Οὐδὲν λυπεῖ ἐκθέσθαι τὴν προτέραν καὶ παραπλησίαν τοῖς ἐκκειμένοις λέξιν οὕτως ἔχουσαν· »τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι«. ἐπὶ τούτοις γὰρ εἴρηται τὸ »καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος« καὶ τὰ ἑξῆς. ἔτι δὲ ἀνωτέρω μὲν εἴρηται »ἀποκτανθῆναι« μέλλειν τὸν σωτῆρα· ἐνταῦθα δὲ <καὶ> τὸ εἶδος τῆς ἀναιρέσεως γέγραπται, τὸ σταυρωθῆναι. [*](3 Matth. 16, 22-8 Matth. 16, 23 - 18 Matth. 16, 20.21 — 27 Matth. 16, 21 — 28 Matth. 16, 22 — 31 Vgl. Matth. 16, 21) [*](6 ἴλεός H 14 τοὐτὰ Κl ταῦτα Μ H τοιοῦτα Koe, vgl. lat. 32 <καὶ> Kl, vgl. lat.) [*](9 satanas G (B) 24 ïheroso- limam B L)
v.10.p.467
ἕως μὲν οὖν Ἰησοῦς οὐ παρεδίδοτο ἐν Ἱεροσολύμοις τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν οὐδέ κατεκρίνετο θανάτῳ οὐδὲ ἐνεπαίζετο ἢ ἐμαστιγοῦτο ἢ ἐσταυροῦτο, Ἱεροσόλυμα συνειστήκει καὶ τό καλούμενον ἁγίασμα οὐ κατεβάλλετο. ὅτε δέ ταῦτα τῷ Ἰησοῦ ποιῆσαι τετολμήκασι, τότε οἱ παραδόντες αὐτὸν ἐγκατελείφθησαν καὶ οἱ ἀρ- Χιερεῖς τοῦ εἶναι ἀρχιερεῖς ἐπαύσαντο ὡς μηδὲ μετ’ αὐτοὺς εἶναι ἀρχιερεῖς, τότε δὲ καὶ οἱ κατακρίναντες τὸν Ἰησοῦν θανάτῳ γραμματεῖς πωρωθέντες τὴν διάνοιαν καὶ τυφλωθέντες τὸν λογισμὸν οὐκ ἔβλεπον τὸ βούλημα τῶν ἁγίων γραμμάτων. καὶ πάντες ἐκεῖνοι <οἱ> τὸν Ἰησοῦν θανάτῳ παρεδόθησαν τῷ ἐχθρῷ Χριστοῦ θανάτῳ, καὶ ἀμπαίξαντες τῷ Ἰησοῦ εἰς ἐμπαιγμὸν γεγόνασι κυκλωθείσης »ὑπὸ στρατοπέδων Ἱερουσαλὴμ« ὅτε καὶ »ἤγγισεν ἡ ἐφήμωσις αὐτῆς«, ἀλλὰ καὶ τὸν Ἰησοῦν μαστιγώσαντες αὐτοὶ ἐμαστιγώθησαν καὶ μαστιγοῦνται ἕως »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«· ὁ γὰρ »βάλλων λίθον εἰς ὕφος ἐπὶ
[*](1 Vgl. Matth. 16, 21 - 24 Vgl. I. Kor. 15, 26 — 27ff Luc. 21, 20 — 31 öm. 11,25 — 33 Sir. 27, 25) [*](7 ἢ . . . ἢ Koe, vgl. lat. καὶ . . . καὶ MH 14f ὡς μὴ δὲν ἀὐτοὺς H 22 <οἱ> Diehl Koe 25. 29 καὶ > Koe) [*](18 lat. las καὶ οἱ γραμματεῖς 24 inimicae] velut inimicae B 28 venit Diehl) v.10.p.468
τὴν κεφαλὴν αὐτοῦ βάλλει«. καὶ πάντα ταῦτα γεγένηται, ἵν' ἐκείνων μὲν ἀποστῇ ἡ ἐπισκοπή, ἐπὶ δέ τοὺς ἀπὸ τῶν ἐθνῶν μεταστῇ, σῳζομένους ἅμα τῷ »κατ' ἀκλογὴν« λείμματι· »εἰ μὴ« γὰρ »κύριος Σαβαὼθ ἐγκατέλιπεν« αὐτοῖς »σπέρμα, ὡς Σόδομα ἄν« ἐγενήθησαν, »καὶ ὡς Γόμορρα ἂν« ὡμοιώθησαν. ἐγὼ δ’ οἶμαι ὅτι ὥσπερ <ἡ> »ὑποδείγματι καὶ σκιᾷ« λατρεία πάλαι ἐπιτελουμένη »τῶν ἐπουρανίων« κατελύθη διὰ τὰ ἐπουράνια καὶ ἐλθόντος <τοῦ> ἀληθινοῦ ἀρχιερέως ὁ συμβολικὸς ἀρχιερεὺς ἐπαύσατο καὶ τῶν ἀληθινῶν ὑπέρ ἁμαρτιῶν θυσιῶν ἐπιτελουμένων αἱ συμβολικαὶ <θυσίαι> καθῃρέθησαν, οὕτως ὅτε ἡ ἀληθινὴ Ἱερουσαλὴμ τὸν Ἰησοῦν ἐδέξατο ἀναβάντα ἐπὶ τὸ ὑποζύγιον ἑαυτοῦ σῶμα (ἐφ’ ᾧ καὶ ἔχαιρε σφόδρα θυγάτηρ Σιὼν καὶ ἐκήρυσσεν ἡ θυγάτηρ τῆς ἄνω Ἱερουσαλήμ), τότε καθῃρέθη Ἱερουσαλὴμ ἡ σκιὰ καὶ καταπέπτωκεν ὁ ναὸς ὁ ἐκ νεκρῶν λίθων διὰ τὸν ἐκ ζώντων λίθων ναὸν <ἐγερθησόμενον> κατεσκάφη δὲ καὶ τὸ κάτω θυσιαστήριον, ἐπείπερ ἐχρημάτισε τὸ ἐπουράνιον, τὰ ἐγκαίνια αὐτοῦ Ἰησοῦ ἐν τῇ ἀληθινῇ λατρείᾳ ποιήσαντος.
[*](5 Vgl. Röm. 11, 5 - 6 Jes. 1, 9 - 10 Vgl, Hebr. 8, 5 — 21ff Vgl. Sach. 9, 9; vgl. Gal. 4, 26 - 27 Vgl. I. Petr. 2, 5) [*](3 ἐπισκοπή + dei lat. 6 γὰρ μὴ H 10 <ἡ> Kl 14 <τοῦ> Kl 16 ὑπὲρ < Ha 17/18 <θυσίαι> Koe, vgl. lat. 27 <ἐγερθησόμενον> Kl Koe, vgl. lat.) [*](4 et] etiam B 8 <et—essent> Kl, vgl. gr. 12 inplebatur <caelestium> Kl, vgl. gr. 20 subiugalem] vgl. S. 521, 3; 533, 21 32 encaenias B L c ingenias G) v.10.p.469
Εἰ δὲ κατά τι τῶν σημαινομένων οἱ ἄνθρωποι ἡ πόλις εἰσί, καὶ νῦν ἐν Ἰεροσολύμοις (οὕτω δὲ τοὺς ἔχοντας τὰς ἀλπίδας ἐπὶ τὸν ἐπὶ γῆς τόπον) Παραδίδοται ὁ Ἰησοῦς τοῖς ἐπαγγελλομένοις τὴν τοῦ θεοῦ θεραπείαν Ἰουδαίοις, καὶ > ὡσπερεὶ ἀρχιερεῖς τυγχάνοντες καὶ οἱ τὰ θεῖα γράμματα αὐχοῦντες διηγεῖσθαι γραμματεῖς κατακρίνουσι δανάτῳ τὸν Ἰησοῦν δι’ ὧν κακῶς λέγουσιν γουσιν αὐτόν, καὶ οὐκ ἔστιν ὅτε οὐ παραδιδόασι τοῖς ἔθνεσιν Ἰησοῦν ἐμπαίζοντες αὑτῷ καὶ τῇ διδασκαλίᾳ αὐτοῦ παρ’ αὐτοῖς, καὶ ἀεὶ ταῖς γλώσσαις αὐτῶν μαστιγοῦσι τὴν διὰ Ἰησοῦ Χριστοῦ θεοσέβειαν. καὶ αὐτοὶ μὲν αὐτὸν σταυροῦσι δι ὧν ἀναθεματίζουσι καὶ ἀναιρεῖν θέλουσι τὴν διδασκαλίαν αὐτοῦ. ὁ δὲ κρείττων αὐτῶν <πάντων> ἀλίγον διαλιπὼν ἐγείρεται καὶ ζῶν τοῖς 〈ἔθνεσι τοῖς> εἰδηφόσι βλέπειν φαίνεται. νῦν γὰρ »τίς τυφλὸς ὡς ‘Ησαΐας ἐκ προσώπου τοῦ θεοῦ φησιν) <ἀλλ᾿> ἢ οἱ παῖδές μου, κοὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν«;
[*](30 Jes. 42, 19) [*](3 δὲ] enim lat. 9f τοῖς ἐπαγγελλομένοις . . . Ἰουδαίοις ΚΙ Koe, vgl. lat. καὶ οἱ ἐπαγγελλόμενοι . . . Ἰουδαῖοι M H 10 > Koe 17 αὐτῶ̣] αὐτὸν Ha 25 <πάντων> Kl, vgl. lat. 27 > Kl, vgl. lat. 31 <ἀλλ᾿> vgl. S. 470, 5) [*](10 <qui> Diehl 11 se constitutos gloriantur B 21 f quae (cultura) per Iesum introducta est] lateinische Wiedergabe des äufigen ἠ διὰ Ἰησοῦ θεοσέβεια, vgl. V, 295, 6 Koe 28 quae B L qui G) v.10.p.470
φησὶ γὰρ μετὰ μεγάλου καὶ προφητικοῦ ἤθους καὶ πνεύματος· »οἱ κωφοί, ἀκούσατε, καὶ οἱ τυφλοί, ἀναβλέματε ἰδεῖν. καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ παῖδές μου, καὶ τίνες κωφοὶ ἀλλ’ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ θεοῦ«· ἦλθε γὰρ Ἰησοῦς »εἰς κρίμα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες εἰσὶ δ’ οὗτοι τὰ ἔθνη) βλέπωσι καὶ οἱ βλέποντες ὁ Ἰσραὴλ) ἐκεῖνοι τυφλοὶ γένωνται«. τηλικούτου γοῦν φωτὸς ἀληθινοῦ ἀνατείλαντος καὶ δεικνύντος τοῦ λόγου αὑτὸν καὶ φάσκοντος · »ἰδοὺ ἀνήρ, Ἀνατολὴ ὄνομα αὐτῷ«, οὐκ εἶδον τὸ φῶς, ἐπεὶ ἐτύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια θεοῦ«, καὶ παράδοξον γεγένηται τῷ λαῷ ἐκείνῳ καὶ τοῖς ἔθνεσι. λύχνον μέν γὰρ ἕκαστον τῶν προφητῶν τυγχάνοντα ἐώρα ὁ λαός, ἀνατείλαντα δὲ τὸν τῆς δικαιοσύνης ἥλιον οὐκ ἔγνωσαν· διὸ καὶ εἴ τινα ἐδόκουν ἔχειν λύχνον, ἀφῃρέθη ἀπ’ αὐτῶν. »λαὸς« δέ ὁ τῶν ἐθνῶν »ὁ καθήμενος ἐν σκότει εἶδε φῶν«, οὐχ ὁποῖον ὁ Ἰσραὴλ μικρόν μικρὸν γὰρ φῶς ἕκαστος ἦν τῶν προφητῶν), ἀλλὰ »λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα«, τὸν κύριον καὶ σωτῆρα ἡμῶν Ἰησοῦν Χριστόν, οὗ τὸ μέγεθος φαίνεται διατείνοντος »ἀπὸ πέρατος
[*](3ff Jes. 42, 18f — 8 Joh. 9, 39 — 13 Vgl. Joh. 1, 9 - 15 Sach. 6, 12 — 16f Vgl. Joh. 1, 10 — 17 Sap. Sal. 2, 21f — 23f Vgl. Mal. 4, 2 — 25f Vgl. Jer. 25, 10 ? — 26. 30 Matth. 4, 16 — 34f Sap. Sal. 8, 1)[*](15 αὑτὸν Kl αὐτὸν MH αὐτὸ Koe 21 γὰρ < H —31 οὐχ—φῶς < add. οὐχ — φῶς μέγα i. m. Μc)v.10.p.471
γῆς εἰς τὸ πέρας αὐτῆς εὐρώστως, κοὶ διοικοῦντος« τὰς ἐκκλησίας »χρηστῶς«, ὅτε τὸ πνεῦμα αὐτοῦ πεπλήρωκε τὴν οἰκουμένην, πληρωθείσης τῆς λεγούσης προφητείας, »ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς« ἔσεσθαι »τὸ ὄρος τοῦ θεοῦ«· καὶ νῦν »πορεύονται ἐπ᾿ αὐτὸ πάντα τὰ ἔθνη«, καὶ ἔστι τοῦτο Χριστὸς Ἰησοῦς.
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς κοὶ τὰ ἑξῆς ἕως τοῦ | ἀκούσαντες δὲ οἱ δέκα ἠγα [*](6f Jes. 2, 2 — 21f Zum Text vgl. zu S. 481, 13) [*](8 αὐτῶ Μ 11 vorher περὶ τῶν υἱῶν Ζεβεδαίου H) [*](11 Tunc] XIII secundum mathm. In illo tempore L | eum] ihm L 12 cum + duobus L 15 dicit] dixit B 17 dexteram <tuam> ? Diehl, vgl. Ζ. 26 18 — 29 respondens — meo] Omelia Origenis de eadem lectione L 19 eis < G 22. 25 baptismo B 22/23 baptizabo G 25 baptizamini G 27 vobis < G)
v.10.p.472
νάκτησαν περὶ τῶν δύο ἀδελφῶν (20, 20 — 24). τὸ δ᾿ ὅμοιον αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραφε τοῦτον τὸν τρόπον· »καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ υἱοὶ Ζεβεδαίου καὶ λέγουσιν αὐτῷ« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου«.
Ἄξιον ἐν τοῖς προκειμένοις ζητῆσαι νοῦν οὐκ εὐκαταφρόνητον καὶ ἀληθῶς εὐαγγελίῳ πρέποντα Ἰησοῦ Χριστοῦ. <προπαρεθέμεθα δὲ τοῦτο,> ἐπεὶ τὸ ῥητὸν τοῖς μέν ἁπλουστέροις καὶ πάντη ἀκεραίοις καὶ βάθη θεοῦ καὶ τῶν γραφῶν αὐτοῦ μὴ ἐπισταμένοις ζητεῖν ἐμφαίνει ἁπλότητα ἀξιώσεώς 〈τινος〉 καὶ τῆς πρὸς αὐτὴν τοῦ Ἰησοῦ ἀποκρίσεως. τοῖς δὲ κἂν ἐπὶ ποσὸν δυναμένοις βασανίζειν προβλήματα ὁ αὐτόθεν ἐμφαινόμενος νοῦς βραχύς ἐστι καὶ εὐτελὴς καὶ οὐδὲν ἔχων <μέγα>, μάλιστα ὅτε Ἰησοῦς ἀποκρίνεται [*](4 Marc. 10, 35 — 17 Vgl. I. Kor. 2, 10) [*](6 οἱ < Μ 11 νοῦν Hc νῦν M Ha 12 πρέποντα Hu, vgl. lat. πρέπον τοῦ H πρέπον Μ 13 <προπαρεθέμεθα δὲ τοῦτο〉 Kl, vgl. lat. 19 〈τινος〉 Diehl Kl Koe, vgl. lat. 23f <τῶν γραφῶν βαθύτερος καὶ πνευματικὸς ἐμφαίνεται νοῦς> Koe, vgl. lat. 27 ὁ <οὖν> Koe, vgl. lat. 29 〈μέγα〉 Kl Koe, vgl. lat.) [*](10 praesenti loco L)
v.10.p.473
ἁρμόζον αὐτοῦ τῇ μεγαλονοίᾳ. ὥσπερ γὰρ ἐπὶ κοσμικῆς βασιλείας έν προαγωγῇ δοκοῦσιν εἶναι οἱ συγκαθεζόμενοι τῷ βασιλεῖ ἐν τῇ βασιλικῇ ἐσθῆτι καθεζομένῳ καὶ ὁτιποτοῦν τῶν τῆς βασιλικῆς πραγμάτων διέποντι οὕτω δόξει κατὰ τὴν λέξιν) φανταζομένη ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου ἢ ὡς ὁ Μᾶρκος ἀνέγραψεν Ἰάκωβος καὶ Ἰωάννης) ἐξιοῦν ἀπὸ τοῦ σωτῆρος τὸ καθεσθῆναι τὸν μἐν ἕτερον ἐκ δεξιῶν αὐτοῦ ἐν τῇ βασιλείᾳ τυγχάνοντος, τὸν δέ λοιπὸν ἐξ ἀριστερῶν. καὶ οὐδέν μέν ἦν παράδοξον, γυναῖκα <γυναικείας> ἀπὸ καὶ ἰδιωτείας τοιαῦτα νομίζειν <δεῖν> ἀξιοῦν. δεδόσθω δέ ὅτι καὶ οἱ δύο ἀπόστολοι, ὡς ἄνθρωποι ἔτι ἀτελεῖς κοὶ μηδὲν νοοῦντες βαθύτερον περὶ τῆς βασιλείας Χριστοῦ, τοιαῦτα ὑπελάμβανον περὶ τῶν συγκαθεζομένων τῷ Ἰησοῦ· ἐπὰν δὲ κοὶ ὁ Ἰησοῦς ὡς συγκατατιθέμενος τῷ μέγα εἶναι τὸ καθεσθῆναί τινα ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ ἐπαίρῃ τὴν ἀξίωσιν κοὶ λέγη· οὐκ οἴδατε τί αἰτεῖσθε καὶ οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου, ζητήσοι τις ἃν συνετὸς δοκῶν εἶναι ἀκροατὴς τῆς γραφῆς, τί βούλεται τὸ
[*](10f. 20 Vgl. Marc. 10, 35 — 32f Vgl. Jes. 3, 3) [*](1 > Koe 7 δόξει Koe, δόξῃ MH 17 > Kl, vgl. lat. καὶ] vel lat. | ἰδιωτίας Μ H | <δεῖν> Diehl Kl Koe, vgl. lat. 21 ἄνθρωποι + constituti et lat. 33 συνετῶς Μ) [*](19 fratres] lat. las ἀδελφοί st. ἀπόστολοι? Koe 20 (secundum — exponit)] vgl. gr. Ζ. 10f 21 1. [et] ? Kl, vgl. gr. 24/25 sedebant B 30 vobis < B) v.10.p.474
καθέζεσθαι ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Ἰησοῦ ἐν τῇ βασιλεία αὐτοῦ.
Καὶ πρὸς τοὺς ὐπολαμβάνοντάς γε περιεργότερον ἠμᾶς ταῦτα ζητεῖν συνακτέον τὰ περὶ καθίσεων ἀναγεγραμμένα θεοῦ ἢ τοῦ Χριστοῦ, ἵνα τῇ βασάνῳ τῶν εἰς τοῦτο συνγομένων καὶ παραθέσει αὐτῶν πρὸς ἄλληλα ἀνατεῖλαι δυνηθῇ μέγεθός τι δόγματος ἀπὸ ἁπλουστέρου παραδείγματος ληφθέντος. οἷον ἐν μὲν τῇ τρίτη τῶν Βασιλειῶν γέγραπται ὅτι »εἶπε Μιχαίας«· »εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, κοὶ πᾶσα ἡ στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αῦτοῦ« καὶ τὰ ἑξῆς· ἐν δέ τῇ δευτέρᾳ τῶν Παραλειπομένων ό αὐτὸς Μιχαίας φησὶ παραπλήσια τούτοις ἐν τῷ· »ἀκούσατε λόγον κυρίου. εἶδον κύριον καθήμενον ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ« καὶ τὰ ἑξῆς. καὶ ἐν ‘Ησαΐᾳ δέ γέγραπται· »καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίος ὁ βοσιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑφηλοῦ καὶ ἐπηρμένου« καὶ τὰ έξῆς. ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέγραπται· »ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκά- [*](15 III. Regn. 22, 19 - 24 II. Paral. 18, 18 - 29 Jes. 6, 1 - 36 Dan. 7, 9) [*](7 καθίσεων Diehl Kl, vgl. lat. u. S. 488, 29 καθίσεως MH 18 περὶ αὐτὸν < Μ 36 καὶ + ὁ Μ) [*](10 — <quae—congregantur> vgl. gr. 14f hier ändert lat. : er gibt nur einen Beleg 15 *** Kl, vgl. gr. 16 dm lel] dnm B)
v.10.p.475
θητο« καὶ τὰ ἑξῆς. παραπλήσια τούτοις ἔστιν εὐρεῖν καὶ ἐν τῷ Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προφητείας αὐτοῦ, ὅτε φησίν · »ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπέρ κεφαλῆς αὐτῶν δῆλον δ’ ὅτι τῶν χερουβὶμ) ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα Πρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν«. ἐν δὲ τῶ ἑκατοστῶ ἐννάτω ψαλμῷ τὸ »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου · κάθου ἐκ δεξιῶν μου« ἐμφαίνει κάθισιν τοῦ πατρὸς καὶ ἄλλην τοῦ σωτῆρος καθεζομενου ἐκ δεξιῶν αὐτοῦ. καὶ πόλιν ἐν ἄλλῳ ψαλμῷ εὐχόμενος ὁ προφήτης φησίν· ὁ καθήμενος ἐπὶ τῶν ερουβὶμ ἐμφάνηθι«, κοὶ πάλιν · ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἀγίου αὐτοῦ« εἰ δέ κοὶ ἀπὸ τῶν εὐαγγελίων παράδειγμα βούλει λαβεῖν, ἄκουε Ματδαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς· »ἀμήν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀλοκουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὂταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ« καὶ τᾶ ἑξῆς καί· »ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«]. καὶ ὁ Ματθαῖος <καὶ> ταῦτάφησιν· »ὂταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξη
[*](4Ezech. l,25f - 12 Ps. 109,1 - 18 Ps. 79, 1 - 19 Ps. 46, 9 - 24 Matth. 19, 28 - 29 Matth. 26, 64 - 32 Matth. 25, 31)[*](6 δ’ < M 8 ὂμοἴ Μ 18 φη. φηοι oiM 26 με H 29 —31 καὶ—δυνάμεως] Kl, vgl. S. 476, 3ff —476, 6 καὶ ὁ — δυνάμεως < H 32 <καὶ> Koe)v.10.p.476
αὐτοῦ κοὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ« κοὶ τὰ ἑξῆς, καὶ ἀπάρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως«. τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ ὁ Μᾶρκος ἀνέγραψεν ἐν τῷ καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ«, καὶ ὁ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ »ἀπὸ γὰρ τοῦ νῦν ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ«.
Καὶ τέ με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον <μετὰ> τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινοτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι <καὶ> μυστικωτέραν ἲν' ἵν’ εὐλόγως ὑπὸ τῶν ἐπὶ rd θεῖα νοήματα ἀναβαίνειν οἴων τε ὄντων ἐξετασθῆναι καὶ εὐρεθῆναί τι ἄξιον τοῦ ἀνακρίνοντος »πάντα« πνευματικοῦ καὶ »ὑπ' οὐδενὸς« ἀνακρινομένου, ἀνάλογον τοῖς τοῦ Παύλου περὶ πνευματικῶν φωναῖς 〈καὶ περὶ> εὐαγγελικῶν ἐροῦντος. ὡς γὰρ Παῦλος κατὰ τὸν πενυματικὸν ἐκλαβὼν νόμον τὰ περὶ τοῦ μάννα καὶ τῆς [*](4 Matth. 26, —7 Marc. 14, 62 - 12 Luc. 22, 69 - 27 f Vgl. I. Kor. 2, 15 — 32 Vgl. Rom. 7, 14) [*](17 <μετὰ> Kl, vgl. III, 154, 25 23 > Kl Koe 27 ἀνακρίνοντος Diehl, ἀνακρίναντος MH 30 φωναῖς Kl φωνῶν Μ H | <καὶ περὶ> Kl, 31 εὐαγγελίων Μ)
v.10.p.477
πέτρος καὶ τοῦ ἀπ' αύτῆς ὕδατός φησι · καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρος, ἡ δὲ Πέτρα ἦν ὁ Χριστός«, οὕτως εἴποι ἄν ὁ ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικος καὶ ἐπὶ τούτῳ εύχαριστῶν τῷ θεῷ καὶ λέγων καὶ περὶ ἑαυτοῦ· »ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε t]a διαβήματά μου«, ὅτι πνευματική ἐστιν ἡ κάθισις θεοῦ ἐπὶ πνευματικοῦ θρόνου καὶ ἡ Χριστοῦ ὁμοίως, καὶ τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« καθέζεσθαι τὸν Χριστὸν πνευματικόν ἐστιν. οὐδὲν γὰρ κατὰ ταῦτα δηλοῦται περὶ σωματικῆς καθίσεως, ἢν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἒδρας)· καὶ γὰρ γελοῖον διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι νομίζειν θρόνους τινὰς <σωματικῶς> εἶναι δεδημιουρ-
[*](2 I. Kor. 10, 3 f - 13 Ps. 39, — 19 Vgl. Marc. 14, 62 - 19 ff Vgl. Orig. Cat. in Eph. 1, 20ff (ed. Cramer VI, 132, 1ff): οὐχ ὡς καθεδρῶν τινων ἢ θρόνων αἰσθητῶν κειμένων ἐν οὐρανοῖς κτλ.) [*](7 δν + indubitabiliter lat. 8 ταύτην < Η a 32 <σωμτικῶς> vgl. lat.) [*](11 indubitanter B < 32 cor poraliter ρ corporales x) v.10.p.478
γημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ ἢ τῶν καθεζομένων ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων Χριστοῦ, οἶς ἡτοίμασε τὸ τοιοῦτον ὁ πατήρ. οὐκ οἶδα δὲ εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ θεοῦ ἑστηκέναι τὴν στρατιὰν τοῦ οὐρανοῦ« σωματικῶς, ἢ πόλιν οἴεσθαι τοὺς μέν σῳζομένους καὶ ἐπαινουμένους ἐν τοῖς σωματικοῖς εἰναι δεξιοῖς τοῦ βασιλέο)ς ἡμῶν Ἰησοῦ Χριστοῦ, τοὺς δέ ψεκτοῦς καὶ ἀπολουμένους ἐν τοῖς ἀνάλογον τούτοις σωματικοις ευωνυμοις.
Ἀλλὰ μήποτε τὸ μὲν ἀποκαταστῆναι ἐΠὶ τὴν βασιλείαν ἀπολαβόντα τὴν ἑαυτοῦ ἀρχὴν Χριστόν, καταργηθείσης τῆς βασιλευούσης ἐν τοῖς θνητοῖς σώμασι τῶν ἀνθρώπων ἁμαρτίας καὶ πόσης τῆς ἀρχούσης τῶν πονηρῶν ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, τοῦτ' ἔστι τὸ καθεσθῆναι αὐτὸν ἐπὶ θρόνου δόξης αὐτοῦ«· τὸ δὲ καὶ δεξιὰ <καὶ εὐώνυμα> ποιῆσαι ποιῆσαι πάντα τῷ θεῷ, ἴνα μηκέτι ᾖ σκαιόν τι πρὸς αυτον, τοῦτ' ἔστι τὸ ἐσόμενον ἐν τοῖς ἐκ δεξιῶν τῆς δυνάμεως« ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ ἐκ δεξιῶν τῆς δυνάμεως« [*](8f Vgl. III. Regn. 22, 19 - lOf Vgl. Matth. 25, 33 — 19 Vgl. Luc. 19, 15 — 20f Vgl. Rom. 6, 12 - 25 Vgl. Matth. 19, 28 - 30. 33 Vgl.Marc. 14, 62) [*](6 δὲ H 17 ἀλλὰ +vide lat. 19 Χριστόν, *** Koe, vgl. lat. 26 αὑτοῦ υ 27 〈καὶ εὐώνυμα〉 Kl, vgl. lat. I ποιῆσαι] ποιηθῆναι Koe) [*](6 *** Kl, vgl, gr. 9 aut Kl, vgl.gr. etx 21/22 regnabat Υ* < L 23 et y* est et L 23 24 maligna- rum y* alienarvim L 27 et + si B)
v.10.p.479
καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ λόγου· οὓς άποκαθίστησιν ὁ θεὸς συνεργήσας αὐτοῖς καὶ ἑτοιμάσας τὸ ἐγγίζειν τῇ Χριστοῦ ὑπεροχῇ, ἵν’ ὁ μὲν προηγούμενος τῶν ἄλλων τῶν Χριστῷ> ᾖ ἐκ δεξιῶν καὶ οἶον ἁπτόμενος αὐτοῦ καὶ κολλώμενος τοῖς τοῦ λόγου δεξιοῖς, ὁ δὲ ὑποδεέστερος ἐγγὺς τῶν ἀριστερῶν αὐτοῦ. δεξιὰ δὲ ὅρα εἰ δύνασαι νοῆσαι Χριστοῦ τὰ ἀόρατα ὀνομαζόμενα κτίσματα, ἀριστερὰ δὲ τὰ ὁρατὰ κοὶ σωματικά. ἀλλὰ Χριστὸς μὲν πόντων βασιλεύει· ἤδη δέ τῶν ἐγγιζόντων αὐτῷ οἱ μέν κεκλήρωνται τὰ δεξιὰ καὶ νοητά, οἱ δέ τὰ ἀριστερὰ καὶ αἰσθητά. καὶ μήποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου οὓς ἐκάλεσε Βοανεργὲς ὁ σωτήρ, ὅ ἐστιν υἱοὺ βροντῆς«), ἡ βροντὴ <αὐτή>, μεγάλα κρίνασα περὶ τῶν υἱῶν
[*](4 ff. Vgl. Joh. 17, 5 – 24f Vgl. Rom. 1, 20 – 32ff Vgl. Marc. 3, 17) [*](19 <ἄλλων—Χριστῷ> Kl nach Diehl Koe, vgl. lat. 34 ἡ] ἢ Μ Ι βροντή] magniloquentia lat. | <αὐτὴ> Diehl, vgl. lat. Diehl, vgl. gr.) [*](13 <ad2> ρ 14 Christi Diehl, vgl. gr. 19. 22 a] ad G 23 eius suiit L 25 <nominatam> 27 et] 1. sed ? Kl, vgl. gr. 29 dexteram y) v.10.p.480
αὑτῆς Ἰακώβου καὶ Ἰωάννου καὶ γὰρ ἦσαν μεγάλοι) καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν πορὰ πᾶσαν γεννητὴν φύσιν ὡς χωρήσοντας τὴν μεγαλοφωνίαν αὐτῆς , προσελθοῦσα ἠξίου τὸν κύριον, ἶνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ’ ἄλλον ἐξ εὐωνύ- μων. ὁ δὲ σωτὴρ διελέγχο)ν καὶ τὴν τηλιγαύτην μεγαλόφωνον μητέρα τοῦ Ἰακώβου καὶ Ἰωάννου ὡς ἀγνοοῦσαν, τίνες οἱ ὑπερέχοντες καὶ ὅτι ἡ τηλικαύτη δωρεὰ χάρις ἐστὶ <μόνου> τοῦ ἐπὶ πᾶσι θεοῦ συμπνέον τος κοὶ συνεργοῦντος καὶ ἱδρύοντος ἐν τῇ τοιαύτῃ ὑπεροχῇ, οὓς εἶδεν ἐπιτη- δείους, εἶπε τὸ οὐκ οἴδατε τί αἰτεῖσθε καὶ· τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρος μου. ἐπιστήσει δὲ ὁ δυνάμενος τίνα μέν ὑπὸ τοῦ σωτῆρος δίδοται, τίνα δὲ ὑπὸ τοῦ πατρός, ὁρῶν ὅτι ἔστι τινὰ ἃ οὐ δοίη ἂν ὁ υἱός. ἀλλ’ αὐτὸς ὁ ποτήρ. εἰ δὲ τοιοῦτόν τι παρίστησι καὶ τὰ εὐαγγέλια, ὅπου μὲν εἰσάγοντα τὸν σωτῆρα εὐχόμενον περί τινων δυνάμεων ἵνα αὐτῷ ὑπαρχθῇ τὰ αἰτήματα ἀπὸ τοῦ πατρός, ὅπου δὲ χωρὶς εὐχῆς ποιοῦντα ὡς ἤδη ἔχοντα ἐκεῖνα περὶ ὧν ἠξίωτο, τολμηρὸν μὲν
[*](2 γὰρ + vere lat. 8 ἄλον H 14 <μόνου> Diehl, vgl. lat. 16 οἶδεν 17 εἶπε] ideo clixit lat. 24 δὲ < 26 δοίη Koe δώη M H | ὃν ὁ υἱὸς] ἄνος Μ) [*](3 prinaa G L 6 dominum Kl, vgl. gr. deum x 10/11 magniloquentem Koe, vgl. gr. magniloquentiam X 14 donum + χάρις gr. 18f [et] . . <et:> Kl, vgl. gr. 19 ad — sinistram] autem mecum L) v.10.p.481
ζητῆσαι, ὅμως δέ ὁ δυνάμενος μετὰ εὐλαβείας καὶ ταῦτα ἐξεταζέτω. παραστῆσαι δ’ οἶμαι βουλόμενος τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου καὶ αὐτοῖς, ὅτι καὶ ἔλειπεν αὐτοῖς πρὸς τὸ τελειοῦσαι τὰ ἐν ἀνθρώποις ἐφικτὰ οὐ τὰ τυχόντα, ἀποκριθεὶς εἶπε μετὰ τὸ οὐκ οἴδατε τί αἰτεῖσθε τὸ δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν ἢ ὡς ὁ Μᾶρκος ἀνέγραφε · »δύνασθε τὸ ποτήριον πιεῖν ὃ ἐγὼ πίνω ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; «)
Κοὶ ἐν τούτοις δέ ζητήσει τις τί τὸ ποτήριον καὶ τί τὸ βάπ- [*](13ff Zum Text vgl. Hautsch TU. 34, 2 a, 69, der mit Griesbach annimmt, daB Origenes die Worte ἢ — βαπισθῆναι bei Matthaus nicht gelesen habe, trotzdem aber in der Erklarung die ausfiihi-Hchere Form des Gedankensaus Markus behandle. Ein Versuch, mit lat. (s. auch S. 471, 21 f) im griechischen Text die Worte ἢ ὡς ὁ Μάρκος ἀνέγραψε· »δύνασθε τὸ Ποτήριον πιεῖν ὁ ἐγὼ πίνω« Ζ. 13 — 15 in Klammern zu setzen und die Fortsetzung Ζ. 16f ἢ τὸ — βαπτισθῆναι zum Matthaustext zu schlagen, scheitert an S. 485, 13ff — Marc. 10, 38. 39) [*](6 καὶ] adhuc lat. 13 - 482, 1 größ tenteils zerstort in Μ 25 δὲ Μ vgl. lat. τε Μ H) [*](8/9 mediocres] lat. hat rd τυχόντα mifiverstandenKoe 11 calicem bibere G 16 baptismum . . . quod Kl, s. S. 471, 22 baptismo . . . quo x 17 baptizor L 22 dicit L 26 hoc < GL)
v.10.p.482
τισμα, ὡς ἕτερα ἀλλήλων <ὅντα ἀμφότερα καὶ οὕτως ὠνομασμένα> κοὶ δεόμενα οὐ τῆς τυχούσης δυνάμεως τῆς τοῦ πιομένου ἢ τοῦ βαπτισθησομένου, κοὶ πιομένου οὐκλλο ποτήριον ἢ ὁ ἔμελλε πίνειν ὁ Ἰησοῦς βαπτισθησομένου τε παραπλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ κύριος. οἱ πολλοὶ μέν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἔν τῇ ὑποστάσει τυγχανόντων, οὔτ’ εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. ἡμεῖς δὲ οὑκ ἀποδοκιμάζομεν μέν καὶ ταύτην τὴν ἐκδοχήν, ἐφίστα- μεν δέ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. κοὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλαβεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν εἰς τὸν τόπον. καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον οὐ μόνῳ χρήσεταί τις τῷ »πάτερ, εἰ δυνατόν, παρένεγκε
[*](21ff Vgl. Hier. in Matth. 155 C: »calicem« in scripturis divinis passionem inteUegitnus » pater, si possibile est, transeat calix iste a meu, et in psalmo : »quid retrihuam domino pro omnihus quae retribuit mihi ? calicem salutaris accipiam et nomen domini «, statimque infert, quis iste sit calix: »pretiosa in conspectu domini mors sanctorum eiusn — 28 Matth. 26, 39 vgl. Marc. 14, 36) [*](1 <ὄντα — ὠνομασμένα> Koe, vgl. lat. 4 τῆς < Μ 7 ὁ < Η α 11 1. λέγουσιν? Kl, vgl. lat. u. Eph. 5, 32 <ἀν>άγουσιν Koe 14 ἐν] ἐν) [*](1 baptismus B 10 1. ducunt ? Diehl, vgl. gr. 18 alteram x* alterum ρ 26 calix qu. ipse . . . dolorum] gr. kiirzt ?) v.10.p.483
τοῦτο τὸ ποτηριον απ εμου«, ως ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀναδεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πειρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ, ἀλλὰ καὶ τῷ ἐν ἑκατοστῷ πεντεκαιδεκάτῳ Ψαλμῷ εἰρημένω̣ · τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πόντων ὧν ἀνταπέδωκέ μοι; ποτήριον σω- τηρίου λήψομαι, καὶ τὸ ὄνομα κυ- ρίου ἐπικαλέσομαι«. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς του λαου αυτου. «τιμιος εναντιον γυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀποδοῦναι τῷ κυρίῳ ἐφ’ οἶς εὐηργετήθημεν ἢ τὸ τοῦ σωτηρίου πο- τήριον προθύμως λαβεῖν καὶ ἐπικαλέσασθαι τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό · ἐν ᾧ ἐκπινομένῳ ἀπᾴδωσί τις τὰς εὐχὰς αὑτοῦ πάσας τῷ κυρίῳ ἐναντίον πιστὸς τοῦ λαοῦ αὐτοῦ«. σαφῶς δὲ ἐδίδαξεν ἐν τούτοις ὅτι τὸ ποτήριον <τὸ μαρτύριόν> ἐστιν ὁ ἐπαγαγὼν κατὰ τὸ ποτήριον τὸ τίμιος ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ«. τῇ δέ ἐπινοίᾳ τὸ μαρτύριον δύο ἐστίν, ὧν τὸ μὲν ἔν καλεῖται ποτήριον σωτηρίου«, τὸ δὲ λοι- πὸν βάπτισμα. καὶ καθὸ μὲν ὑπομένει τις τους πονους, ποτη-
[*](8 Ps. 115, 3f - 12 Ps. 115, 9 - 14. 23. 27 Ps. 115, 6) [*](5 τὰ] Koe 16 Πλεῖον] dignum lat. 21 τὸ + possimus magnanimiter lat. 22 ἀποδίδοσι Η 25/26 <τὸ > Kl nach Hu, vgl. lat. 27 τὸ 1 + bibiUim lat. 29 τὸ] omne lat. 30 δύο] duplex lat.) [*](7 inferuntur + item G 8 dicitur in alio loco G 18 salutaris Diehl Kl, vgl. gr. salutarem x 19 accipiamus B L) v.10.p.484
ριόν ἐστιν εκπινομενον υπο του φέροντος πάντα τὰ Προσαγόμενα εἰς εουτον, ἀναλαμβάνοντος καὶ οἱονεὶ πνίγοντος τὰς ἀλγηδόνος καὶ μὴ ἀνωθουμένου αὐτὰς μηδέ ἀποβάλλοντος ἢ ἐμοῦντος. καθὸ δέ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμα ἐστιν· εἰ γὰρ τὸ βάπτισμά ἄφεσιν ἁμαρτημάτων ἐπαγγέλλεται, καθὼς παρειλήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ Ι τοῦ μαρτυρίου ὑπομείνας βάπτισμα, βάπτισμα τὸ μαρτύριον εὐ- λόγως λέγοιτ’ ἂν.
Ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται <παντὶ> τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ »πᾶς ὃς ἐὰν ὁμολογήση έν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς«. ὁμολογεῖ δὴ ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς Πα- τρὸς ὁ σωτὴρ πάντα τὸν ὁμολογήσαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτοῦν ἁμαρτών· εἰ γὰρ τοὺς ὁτιποτοῦν [*](20 Matth. 10, 32) [*](6 κοὶ μὴ] μὴ δὲ Μ | ἀποθουμένου Μ 7 ἢ Koe vgl. lat. καὶ Μ H 11 ἐπαγγέλεται Μ 16 βάπτισμα τὸ] sine dubio ipsum . . . baptistnum lat. 19 <παντὶ> Kl nach Koe, vgl. lat. u. Ζ. 26 24 δὴ Kl, vgl. lat. δὲ M H 26 τὸν] hominem lat. 29 ὁμολογήσεως Μ) [*](2 bibet G L 6 <reppulit nec> Kl, vgl. gr. | nec 3] aut B 7 aliquid eorum] lat. las αὐτῶν τι für αὐτὰς ? 22f in me . . . in illo] rae . . . illum B)
v.10.p.485
ἁμαρτ<όντας ὁμολου> ήσαντας οὐχ ὁμολογήσει, οὐκ ἔσται ἀληθές τὸ »πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ« κοὶ τὰ ἑξῆς. οὐκ οἶμοι δ’ ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς πατρὸς ὁμολογήσει ὁ σω- τὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρτήματι· παρρησιαζομένουγὰρ <υἱοῦ> ἐνώπιον πατρός ἐστιν ἡ ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ ὡς ἀξίῳ τῆς <Χριστοῦ> ἐπὶ τοῦ πατρὸς μὴ σαινέτω δέ ἡμᾶς εἰ ὁ σωτὴρ πορὰ τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει, καὶ τὸ βάπτισμα βαπτίζεται· κοὶ γὰρ ἡνίκα ὁ Ἰωάννης ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν«, καὶ Ἰησοῦς »παραγίνεται πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ ἀὐτοῦ« οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν ἡμεῖς τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν. μᾶλλον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ’ ἡμῶν καὶ ἀφ’ ἑαυτοῦ· διόπερ »ὃ <ἀπέθανεν,> ἀπέθανε τῇ ἁμαρτίᾳ« ἡμῶν, ἐπεὶ αὐτὸς ἀπέθανε τῇ ἁμαρτίᾳ« οὐ τῇ ἑαυτοῦ ἀλλὰ τῇ ἡμετέρᾶ, εἴ γε ἔχειν λόγον τὸ τοιοῦτον δόξει τισί.
[*](4 Matth. 10, 32 - 16 Luc. 3, 3 - 19 Vgl. Matth. 3, 13 - 28 Rom. 6, 10) [*](1 ἁμαρτ όντας ömoloy> Diehl Kl, vgL lat. 9 (viovy <υἱοιῦ> Koe, vgl. lat. 12 <Χριστοῦ> vgl. lat. 22 ἡμεῖς + καὶ H 28/29 <ἀπέθανεν> Kl 32 δόξει δόξοι Μ H) [*](2. 7 1. confite<bi>tur? Kl, vgl. 5 <in> Diehl Kl, vgl. gr. 6 autem . . . nescio] lat. las οὐκ οἶδα δ’ Diehl 11 digno L) v.10.p.486
πεπώκασι δέ <κατὰ ταῦτα, ὡς ἐμοὶ δοκεῖν, καὶ τὸ> ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτιίσθησαν οἱ τοῦ Ζεβεδαίου υἱοί, ἐΠείπερ Ἡρώδης μέν ἀπέκτεινεν »Ἰάκωβον τὸν <ἀδελφὸν> Ἰωάννου μαχαίρᾳ«, ὁ δὲ Ῥωμαίων βασιλεὺς ὡς ἡ παράδοσις διδάσκει) κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας λόγον εἰς Πότμον τὴν νῆσον. διδάσκει δέ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ Ἰωάννης, μὴ λέγων τις αὐτὸν κατεδίκασε, φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα· ἐγὼ Ἰωάννης, ὁ ἁδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ βασιλείᾳ καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενό- μην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ« καὶ τὰ ἑξῆς. καὶ ἔοικε τὴν ἀποκάλυψιν ἐν τῇ νήσῳ τεθεωρηκέναι.
Ὁ δὲ προστιθεὶς μετὰ τὴν ἀποδεδομένην διήγησιν εἰς τὸ Ποτήριον καὶ τὸ βάπτισμα τοιαῦτά φησιν· [*](1 — 10 Vgl. II 25, 7 — 10 — 1 ff Vgl. Hier. in Matth. 155 E: quaeritur quomodo calicem martyrii filii Zebedaei, lacobus videlicet et lohannes, biberint etc. — 5 Vgl. Act. 12, 2 – 5 ff Vgl. HarnackTU. 42, 4, 24 A. 2 - 16 Apoc. 1, 9f) [*](1 <κατὰ — τὸ> Koe, vgl. lat. 2 καὶ 2 < Μ 2 5/6 <ἀδελφὸν> Kl, vgl. lat. u. II 15 ἀποκαλύψει τι stta lat. 25/26 ἀποκάλυψιν + hanc . . . constitutus lat. 27 τεθαρρηκέναι H) [*](3 esse y* < L 8 verbo y* verbi L 14 fuit] fuerat G fuerit B 22/23 dominica B)
v.10.p.487
ὥσπερ ἔστι τι βρῶμα τοῦ σωτῆρος, περὶ οὗ λέγει· »ἐμὸν βρῶμά βστιν ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με κοὶ τελειώσω αὐτοῦ τὸ ἔργον«, οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκείνῳ τῷ βρώματι. ὁ τολμηρὸν μὲν διορίσαι ἀπὸ τοῦ βρώματος καὶ παραστῆσαι πραγματικῶς, ὅμως δὲ ὁ δυνάμενος ἐπιστησάτω μήποτε τὸ μὲν προετικόν ἐστι τὸ βρῶμα τὸ δέ θεωρητικὸν τὸ πόμα. κατὰ γὰρ τὸ ἐσυίειν τὸν Χριστόν, ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειοῦν ἐκείνου τὸ ἔργον«, τὸ κοὶ πίνειν αὐτόν ἐστι , ἐν τῷ νοεῖν> θέλημα τοῦ πέμψαντος« αὐτὸν καὶ τελειῶσαι αὐτοῦ τὴν γνῶσιν. εἰ δὲ δύναται ἢ μὴ εἰς ταύτην τὴν διαφορὰν ἀναφέρεσθαι <καὶ> τὸ ἡ σάξ ἀληθῶς ἐστι βρῶσις, καὶ τὸ αἷμά μου ἀληθῶς ἐστι πόσις«, καὶ σὺ κρινεῖς. λέγοι γὰρ ἄν τις ὅτι ἀληθῶς μέν βρῶσις ἡ πρᾶξις, ἀληθῶς δὲ πόσις ἡ θεωρία, καὶ ὁ τοῦτο φάσκων ἐρεῖ ὅτι διὰ τοῦτο πρῶτον δίδωσι τὸν »ἄρτον εὐλογήσας« καὶ κλάσας »τοῖς μαθηταῖς« — ἐπεὶ πρώτη ἐστὶν ἡ πρᾶξις, καὶ μετὰ τοῦτο »λαβὼν ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων·
[*](2. 12f Joh. 4, 34 — 19 ff Joli. 6, 55 — 26 ff Matth. 26, 26. 27) [*](2ff περὶ ποτηρίου καὶ βαπτίσματος H i. m. o ἐστι + etiam lat. 11f τὸ ἐσθίειν τὸν Χριστὸν Kl, vgl. lat τὸν ἐσθίοντα ἐστιν MH 15 αὐτὸν — νοεῖν> vgl.lat.u.Hu 19 <καὶ> Koe, vgl. 20 ff ἀληθῶς] vera o. verus lat. 23 βρῶσις + animarum lat. θεωρία + veritatis lat. 30 ποτήριον + et lat.) [*](5 escae Kl esca y* < L 10 sit <L L 11 ff lat. las καὶ yuo τὸ τοῦ Χριστοῦ ἐστιν ἐν τῷ ποιεῖν . . ., τὸ δὲ πίνειν ἐν rqj σωφρονεῖν κατὰ τὸ θέλημα κτλ. Koe 23 animarum vera est L 31 <dedit eis > dixit Koe, vgL gr.) v.10.p.488
πίετε ἐξ αὐτοῦ πάντες« — ἐπεὶ δεῖ τὰ τῶν πράξεων ῥυθμίσαντα καὶ τὸ πρακτικὸν κατορθώσαντα οὕτως ὁδεύειν διὰ τῶν προγνόντων καὶ ἐπὶ θεωρίαν αὐτῶν. καὶ γὰρ κατὰ τὸν προφήτην λέγεται τὸ »σπείρατε ἐαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζο)ῆς«, ἶνα πρῶτον πράξωμεν τὸ δέον· καὶ μετὰ τοῦτό φησι· »φωτίσατε ἑαυτοῖς φῶς γνώσεως«, <ὡς> ὁδῷ γὰρ τις μετὰ τὸ τὰ καθᾶραι ὁδεύοι ἂν ἐπὶ τὴν γνῶσιν καὶ φωτίζοιτο ἐν αὐτῇ.
Καὶ ταῦτα δὲ παρεκβατικῶς λέλεκται διὰ τὴν περὶ τοῦ ποτηρίου βαθυτέραν ἐξέτασιν. κοὶ ἐν εἰκοστῷ δευτέρῳ Ψαλμῷ λέλεκται πρῶτον μέν τὸ »ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με«, ἑξῆς δὲ καὶ τό· ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον«. μὴ ὑπο- λαμβανέτω δ’ ἡμᾶς ὁ ἐντυγχάνων τῇδε τῇ γραφῇ κροτεῖν ὅτι ἐχρῆν Πως διηγήσασθαι τὰ περὶ τῶν ἀναγεγραμμένων καθίσεων τοῦ θεοῦ ἢ τοῦ Χριστοῦ. ἀπολογούμεθα γὰρ ὅτι δυσωπῆσαι μόνον ἀπὸ τῶν ῥητῶν προέκειτο Ta περὶ καθίσεως καὶ [*](6. 10 Hos. 10, 12 - 20 Ps. 22, – 24 Ps. 22, 5) [*](1 δεῖ + primum lat. 9 1. mit Koe τοῦτο <ὅ>, vgl. lat. ? 11 <ὡς> Kl, vgl. lat. 19 εἰκοστῷ + δὲ Μ 25 με < lat. 32 καθίσεως (wie S. 477, 25; 489,4 vom Begriff) sessionibus lat. (wie 474, 7; 488, 29 von den Schriftstellen) Elt) [*](3 delectare ? Kl | <per opera et> Kl nach DieM, vgl. qui L | dicit<ur> Kl, vgl. 8 opera < G 91. [quod] ? Kl, vgl. 11 enim < B L 26 reprehendat ? Koe 32 propositus y | fui B)
v.10.p.489
αποστησαι του εντυγχανοντα απο τῆς ταπεινοτέρας ἐκδοχῆς. ἄλλῳ γὰρ καιρῷ ἐχρῆν Προηγουμένην τινὰ σκέψιν ποιήσασθαι περὶ καθίσεως Λ·αὶ στάσεως καὶ περιπάτου θεοῦ ἢ τοῦ Χριοτοῦ, ὅπερ οὐκ ἀπαιτεῖ ἡ ποροῦσα διήγησις· μεγίστη γὰρ ἂν καὶ ἄκαιρος ἐγένετο ἡ παρέκβασις.
πλὴν τούτων λεχθέντων ὑπὸ τοῦ σωτῆρος πρὸς τὴν ἀξίωσιν τῆς μητρὸς Ἰωάννου καὶ Ἰακώβου ἢ αὐτῶν τῶν υἱῶν Ζεβεδαίου ἀκούσαντες (φησὶν) οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν ὡς ἀξιωσάντων προτιμηθῆναι τῶν λοιῶν. παρατήρει δ’ ὅτι καὶ Ἰούδας ἐν τοῖς ἀγανακτοῦσιν ἠν (καὶ ανέγραψε τοῦτο καὶ ὁ Μᾶρκος). εἰ δὲ ἐν τοῖς ἀγανακτοῦσιν ἦν μετὰ τῶν λοιπῶν ἐννέα, μήποτε ἔτι οὐδέ- πω βεβλήκει ὁ διόβολος εἰς τὴν καρδίαν« αὐτοῦ, ἵνα αὐτὸν« τὸν κύριον ἡμῶν »παρδῷ«, ’ ἔτι γΑ τῇ προαιρέσει εἷς τοῖν ποστόλων ὁ Ἰούδος ἦν. πολλὰ δέ περὶ αὐτοῦ ἐν τοῖς πρὸ τού- των εἰπόντες, νῦν οὐκ ἐποναλαμβό- νομεν περὶ τοῦ κατασκευάοοι ὅτι Ἰούδας προαιρέσεως έὸν ὁποίας Λ́αὶ οἱ λοιποὶ πέπτωκε κοὶ ἐνέπεσεν εἰς τὴν παγίδα τοῦ πονηροῦ, γΑ φιλαρ- γυρήσας καὶ προδοὺς τὸν σο)τῆρα.
[*](14f Vgl. Marc. 10, 41 - 22ff Vgl. Joh. 13, 2 –32 Vgl. I. Thn. 3, 7)[*](2 γὰρ] δὲ Koe, vgl. lat. 6 ἀπαιτεῖ υ, vgl. lat. ἀπῄτει Μ H 20 κοὶ — Μᾶρχος] ~ Ηu nach Ζ. 17 λοιπῶν)[*](5 <aut Christi> Christi) Diehl Kl Koe, vgl. gr. 16/17 se praeponi y* praeponi L 21 ceteros <novem> ? Kl, vgl. gr. 25 erat Kl erant x)v.10.p.490
Ὁ δὲ Ἰησοῦς προδκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ <τὰ> ἔως τοῦ καὶ δοῦναι τὴν Ψυχὴν αὑτοῦ λύτρον ἀντὶ πολλῶν (20, – 28). τούτοις τὰ ἰσοδυναμοῦντα καὶ ὁ Μᾶρκος ἀνέγραφεν. ἐτηρήσαμεν δὲ ὥνπερ ἐπ’ ἄλλων πλεόνων καὶ τὴν τάξιν τῶν ἀναγεγραμμένο)ν τη- ροῦντας Ματθαῖον καὶ Μάρκον, ἕτε θεραπειῶν ἕτε λόγων, οὕτο)ς καὶ ἐνταῦθα. ἑξῆς γὰρ τὰ ἀπὸ τοῦ »μέλλων δέ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα κοὶ] παρέλαβε τοὺς δώδεκα κατ’ ἰδαν« μέχρι τοῦ »εὐθέως δέ ἀποστέλλει αὐτοὺς« πάντα τῇ τάξει τετήρηκε καὶ ὁ Μάρκος ἀπὸ τοῦ ἦσαν δέ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα« μέχρι τοῦ »εὐθέως αὐτὸν ἀποστέλλει πάλιν ὧδε«. σὺ δέ πορευθεὶς τὰ εὐαγγέλια ἀλλήλοις κατὰ τοὺς τόπους τούτους καὶ συγκρίνων αὐτοὺς εὑρήσεις τὸ λεγόμε- νοι·. καὶ ὁ Λουκᾶς μέντοι ἐκ μέρους τὸ ὅμοιον ἀνέγραφε προτάξας αὐτῶν τὸ ἐγένετο δέ φιλονεικία αὐτῶν, τὸ [*](1ffZumText vgl. Hautsch TU 34, 2 a, 69 f; doch vgl. lat. - 14 Vgl. Marc. 10, 45 - 19 Matth. 20, 17 - 22 Matth. 21, 3 - 25 Marc. 10, 32 - 26 Marc. 11, 3 - 33 Luc. 22, 24) [*](5. <τὰ> ρ 27 αὐτὸν <M) [*](21 κοὶ] Hu)
v.10.p.491
τίς αὐτῶν <ὰν εἴ> η μείζων«. ἐν τούτοις γὰρ ἐπιφέρει· »ὁ δέ εἷπεν αὐτοῖς· οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ὑμεῖς δέ οὐχ οὕτως« καὶ τὰ ἑξῆς. ταῦτα μέν οὖν λελέχθω, ἵν’ ἡμᾶς μὴ λανθάνῃ τὰ περὶ τῆς ἰσοδυναμίας τῶν κατὰ τὸν τόπον τετηρημένης Ματθαίῳ καὶ Μάρκῳ, καὶ ἐκ μέρους τῷ Λουκᾷ. ἤδη δὲ καὶ τὴν διάνοιαν τῶν λεγομένων ἡμῖν ἐξεταστέον. Προείρηται ὅτι τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπεδικάζοντο Ἰάκωβος καὶ Ἰωάννης, καὶ ἠξίουν λαβεῖν τὸ καθίσαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ ἢ ἡ μήτηρ αὐτῶν τοῦτο ᾔτει περὶ αὐτῶν), καὶ λέλεκται ὅτι ἐπὶ τούτοις, ὡς καὶ αὐτοὶ τῶν παρὰ τῷ Ἰησοῦ πρωτείων ἐπιδικαζόμενοι, οἱ λοιποὶ »ἠγανάκτησαν δέκα«, εἰ ὑφαρπάζειν βούλονται Ἰάκωβος κα Ἰωάννης, ὡς ὑπὲρ τοὺς λοιποὺς δέκα ὄντες, τὴν πρὸς τὸν Ἰησοῦν κατὰ τὴν δόξαν ἐγγύτητα. τούτων δὲ προειρημένων κατὰ τὸ εὔλογον ὁ Ἰησοῦς προσκαλεπιται ἤτοι τοὺς ἀγανακτήσαντας δέκα, ἢ καὶ μετὰ τῶν λοιπῶν δύο, κοὶ διδάσκει τὴν ὁδὸν καθ’ ἣν μέγας καὶ πρῶτός τις ἔσται παρὰ τῷ θεῶ.
[*](2 Luc. 22, 25f – 15ff Vgl. Marc. 10, 35ff; Matth. 20, 20ff) [*](1 <ἄν εἴ> Koe, vgl. N T cod. D 7 ἶνα Μ) [*](31 lesus] dns y) v.10.p.492
τὸ δὲ λεγόμενον τοιοῦτον ἦν ὅτι οἱ μέν τῶν ἐθνῶν ἄρχοντες ἢ δοκοῦντες« αὐτῶν »ἄρχειν«) οὐκ ἀρκούμενοι τῷ κυριεύειν τῶν ὑποτεταγμένων, βιαιότερον αὐτῶν κρατεῖν θέλοντες καὶ κατακυριεύουσιν αὐτῶν. ὁμοίως δὲ καὶ οἱ ὡς κατὰ τὴν ἐν τῷ βίῳ τούτῳ ἀξίαν ἐν τοῖς ἔθνεσι μεγάλοι οὐχ ἵστανται ἐπὶ τοῦ ἐξουσιάζειν τῶν ὑπηκόων, ἀλλὰ κατεξανιστάμενοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. ἐν ὑμῖν δὲ τοῖς ἐμοῖς γνωρίμοις μὴ ἔστω ταῦτα, μηδὲ οἱ ἀρχήν τινα ἐγκεχειρισμένοι τῶν εἰς ἐμέ πιστευόντων ἢ ἐξουσίαν ἐν ἐκκλησίᾳ τοῦ πατρός μου καὶ θεοῦ ἔχειν νενομισμένοι κατακυριευέτωσαν τῶν ἰδίων ἀδελφῶν ἢ κατεξουσιαζέτωσαν τῶν ἐπὶ τὴν δι’ ἐμοῦ θεοσέβειαν καταπεφευγότων. ἀλλ’ εἴπερ βούλεταί τις παρὰ τῷ πατρί μου κριθῆναι μέγας καὶ συγκρίσει τῶν ἑαυτοῦ ἀδελφῶν ὑπερέχων, πᾶσι διακονείτω ὧν βούλεται
[*](3 Vgl. Mare. 10, 42) [*](18 ἐξουσίαν + aliquem lat. 19 νενομισμένοι Hu, vgl. lat. νενομισμέ- νων Μ H) [*](14 <noti> Diehl, vgl. gr. 27 qui < B 28 sunt < L) v.10.p.493
εἶναι μεί(ων. εἰ δὲ καὶ τῶν παρ’ ἐμοὶ πρωτείων τις ὀρέγεται, ἴστω μηδενὸς ἔσεσθαι πρῶτος, ᾧ πορὸν δουλεύειν μὴ ἐδούλευσε δουλείαν τὴν κοὶ ἐν μετριότητι καὶ τῇ ἐπαιντῇ ταπεινότητι, τόν τε δουλεύοντα ὠφελπῆσαι δυναμένην ὀνῆσαι δὲ ἢ ἀναπαῦσαι καὶ τοὺς δουλευομένους. ὁ δὲ Λουκᾶς βασιλεῖς καὶ ἐξουσιάζοντας ἐθνῶν προλαμβάνει εἰς τὸν λόγον, ἀποτρέπον τόν βουλόμενον εἶναι ἐν τοῖς ἀδελφοῖς μείζονα μιμεῖσθαι τὴν βασιλικὴν ἐξουσίαν ἢ τὴν τῶν ἐξουσιαζόντων τῆς κολακείας ἐπιθυμίαν, διδάσκων <δ᾿ > ἡμᾶς ἵν ὁ μὲν ἀληθῶς ἐν ἡμῖν »μείζων« γένη- ται ὡς ὁ νεώτερος« τουτέστιν ὡς παιδίον) ἁπλότητος κοὶ ἰσότητος χάριν, ὁ δὲ »ἠγούμενος οὕτω δὲ οἶμαι ὀνομάζειν τὸν καλούμενον ἐν τοῖς ἐκκλησίαις ἐπίσκοπον) ὡς ὁ« τοῖς ὑπηρετουμένοις διακονούμενος.
Καὶ ταῦτα μὲν ὁ τοῦ θεοῦ διδάσκει ἡμᾶς λόγος. ἡμεῖς δὲ ἤτοι μὴ νοοῦντες τό βούλημα τῆς διδασκαλίας ἐν τούτοις Ἰησοῦ ἢ καταφρονοῦντες τῶν τηλικούτων ὑποθηκῶν τοῦ σωτῆρος, τοιοῦτοί ἐσμεν ὡς ἐνίοτε κοὶ τὸν τῶν κακῶς ἀρχόντων ἐν τοῖς ἔθνεσιν ὑπερβάλλειν τῶφον καὶ μονονουχὶ ζητεῖν ὅς οἱ βασιλεῖς δορυφόρους, κοὶ φοβεροὺς ἑαυτοὺς καὶ δυσπροσίτους μάλιστα τοῖς πένησι κατασκευάζοντες, τοιοῦτοί [*](9ff. 16 ff Vgl. Luc. 22, 25ff — 28 ff Vgl. zu dieser Schildemng von Bischofen Harnack TU. 42, 4, 137 f) [*](14 κολακίας H 15 <δ᾿ > Kl 25 f τῆς — Ἰησοῦ = lat. dei — scripturis ?) [*](30 non solum] falsch verstandenes μονονουχὶ Koe)
v.10.p.494
εσμεν προς αυτους, ἐντυγχάνοντας ἡμῖν καὶ περί τινων ἀξιοῦντας, ὡς οὐδὲ οἱ τύραννοι καὶ ώμότεροι τῶν ἀρχόντων πρὸς τοὺς ἱκέτας. καὶ ἔστι γε ἰδεῖν ἐν πολλαῖς νομιζομέναις ἐκλησίαις, καὶ μάλιστα ταῖς τῶν μει(όνων πόλεων, τοὺς ἡγουμένους τοῦ λαοῦ τοῦ θεοῦ μηδεμίαν ἰσολογίαν Ι <ἔχοντας ἢ πρὸς αὑτοὺς ἔχειν> ἐπιτρέποντος, ἔσθ’ ὅτε κοὶ τοῖς καλλίστοις τῶν Ἰησοῦ μαθητῶν * * * εἶναι πρὸς αὐτούς. κοὶ ὁ μὲν ἀπόστολος τοῖς κυρίοις περὶ τῶν οἰκετῶν ἐντολὴν δίδωσι λέγων· »οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε κύριον ἐν οὐρανῷ«· διδάσκει δέ καὶ ἀνιέναι τὴν ἀπειλὴν τοὺς δεσπότας κατὰ τῶν οἰκετῶν. ἔστι δέ τινας ἰδεῖν <ἐπισκόπου> ὠμῶς ἀπειλοῦντας, ὁτέ μέν προφάσει ἁμαρτίας, ὁτέ δὲ τῷ καταφρονεῖν τῶν πτωχῶν, παρὰ τὸν ἀποστολικὸν λόγον ἐν ᾦλέλεκται· »δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα. ἡμεῖς εἰς τὰ ἔθνην, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· μόνον τῶν πτωχῶν ἵνα μνημονεύω- μεν«, καὶ πόλιν τὴν πρὸς τοὺς ὑποχερίους ἰσότητα μήτε ἐννοοῦντας μήτε φανταζομένους ὅτι καθήκει
[*](14 Kol. 4, 1 - 25 Gal. 2, 9f) [*](2 κοὶ] ἢ Koe 4 ἱκέτας = subiec- tos oder las lat. οἰκέτας ? 9 <ἔχοντας — ἔχειν> Kl Koe, vgl. lat. 12 * * * Koe, der vermutet <ἀπειπόντας> ἰέναι Πρὸς κτλ. 13 ἀπόστολος + et iam lat. 20 <ἐπισκόπους> Kl, vgl. lat. 21 ὁμῶς H 30 μήτε . . . μήτε Koe μηδὲ . . . μηδὲ Μ H) [*](1 vel] 1. et ? Kl, vgl. gr. 3 principibus] lat. verstand wohl τῶν ἀρχόντων = ἢ οἱ ἄρχοντες (Diehl), sonst 1. <e> principibus Kl 16 quia] quoniam L 16/17 dominum] dm G L) v.10.p.495
ἀτυφίαν Λ·οὶ ἰσότητα μάλιστα Χριστιανοῖς ἐμπολιτεύεσθαι, κοὶ ἐξαιρέτως ἐν τοῖς ὑπεροχήν τινα ὀνόματος ἐκκλησιαστικοῦ φοροῦσι· γέγραπται γάρ· »ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, κοὶ ἔνοντι κυρίου εὑρήσεις χάριν«. ἐχρῆν δ’ ἡμᾶς εἰδέναι καὶ τὸ ἐν Παροιμίαις οὕτως εἰρημένον· πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός, καὶ πρὸ δόξης ταπεινοῦται«, ἐκκλίνειν δέ καὶ τὸ περιπεσεῖν τῷ <μέγα> φρονῆσαι ἢ εἰπεῖν λόγον, ὃν εἶπεν ὁ »θέλων ἑαυτὸν δικαιῶσαι« πρὸς τὸν Ἰησοῦν διδάξαντα τὸ »ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτόν«, ὃς οὐκ ᾐδέσθη τῷ σωτῆρι εἰπεῖν· »καὶ τίς ἐντί μου πλησίον;« ἔδει δὲ καὶ ἀπὸ Παύλου ἀνεγνωκέναι τὸ »δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«. ἐχρῆν μιμήσασθαι καὶ τὸ »ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε«;
Οἱ ἄρχοντες οὖν τῶν μὲν Μνῶν κατακυριευέτωσαν αὐτῶν, τῆς δὲ ἐκκλησίας δουλευέτωσαν αὐτῇ. ἀλλὰ καὶ οἱ μεγάλοι μέν τῶν ἐθνῶν κατεξουσιαζέτωσαν αὐτῶν, τῶν δὲ πιστῶν ἀκουέτωσαν τοῦ [*](5 Sir. 3, 18 - 10 Prov. 18, 12 - 14 Luc. 10, 29 - 16 Luc. 10, 27. Vgl. Matth. 22, 39; Maic. 12, 31 - 18 Luc. 10, 29 - 20 I. Thess. 2, 7 - 24 II. Kor. 11, 7) [*](5 ὅσον H 13 <μέγα> Koe o quanto B L 6 tanto B 29 ἐκκλησίας <οἱ ἄρχοντες> Koe, vgl. 31 autem audiant y* ~ L 32 ex] lat. 32 του] eum qui dicit lat. a L)
v.10.p.496
»μάθετε ἀπ’ ἐμοῦ. ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν«. παιδευώμεθα δέ καὶ πρὸς τὸ μὴ ἀποδέχεσθαι κολακείας μηδὲ ἡδέο)ς καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ἐφ’ οἶς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, »ευεργεται«. οὐ ταῦτα δέ φαμεν ἀνεπιστημόνως, ταπεινοῦν ἑαυτοὺς θέλοντες ὑΠὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ« καὶ κατὰ τόν λόγον αὐτοῦ ὑπὸ τὴν ἐκκλησιαστικὴν διακονίαν · ἔστι δ’ ὅτε χρὴ (κατὰ τὴν ἀποστολικὴν φ(ονὴν) τοὺς ἁμαρτάνοντος ἐνώπιον πάντων« ἐλέγχειν, ἴνα καὶ οἱ λοι- ποὶ φόβον ἔχωσιν«. ἔστι δ’ ὅτε δεῖ χρησόμενον τῇ ἐξουσίᾳ »παραδοῦναί« τινα »τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«. σπανίως δὲ τὸ τοιοῦτο ποιητέον· νουθετητέον γὰρ τοὺς ἀτάκτους« καὶ παραμυθητέον »τοὺς ὀλιγοψύχους« καὶ ἀνθεκτέον »τῶν ἀσθενῶν« καὶ πρὸς πάντας« δέ μακροθυμητέον καὶ οὐδενὶ κακὸν ἀντὶ κακοῦ« ἀποδοτέον. καὶ οὐ χρὴ ἡγεῖσθαι ἐχθρὸν εἶναι τὸν ἁμαρτάνοντα, ἀλλ’ ἀκουστέον τοῦ ἀποστόλου λέγοντος· μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν«. κοὶ ταῦτα πάντα μοι λέλεκται βουλομέ-
[*](1 Matth. 11, 29 — 8 Vgl. Luc. 22, 25 - 11 I. Petr. 5, 6 - 12 f Vgl. I. Kor. 16, lof ? - 15 I. Tim. 5, 20 - 18 I. Kor. 5, 5 – 22 – 27 VgL I. Thess. 5, 14f - 31 II. Thess. 3, 15) [*](4 ὑμῶν υ ἡμῶν Μ H 19 τινα] peccantetn lat. 31 ἡγεῖσθαι H) [*](9 ff lat. verkürzt u. umschreibt Elt 16 arguantur B 20 interitu y 21 domini + nostri L) v.10.p.497
νῳ κατὰ τὸν λόγον προστῆσαι ὅτι οὐ μιμητέον τῷ ἄρχοντι τῆς ἐκκλησίας τὸν ἄρχοντα τῶν Μνῶν, οὐδὲ ζηλωτέον τοὺς κατακυριεύοντας κοὶ κατεξουσιάζοντος κοὶ βασιλεῖς· ἀλλ’ ὅση δύναμις καὶ ἐν τούτοις Χριστὸν μιμητέον τὸν εὐεντευκτοτατον κοὶ γυναιξὶν ὁμιλοῦντα καὶ παιδίοις ἐπιτιθέντα χεῖρας. εἰ κοὶ μείονα δὲ ἔχει λόγον τὸ Ἰησοῦν βεβληκέναι ὕδωρ εἰς νιπτῆρα« καὶ »τοὺς πόδας τῶν μαθητῶν« κεκαθαρκέναι, οὐδὲν ἧττον κοὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγοντος· ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος καὶ ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ« καὶ τὰ ἐξῆς· διὰ τούτων γὰρ διδάσκει μιμητὰς αὐτοῦ τῆς ἐπαινετῆς ταπεινότητος γίνεσθαι τοὺς μαθητάς. τάχα δὲ καὶ ἐπεὶ κύριος ὢν ἐδούλευσεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ γένει ἡμῶν, κατὰ τοῦτο λέγεται μορφὴν δούλου« ἀνειληφέναι καὶ τεταπεινωκέναι ἑαυτὸν γενόμενον ὑπήκοον μέχρι θανάτου«. καὶ εἴπερ διὰ τοῦτο ’ὁ θεὸς αὐτὸν ὑπερύψωσεν«, ὁ βουλόμενος ὑψοῦσθαι τὰ παραπλήσια ποιησάτω τῷ διὰ τόδε τινὰ ὑπερυψοῦσθαι.
Καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώ- [*](12 ff Vgl. Joh. 13, 5 – 17 Joh. 13, 13f – 23 ff Vgl. Hier. in Matth. 157 B: quando »formam servi acxepiU etc. — 26ff Vgl. Phil. 2, 8f — 33 ff Vgl. Hier. ia Matth. 157 B: nota, quod crebro diximus, eum, qui ministret, filium appel- lari hominis) [*](11 τὸ] τὸν H 13 κεκαθαρκέναι] lavantem atqvs tergentem lat.) [*](22 suis < G 27 <oboediens factus) Kl, vgl. gr. 29 deus Kl, vgl. gr., dominus x 33 et < L)
v.10.p.498
που <οὺκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι· ἐπεὶ> εἰ κοὶ διηκονήθη, ἡνίκα »ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ« καὶ πόλιν διηκονήθη ὑΠὸ τῆς Μάρθας, ἀλλ’ οὐ διὰ τοῦτο ἐλήλυθε τὸ διακονηθῆναι· ἐπεδήμησε γὰρ τῷ γένει τῶν ἀνθρώπω ἶνα διακονήση̣ καὶ ἐπὶ τοσοῦτον ὀδεύσῃ διακονῶν ἡμῶν τῇ σωτηρίᾳ, ὡς δοῦναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν τῶν πιστευσόντων εἰς αὐτόν. κοὶ εἰ καθ’ ὑπόθεσιν πάντες ἐπίστευον εἰς αὐτόν, δεδώκει ἂν τὴν Ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πόντων. τίνι δέ ἔδωκε τὴν Ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν; οὐ γὰρ δὴ τῷ θεῷ· μήτι οὖν τῷ πονηρῷ; οὗτος γὰρ ἐκρότει ἡμῶν, ἕως δοθῇ τὸ ὑπέρ ἡμῶν αὐτῷ λύτρον ἡ τοῦ Ἰησοῦ ψυχή, ἀπατηθέντι <δηλονότι καὶ φαντασθέντι> ὡς δυναμένῳ αὐτῆς κυριεῦσαι καὶ οὐχ ὁρῶντι ὅτι οὐ φέρει τὴν ἐπὶ τῷ κατέχειν αὐτὴν βάσανον. διὸ καὶ »θάνατος αὐτοῦ« δόξας κεκυριευκεναι »ουκετι κυριευει« γενομενου <μόνου> ἐν νεκροῖς« ἐλυθέρου καὶ ἰσχυροτέρου τῆς τοῦ θανάτου ἐξου-
[*](3 Matth. 4, 11 - 5 Vgl. Joh. 12, 2 – 12ff Vgl. Hier. in Matth. 157 B: et tioti dixit mnimani sumn redemptionem darea pro omnihus, sed npro multis«, id est pro his, qui credere voluerint — 28f Vgl. Rom. 6, 9 — 30 Vgl. Ps. 87, 6) [*](1 <οὐκ — ἐπεὶ> Kl, vgl. lat. 11 ὁδεύσῃ] crevit lat. 21 δὴ = convenit dicere lat. 24 <δηλονότι καὶ φαντασθέντι> Diehl Koe, vgl. lat. 30 <μόνου> Kl, vgl. lat. | ἐν + omnibus lat.) [*](21 ne < R G 23 pro x* < ρ 26 posset B 27 quia] quoniam B 31 omnes v* < L) v.10.p.499
σίος, καὶ επὶ τοσουτον ἰσχυροτέρου ὥστε καὶ πάντας τοὺς βουλομένους αὐτῷ ἀκολουθεῖν τῶν κρατουμένων ὑπὸ τοῦ θανάτου δύνασθαι ἐλευθεροῦν, οὐδὲν ἰσχύοντος κατ’ αὐτῶν ἔτι τοῦ θανάτου. πᾶς γὰρ ὁ μετὰ τοῦ Ἰησοῦ <ὤν> ἀνεπίληπτός ἐστι θανάτω. ἐν μὲν οὖν τοῖς ἐξεταζομένοις τοῦ εὐαγγελίου ῥητοῖς γέγραπται ὁ σωτὴρ ἡμῶν δεδωκέναι τὴν ἑαυτοῦ Ψυχὴν λύτρον ἀντὶ πολλῶν. παρὰ δὲ τῷ Πέτρῳ εἴρηται ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ καὶ χρυσίῳ, ἐλυτρώθημεν ἐκ τῆς ματαίας ἡμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι«· καὶ ὁ ἀπόστολος δέ φησι· »τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων«. οὐκοῦν ἠγοράσθημεν μὲν τῷ τιμίῳ τοῦ Ἰησοῦ αἵματι, δέδοται δέ λύτρον ὑπέρ ἡμῶν ἡ Ψυχὴ τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οὔτε τὸ πνεῦμα αὐτοῦ πρότερον γὰρ αὐτὸ παρέθετο τῷ πατρὶ λέγων· »πάτερ, εἰς χεῖράς σου προτίθεμαι τὸ πνεῦμα μου«) οὔτε τὸ σῶμα οὐδὲν γὰρ εὕρομέν πω τοιοῦτον περὶ αὐτοῦ γεγραμμένον). καὶ ἐπεὶ δέδοται ἡ Ψυχὴ αὐτοῦ λύτρον ἀντὶ πολλῶν, οὐκ ἔμενε δὲ παρ’ ἐκείνῳ ᾧ ἐδέδοτο λύτρον ἀντὶ πολλῶν, διὰ τοῦτό φησιν ἐν πεντεκαιδεκάτῳ Ψαλμῷ τὸ οὐκ ἐγκαταλείψεις τὴν Ψυχήν μου εἰς ᾅδην«.
[*](13 I. Petr. 1, 18f - 18 I. Kor. 7, 23 - 25 Luc. 23, 46 - 34 Ps. 15, 10)[*](4/5 ἐλευθεροῦν Kl, vgl. lat. ἀκολουθεῖν Μ H 7 <ὤν> Diehl 20 < Μ 33 ἐν πεντεκαιδεκάτῳ propheta lat.)[*](5 a morte] lat. las: ὑπὸ τοῦ θανάτου <ἀπὸ τοῦ θανάτου> 35 inferno B)v.10.p.500
Γενόμενος δέ ἅπαξ κατὰ τὸν τόπον ὑπομνήσαιμ’ ἂν τοὺς φαντασίᾳ δοξολογίας τῆς Περὶ τοῦ Χριστοῦ συγχέοντας τὰ Περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως τοῖς περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δέ κοὶ τοῦ πνεύματος αὐτοῦ, κοὶ ἔν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθέν καὶ ἐπιδημῆσαν τῷ βίῳ, ὅτι μὴ ὑγιῶς λέγουσι. πυθώμεθα γὰρ αὑτῶν εἰ ἡ θειότης τῆς εἰκόνος τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ ἡ ὑπεροχὴ τοῦ πρωτοτόκου πόσης κτίσεως«, εἰ ἐκεῖνος ἐν ᾧ »ἔκτισται τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι« λύτρον ἐδόθη ἀντὶ πολλῶν· καὶ τίνι ἐδόθη ἐκείνη λύτρον πολεμίῳ κατέχοντι ἡμᾶς αἰχμαλώτους ἕως λάβῃ τὸ λύτρον , καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον κοὶ τοσοῦτον ἐκεῖνος λύτρον ἀντὶ τῶν αἰχμαλώτων λαβεῖν. κοὶ οὐ ταῦτά φημι ὡς καταφρονῶν τῆς Ψυχῆς Ἰησοῦ κοὶ σμικρύνων αὐτήν, ἀλλὰ βουλόμενος τάυτην μὲν κατὰ τὸ ἐνδεχόμενον λύτρον δεδόσθαι ὑπὸ τοῦ ὅλου σωτῆρος, τὴν δέ ὑπεροχὴν καὶ τὴν θεότητα ἐκείνην μηδ’ ἂν δεδυνῆσθαι λύτρον δοθῆναι. πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἔν εἶναι Ἰησοῦν τὸν Χριστὸν καὶ τὴν Ψυχὴν αὐτοῦ πρὸς τὸν πρωτότοκον »πάσης [*](4f. 11 ff Vgl. Kol. 1, 15f – 35 f Vgl. Kol. 1, 15) [*](5 τῆς < H 7 αὑτοῦ 10 πυθώμεθα Elt πυθόμεθα MH)
v.10.p.501
κτίσεως« ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον εἰ δεῖ οὕτως ὀνομάσαι) εἶναι ἐν ὅλον τοῦτο, ἤπερ ὁ κολλώμενος τῷ κυρίῳ ἔν πνεῦμά ἐστιν«.
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ ἠκολούθησεν αὐτῳ ὄχλος πολύς. κοὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν« κοὶ <τὰ> ἑΞῆς (20, 29- 30 [34]).
Ἔστω μέν κοὶ τὰ τῆς ἱστορίας τῶν κατὰ τὸν τόπον ἀληθῆ, καὶ ἐκπορευομένῳ ἀπὸ τῆς Ἱεριχὼ τῷ Ἰησοῦ μετὰ τῶν μαθητῶν ἡκολουθηκέναι αὐτῷ ὄχλον πολύν. καὶ τυφλοὶ δύο παρὰ τὴν ὁδὸν καθεζόμενοι τῆς ἀπὸ Ἱεριχὼ ἐξόδου ἀκούσαντες ὅτι Ἰησοῦς παρέρχεται τὸν τόπον ἐκεῖνον, κοὶ αὐτοὶ κράξαντες εἰρηκέτωσαν· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ« καὶ συμπεφωνηκότων ἐν τῷ κεκραγότας τὸ ἀναγεγραμμένον εἰρηκέναι. καὶ διὰ τοὺς τυφλοὺς ἀξιώσαντας ἐλεηθῆναι στὰς ὁ Ἰησοῦς πεφωνηκέτω αὐτούς, ἵνα μὴ παράγων καὶ παρερχόμενος αὐτοὺς καλῇ ἀλλὰ καὶ ἑστηκώς, καὶ πυνθανόμενος εἰρηκέτω αὐτοῖς· τέ θέλετε ἵνα ποιήσω ὑμῖν; τήν τε ἀξίωσιν ἰδικώτερον ἤδη παριστάντες οἱ τυφλοὶ εἰρηκέτωσαν αὐτῶ θέλειν ἶνα ἀνοι- [*](3 I. Kor. 6, 17) [*](3 ὅπερ H 9 <τὰ> υ 11 vorher περὶ τῶν δύο τυφλῶν H 1 μὲν < Μ 13 1. κοὶ <ἔστω> ? Kl 21 υἱὸς H 22/23 κεκραγότας Kl Koe, vgl. S. 502, 8 κεκραγότες Μ H 28 καὶ 1 <Μ) [*](5 Et] XIIII secundum mathm. In illo tempore L | eis] illis L)
v.10.p.502
γῶσιν ἀπὸ τοῦ Ἰησοῦ οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ ὁ φιλάνθρωπος ἡμῶν καὶ συμπαθὴς σωτὴρ σπλαγχνισθεὶς ἐπὶ τοῖς τυφλοῖς, σπλαγχνισθεὶς δ’ οἶμαι) τῷ προειληφέναι ἐκείνους τὸ Προκαλούμενον τὸν ἴν’ οὕτως ὀνομάσω) ἔλεον τοῦ Ἰησοῦ, ὅπερ ἦν τὸ κεκραγότας εἰρηκέναι· ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ καὶ πεπιστευκότας ἠξιωκέναι ἴνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν, ἁψάμενος αὐτά τῶν τῶν ὀφθαλμῶν <καὶ> δύναμιν διὰ τῆς ἰατικὴν ἐνιεὶς τοῖς ὀφθαλμοῖς πεποιηκέτω τοὺς τυφλοὺς ἀναβλέπειν, κἀκεῖνοι εὐχαρίστως ἠκολουθηκέτωσαν τῷ Ἰησοῦ. καὶ πιστεύσας τις τούτοις καὶ γινώσκων δὲ τὸ »ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε«, ἐκ τοῦ πεπιστευκέναι »κατὰ τὴν ἀναλογίαν τῆς πίστεως« τὸ συνιέναι εἰληφέτω, καὶ εἰληφὼς λεγέτω τὰ περὶ τούτων κατὰ τὸν περὶ αὐτῶν τῆς πίστεως θεμέλιον περὶ αὐτῶν ἑρμηνεύων κατὰ τὸ ἐπίστευσα, διὸ ἐλάλησα«, καὶ ἔστω ὁ τοιοῦτος οὐ μόνον πιστεύων τῷ Ἰησοῦ καὶ τοῖς κατὰ τὸν τόπον τοῦτον ἀναγεγραμμένοις, ἀλλὰ καὶ γινώσκων τὸν περὶ αὐτῶν νοῦν. ὁ γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀληθείᾳ κοὶ διὰ τῶν ἔργο)ν τοῦ λόγου ἐμμένων »τῷ λόγῳ« κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν γινώσκει τὴν ἀλήθειαν« καὶ ὑπ’ αὐτῆς ἐλευθεροῦται.
[*](18 Jes. 6, 9 ? - 20 Vgl. Rom. 12, 6 - 23 f Vgl. Hebr. 6, 1 ; II. Tim. 2, 18. 19? - 25 Ps. 115, 1 - 31 ff Vgl. Joh. 8, 31 f)[*](13 <καὶ> Koe 14 ἰατρικὴν 16 ηὐχαρίστως Μ 23 κατὰ Μ w. e. scli. μετὰ H 24 <τὰ> περὶ Koe 29 ribv H 30 μένον H 32 ἐμμένον H)v.10.p.503
Καὶ ἡμεῖς δέ, ἐπεὶ μὴ πιστεύοντες μὲν οὐ συνίεμεν τοῦ βουλήματος τῶν λεγομένων συνιέντες δέ ἐκ τοῦ πιστευειν ουνιεμεν, φέρε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπου. εὐξάμενοι τῷ ῥυομένῳ ἡμᾶς ἀπὸτοῦ κεκαλύφθαι ἡμῖν τὸ εὐαγγέλιον«, καθὸ χωροῦμεν παραστήσωμεν. καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ ἐκπορευομένων ἀπὸ Ἱεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ σωτῆρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄχλον. ὅρα τοίνυν εἰ δύνασαι, μεμνημένος τῶν ἡμῖν ὑπαγορευθέντων εἰς τὴν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ παραβολὴν τὴν »ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ, καὶ περιέπεσε λῃσταῖς«, ἐπιστήσας λέγειν μήποτε κοὶ ἐνταῦθα Ἱεριχὼ σύμβολόν ἐστι τοῦ περιγείου τόπου συνήθως καλουμένου κατὰ τὴν γραφὴν κόσμου. ὁ μὲν οὖν καταβαίνων »ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ« Ἀδὰμ (τουτέστιν ἄνθρωπος) περιπέπτωκε »λῆσταῖς«. διὰ δὲ τοὺς ἐν Ἱεριχὼ πολλοὺς πολὺς γὰρ ὄχλος ἐν Ἱεριχὼ) ὁ Ἰησοῦς ἡμῶν ἅμα τοῖς μαθηταῖς γενόμενος ἐν αὑτῇ ἐκπορευέσθω πραγματευόμενος (διὰ δὴ τοῦ εἰς τὴν Ἱεριχὼ εἰσεληλυθέναι) τὸ τοὺς βου- [*](6f Vgl. II. Kor. 4, 3 - 13 ff Vgl. Orig. hora. XXXIV m Luc. (IX, 201, 17 ff) — 16 Luc. 10, 30 — 27 Die Bemerkung iiber die nvolkreiche »volkreiche erscheint als exegetischer Schluß, anders Harnack TU. 42, 4, 84 A. 2) [*](2 οὐ] 1. 1. οὐ<δὲν> ? Kl 24 ᾿Αδὰμ] fuit Adarn . . . qui lat. 29 ἐκπορευέσθω Hu, vgl. lat. ἐμπορευέσθω Μ H 30 δὴ Koe δὲ Μ H 31 τὸ τοὺς] I. πολλοὺς <ἐν αὐτῇ πιστοὺς> Koe) [*](9 dicamus + Oraelia Origenis de eadera lectione L 19 intelhgatur B 28/29 descendit in eam cum discipulis suis L)
v.10.p.504
λομένους ἕπεσθαι ὁδηγεῖν. οὐ γὰρ οἴδασιν οἱ ἐν Ἰεριχῶ ἐξελθεῖν ἀπὸ τοῦ κοσμικοῦ φρονήματος, ἐὰν μὴ θεόσδοτα οὐ μόνον τὸν Ἰησοῦν ἐκπορευόμενον ἀπὸ τῆς Ἱεριχὼ ἀλλὰ κοὶ ἰοὺς μαθητὰς αὐτοῦ. ταῦτα δέ θεωρήσαντες ἀκολουθοῦσιν αὐτῷ ὄχλος Πολύς. καὶ ἔστι κατανοοῦντα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλοντας καὶ τοῦ κόσμου καὶτῶν περιγείων <ὅλων> καταφρονεῖν ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ καὶ κατ’ ἴχνη βαίνοντας αὐτοῖς ἐκπορευομένοις ἀπὸ Ἱεριχώ, βλέΠειν τὰ κατὰ τὸν τόπον. ἀκολουθοῦσι μέντοι ὁ πολὺς ὄχλος τῷ Ἰησοῦ, ἵν’ ὀπίσω αὐτοῦ βαδίζοντες καὶ αὐτῷ ὁδηγῷ χρώμενοι ἀναβῶσιν εἰς τὴν Ἱερουσαλήμ * * * .
(μετ᾿ ὀλίγα ἐπιφέρεται ὅτι ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς καὶ τὰ ἑξῆς).
Εἶθ’ ἑξῆς γέγραπται, οἱονεὶ δεικνύντος τοῦ λόγου τοὺς ὅσον οὐδέπω θεραπευθησομένους τυφλοὺς το καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι Παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς, κύριε, υἱὲ Δαυΐδ. καὶ πρόσχες ἐν τούτοις τῷ καὶ ἰδοὺ δύο τυφλοί, εἰ μὴ δεῖξιν περιέχει τὸ ἰδού. εἴπερ οὖν δεικνύντι τῷ λόγῳ [*](20 Vgl. Gal. 4, 26 ? - 21 Matth. 21, 1) [*](1 l. ὁδηγῶν ? Kl ὁδηγοῦντι <αὐτῷ> Koe 11 <ὄλων> Koe, vgl. 20 * * * Kl, vgl. lat. 1 οὖν] 1. γοῦν ? Kl 24 δύο] τοὺς H 33 υἱὲ M a υἱὸς M c H) [*](7 eum] eos y 29/30 secus viam sedebant L)
v.10.p.505
τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα καὶ βλέπειν αὐτούς, φήσομεν ὅτι Ἰσραὴλ κοὶ Ἰούδας οἱ πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυφλοὶ ἦσαν, πλὴν καθεζόμενοι παρὰ τὴν ὁδὸν τῷ ἐν νόμῳ καὶ προφήταις ποιεῖσθαι τὰς διατριβὰς · τυ φλοὶ μὲν τῷ μὴ βλέΠεσθαι αὐτοῖς πρὸ τῆς Ἰησοῦ εἰς τὰς ψυχὰς αὐτῶν ἐπιδημίας τὸν ἐν νόμῳ καὶ τοῖς προφήταις ἀληθῆ λόγον· κεκραγότες δὲ τὸ ἐλέησον ἡμᾶς, κύριε, υἱέ Δαυΐδ παρὰ τὸ συναισθέσθαι ἑαυτῶν <τυφλῶν>, μὴ βλεπόντων τὸ βούλημα τῶν γραμμάτων καὶ βουλομένων ἀναβλέπει καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν. ὡς ἔτι δὲ τυφλοὶ καὶ μηδέν μέγα περὶ τοῦ Ἰησοῦ φανταζόμενοι, ἀλλὰ τὸ κατὰ σάρκα αὐτοῦ μόνον νοοῦντες, καλοῦσι τὸν γενόμενον ἐκ σπέρματος Δαυΐδ κατὰ σάρκα«, ἐπεὶ μηδέν τούτου πλέον συνιεσαν, υἱὸν Δαυΐδ καὶ πᾶσα αὐτῶν ἡ δοκοῦσα διὰ τὴν θεοσέβειαν μεγαλοφωνία οὐδὲν πλέον ἤδει λέγειν περὶ τοῦ σωτῆρος ἢ ὅτι υἱὸς ἦν τοῦ Δαυΐδ. ἐὰν δέ λέγω δύο τυφλοὺς | τὸν πρὸ τῆς Ἰησοῦ εἰς τὴν ψυχὴν αὐτῶν ἐπιδημίος Ἰσραὴλ καὶ Ἰούδαν, ἄναγε σαυτὸν ἐπὶ τὰς <δύο> βα-
[*](5f Vgl. Hier. in Matth. 158 A: secus viam, quia videhantiir quidem legis habere notitiam etc. - 21 Vgl. Rom. 1, 3 – 32 ff Vgl. III. Regn. 12) [*](3f Ἰούδας οἱ Kl, vgl. Vgl. lat., 30 u. S. 511, 10 Ἱουδαῖοι Μ Η 14 <τυφλῶν> Kl, vgl. lat. 23/24 συνίεσαν, vtdvintellegebant quamlat. 32 <δύο> d. h. <β΄> Kl, vgl. lat.) [*](6/7 legis] lat. las τὴν st. τῷ’ vgl. S. 508, 20; 511, 16 ff | probhetarum <causa> Koe 29 caecos autem L c | 1. dicimus Elt 29 ff lat. Kürzt) v.10.p.506
σιλείας, καὶ κατανόησον κατὰ τοὺς χρόνους Ῥοβοὰμ διαιρούμενον τὸν λαὸν Ἰσραὴλ καὶ Ἰούδαν · καὶ ἑξῆς ὅρa τοὺς προφήτας. ὁτέ μὲν τῷ Ἰσραὴλ ὁτέ δὲ Ἰούδᾳ Ἰούδᾳ προφητεύοντας, ὅΠου δέ ἅμα ἀμφοτέροις. ἰδίᾳ μὲν οὖν πῶς ἑκατέρῳ προφητεύουσιν εὕροις ἂν προσέχων τῇ ἀναγεννήσει τῶν προφητῶν, ἅμα δὲ Ἰσραὴλ καὶ Ἰούδᾳ, ἡνίκα διὰ τοῦ Ἰησοῦ ἐπαγγέλλεται ὀ θεὸς συντελέσειν ἐΠὶ τὸν οἶκον <Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον> Ἰούδα διαθήκην κοινήν, οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησεν« ὁ θεὸς τοῖς πατράσιν« ἐπιπορευομένοις ἐκ γῆς Αἰγύπτου. καὶ τυφλοὶ γε ὄντες ὁ Ἰσραὴλ Περὶ οὗ πολλάκις ἀποδεδώκαμεν ἀντιδιαστελλόμενοι αὐτὸν πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ) κοὶ Ἰούδα ὁμοίως ἀκούσαντες φησὶν) ὅτι Ἰησοῦς παράγει, ἔκραξαν· ἀκούσοντες φησὶν ὅτι] γὰρ (οἶμαι) τῶν κηρυσσόντων τὰ περὶ τῆς Ἰησοῦ ἐΠιδημίας καὶ ὅτι παράγει τὴν παρελευσομένην Ἱεριχὼ ἐπιδημῶν μέν <ἐν> αὐτῇ. ἐξελευσόμενος δέ ἀπ’ αὐτῆς), εὐλογοῦνται μὴ Παρέλθῃ αὐτοὺς μὴ ἐλεηθέντας · διὸ κεκράγασι πρὸς αὐτὸν λέγοντες · ἐλέησον ἡμᾶς, κύριε, υἱὸς Δα-
[*](12ff Hebr. 8, 8f (Jer. 38, 31f) — 17ff Vgl. Hier. in Matth. 158 B: hi quia per se videre non\ poterant, audierunt praeconia salvatoris et confessi sunt filium David) [*](12 <Ἰσραὴλ — οἶκον> Hu, vgl. Hebr. 8, 8 22 f φησὶν — ἀκούσαντες < H 24 φησιν ὅτι] Kl, vgl. lat. 28 <ἐν> Diehl, vgl. lat.) v.10.p.507
υΐδ. εὐεργετῶν δέ ὁ σωτὴρ οὐ παράγει, ἀλλ’ ἵπταται, ἵνα στάντος αὐτοῦ μὴ παραρρέῃ ἡ εὐεργεσία καὶ παρέρχηται, ἀλλ’ ὡς ἀπὸ πηγῆς ἑστώσης ἐγγένηται τοῖς εὐεργετουμενοις.
Στὰς οἶν ὁ Ἰησοῦς καὶ πληγεὶς ἀπὸ τῆς κραυγῆς αὐτῶν καὶ τῆς ἀξιώσεως καλεῖ αὐτοὺς πρὸς ἑαυτόν, τὴν ἀρχὴν τῆς εὐεργεσίας ἤδη ποιούμενος ὅτε ἐφώνησεν αὐτούς· οὐκ ἂν γὰρ κενῶς ἐφώνησε καὶ ἐπὶ τῷ μηδέν ἀνυσθῆναι ἐν τοῖς φωνηθεῖσίν. ὡς εἴθε καὶ ἡμῶν πρὸς αὐτὸν κεκραγότων κοὶ λεγόντων · ἐλέησον ἡμᾶς, κύριε, φωνήσοι ἡμᾶς ἀρχομένους ἀπὸ τοῦ υἱὸς Δαυΐδ καὶ στὰς γε φωνήσαι ἡμᾶς ὡς προσέχων ἡμῶν τῇ ἀξιώσει. εἶπεν οὖν ἐκείνοις· τί θέλετε ἵνα ποιήσω ὑμῖν; ὅπερ τοιοῦτον εἶναι νομίζω· τί θέλετε παραστήσατε, δηλώσατε, ἵνα πάντες οἱ ἐκπορευόμενοι ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντές | μοι ἀκούσωσι καὶ θεάσωνται τὸ [*](14 ff Vgl. S. 512, Iff (gegen Griesbach und Hautsch TU. 34, 2 a 70)) [*](4 παρέρχεται M a w. e. sch. 5 ἑστώσης <καταρρέουσα> Koe, vgl. lat. 15 πληγεὶς] 1. ληφθεὶς ? Diehl, vgl. lat. 18 ποιούμενος] ostendens lat.) [*](3 profluens L 8/9 increpabant G 17 eis] eius B < L | <quando — eos> Kl, vgl. gr. 31 manifeste GL)
v.10.p.508
γινόμενον. aXK ἐκεῖνοι ἀπεκρίναντο · κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὁφθαλμοὶ ἡμῶν· ἥντινα ἀπόκρισιν οἱ εὐγενεῖς μέν (τῷ εἶναι Ἰσραὴλ καὶ Ἰούδα) τυφλωθέντες δέ ὑπὸ τῆς ἀγνοίας καὶ συνῃσθημένοι αὐτῆς) καὶ ἀκούσαντες τῶν λεγόντων περὶ τοῦ σωτῆρος <κεκρά> γασι Πρὸς αὐτόν, καὶ λέγουσι θέλειν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ μάλιστα τοῦτό φασιν οἱ ἐν τῷ ἐντυγχάνειν τῇ ἱερᾷ γραφῇ μὴ ἀναισθητοῦντες ἑαυτῶν τυφλωττόντων πρὸς τὸν ἐν αὐτῇ νοῦν. οὗτοι γὰρ φασι τὸ ἐλέη - σον ἡμᾶς καὶ τὸ θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὡς εἴθε καὶ ἡμεῖς αἰσθανόμενοι, ἐν οἷς τυφλώττομεν καὶ οὐ βλέπομεν, παρ’ αὐτὴν καθεζόμενοι τῶν γραφῶν τὴν ὁδὸν <καὶ> ὅτι Ἰησοῦς Παράγει. διὰ τῆς ἡμετέρας ἀξιώσεως στήσαιμεν αὐτὸν καὶ εἴποιμεν ὅτι θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγομένης τοῦ βλέπειν ἃ χαρίζεται βλέπειν ἁλάμενος τῶν τῆς ψυχῆς ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθήσεται ὁ σωτὴρ ἡμῶν, καὶ ὡς δύναμις καὶ λόγος καὶ σοφία κοὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόντων ὀφθαλμῶν ἡμῶν.
[*](6 ἀγνοίας Kl, vgl. lat. κακίας Μ H 7 αὐτοῖς Μ 8 λεγομένων Μ 9 <κεκρά> γασι Koe, vgl. S. 507, 24 φασὶ MH 21 <καὶ> Koe, vgl. lat. 24 εἴποιμεν ρ εἴπαιμεν Μ H 28 βλέπειν] ? Diehl, vgl. lat.) [*](1 ingenue GL 31 st. αὐτῆς gr. Ζ. 7 las lat. ἑαυτῶν τῆς τυφλότητος Koe 16 et < y 19 ipsam] istam B) v.10.p.509
καὶ ἁψαμένου αὐτοῦ φεύξεται μέν τὸ σκότος καὶ ἡ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν ἀλλὰ κοὶ ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ ἀναβλέπειν ἡμᾶς παρ’ αὐτὸν συνεργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι ἢ ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσοντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ ὁδηγηθῶμεν ὑπ’ αὐτοῦ πρὸς τὸν θεὸν κοὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι’ αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν θεὸν μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ καθαρὰν ἔχειν τὴν καρδίαν. ἔχομεν οὖν τοὺς ἐκπορευομένους ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντας τῷ Ἰησοῦ ὄντας ὄχλον πολύν, τοὺς οὐκ Ἰσραὴλ οὐδὲ Ἰούδαν· τοὺς δέ δύο τυφλοὺς ἀκούσαντας ἅτι Ἰησοῦς παράγει καὶ ἐκδότης ὅτι υἱός ἐστι Δαυΐδ καὶ συναισθομένους τῆς ἑαυτῶν τυφλότητος καὶ ἀξιοῦντας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὑτῶν, Ἰσραὴλ καὶ Ἰούδαν ἰοὺς ἀποδεδομένους, ὧν κεκλεισμένοι οἱ ὀφθαλμοὶ κοὶ συμμεμυκότες διὰ τῆς ἁφῆς ἀναβλέπουσιν Ἰησοῦ. ταῦτα μὲν κατὰ τὸν Ματθαῖον.