia (fragmenta e catenis)
Origen
Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
Ἔξοδον νῦν ὀνομάζει τὴν ἐξελθοῦσαν ψυχὴν ἀπὸ κακίας καὶ ἀγνωσίας· τοιαύτη δὲ ἔξοδος τῶν υἱῶν Ἰσραὴλ, ἡ μετὰ τὴν ἐκ τῆς κρίσεως τοῦ Θεοῦ καὶ διδασκαλίας γένεσιν γεγονυῖα· τὴν αὐτὴν δὲ ψυχὴν καὶ πλατεῖαν λέγει· « Πλάτυνον γὰρ, φησὶ, τὸ στόμα σου, καὶ πληρώσω αὐτό· »καὶ « πλατύνθητε, φησὶ, καὶ ὑμεῖς, » ἐν τῇ πρὸς Κορινθίους ὁ Παῦλος· καὶ ὑπὸ μὲν τῆς οὕτως ἐξερχομένης ψυχῆς, ὑμνεῖται ἡ σοφία· ἐν δὲ γῇ πλατυνομένῃ διὰ τῶν ἀρετῶν, παῤῥησίαν ἄγει. Ἄκρων δὲ τειχέων αὐτῆς, τὴν ἄκραν ἀπάθειαν λέγει· εἴπερ οἱ ἀγαπῶντες τὸν νόμον, παραβάλλουσιν ἑαυτοῖς τεῖχος· ὑπὲρ οὗ τείχους εὔχεται καὶ ὁ Δαυῒδ λέγων· « Οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλὴμ, » τουτέστι τῆς τοιᾶσδε ψυχῆς τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως.
Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· « Ὁ δὲ ἐπιχαίρων [*](3 v. 7. ⁴ ibid. 5 v. 9. 6 v.14. 7 v. 17. 8 v. 20. 9 v. 26.)
Πολιορκία ἐστὶ διδασκαλία ἠθικὴ, τὴν κακῶς οἰκοδομηθεῖσαν ψυχὴν καταστρέφουσα ἐπὶ τῇ τοῦ Θεοῦ πολιορκίᾳ.
Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος· ἠδίκουν δὲ νηπίους, εἶπε, περὶ ὧν Χριστὸς ἔφη· Μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων.