Commentarium In Evangelium Matthaei (Lib. 12-17)

Origen

Origenes. Origenes Werke Vol 10.1-10.2. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935-1937.

Φέρε οὖν ἡμεῖς, οἱ σφόδρα ἀπολειπόμενοι τοῦ κατὰ τὴν παραβολὴν βάθους τῶν πραγμάτων καὶ σφόδρα ὀλίγα εἰς αὐτὴν φανταζόμενοι, πῆ μέν μετ' εὐχῆς τινα ἐκ μέρους ἀποδῶμεν, τινὰ δὲ ἐπ' ὀλίγον καὶ τῶν φαινομένων δείξαντες οὕτω παρέλθωμεν μετὰ τὸ εἰπεῖν καθηκόντως εἰς τὴν παραβολὴν καὶ ἐπὶ τὰ ἐξῆς αὐτῆς. <καὶ> πρῶτον τοίνυν ἴδωμεν περὶ τῆς ἐν τῇ ζητουμένῃ παραβολῇ ἡμέρας. καὶ ὅρα εἰ δυνάμεθα τὸν ὅλον ἐνεστῶτα αἰῶνα ἡμέραν τινὰ εἰΠεῖν, μεγάλην μὲν ὡς Πρὸς ἡμᾶς, μικρὰν δέ τινα καὶ ἀλιγοχρόνιον ὡς πρὸς τὴν τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος ζωήν. ταχα γαρ και τινων τῶν μακαρίων δυνάμεων καὶ [*](4 αἰνίξαιτό <τι> Kl naeh Koe, τὸ (Μ ξε-) H 11 ἀπολϊπόμενοι Μ 13 πραγμάτων] δογμάτων vgl. S. 444, 23f Elt 22 <καὶ> Kl nach Koe, vgl. 25 ὅλον + Jioc lat. 35 τινων Kl, vgl. lat. τισι M Η) [*](10 age] itaque B 22 videamus x * videbimus ρ 25 unum] lat. las ἡμέραν μίαν, vgl. S. 444, 27 Koe)

v.10.p.443
ἐπαναβεβηκυιῶν, συγκρίσει τῶν πολλῶν γένους τῶν ὐποκάτω τῆς ἀρχικῆς τριάδος. <τοῦτον γὰρ τὸν> ἔχει ὅλος ὁ ἐνεστὼς αἰὼν ὡς πρὸς τὴν ζωὴν αὐτῶν, ὅν λόγον ἔχει ἡ παρ’ ἀνθρώποις ἡμέρα πρὸς ὅλον τὸν δυνατὸν ἀνθρώπῳ ζῆν χρόνον. εἰ δὲ τοιοῦτόν τι μυστήριον ἐν Δευτερονομίῳ δηλοῦται κατὰ τὴν ᾠδὴν ἐν ᾗ γέγραπται · »μνήσθητε ἡμέρας αἰῶνος« ἢ μή ζητήσει ὁ δυνάμενος. εἶτα εἰ τοιαῦται αἱ ἡμέραι αἰῶνός εἰσιν, ἀκόλουθον ἂν εἴη τὴν παραπλήσιον ἐκδοχὴν ἐννοεῖν εἰς τὸ »ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα · νυκτὸς μετὰ τῆς καρδίας μου ἠδοδέσχουν, καὶ ἔσκαλλεν τὸ πνεῦμά μου. κοὶ εἶπα· μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος;« καὶ τάχα ἵνα τολμηρότερον εἴπω) εἰς μὲν »τοὺς αἰῶνας« οὐκ »ἀπώσεται κύριος« πολὺ γὰρ καὶ εἰς ἕνα αἰῶνα ἀπώσασθαι κύριον), ἀπώσεται δὲ τάχα καὶ εἰς δεύτερον αἰῶνα, ὅτε οὐκ ἀφίεται ἡ τοιάδε ἁμαρτία »οὔτε ἐν [*](16 Deut. 32, 7 - 21. 27 Ps. 76, 7 f. — 31 Matth. 12, 32) [*](2 γένους τῶν ὑποκάτω Kl Koe γενητῶν τὰ κατὰ H γεννητῶν τὰ κατὰ Μ 3 <τοῦτον γὰρ τὸν> Koe, 4 ὄλος ὁ ~ Μ 6 παρὰ Μ 19 ἡμέραιῶνος H | εἰσιν, Kl Koe, vgl. lat., ὡς MH 23 ἔσκαλλε H 31 f ἐν τῷ < H) [*](4 hominum R (G) omnium B L 18 et] 1. ita ? Kl; so oft für gr. 20 intellegere + eorum R G)
v.10.p.444
τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«.

Τίς οὖν ἄρα ἱκανὸς τὰς ἔξ ἡμέρας καὶ τὴν τῆς ἀναπαύσεως ἐβδόμην ἐπὶ τοιαύτας ἀναγαγεῖν ἡμέρας καὶ μετὰ τὰ σάββατα τὰς νουμηνίας καὶ τὰς ἐν τῷ πρὡτῳ μηνὶ ἑορτὰς καὶ <τὸν ἐν> τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ πάσχα καὶ ταῖς ἐξῆς τῶν ἀξύμων; οὕτω δέ ἀνάλογον εἰς ἔβυσσόν τις ἐμπεσεῖται νοημάτων καὶ τὰς λοιπὰς ἐορτὰς ἐν τοιαύταις φανταζόμενος ἡμέροις καὶ ὅλον τὸν ἐβδομαδικὸν ἐνιαυτόν, ἐν ἐν ᾦ πτωχοῖς καὶ προσηλύτοις καὶ τοῖς θηρίοις τῆς γῆς χαρίζεται ὁ θεὸς τοὺς ἐκ προτέρας γεωργίας ἀνατέλλοντας καρποὺς ἐν καιρῷ μὴ γεωργουμένης τῆς <τῆς γῆς>. τις δἐ δύναται ἀναβῆναι ἐπὶ τὸν ἀριθμὸν τῶν τῆς ἀβύσσου ἐν τῇ πεντηκονταετηρίδι ἡμερῶν ἀβύσσου δέ λέγω διὰ τὸ βάθος τῶν δογμάτων), ἔνα τις ἀναβῇ καὶ ἵδῃ τὸν πεντηκοστὸν ἐνιαυτὸν καὶ τὰ ἐν αὐτῷ νενομοθετημένα πληρούμενα ; ἀλλὰ γὰρ ζητοῦντες τὴν μίαν τῆς ἐκκειμένης παραβολῆς ἠμέραν καὶ νομίσαντες αὐτὴν ὅλον τὸν ἐνεστῶτα αἰῶνα, ἐλάθομεν ἐμβάντες εἰς βάθη θεοῦ, δεόμενοι πνεύματος τοῦ »πάντα« ἐρευνῶντος, »καὶ τὰ βάθη τοῦ [*](14 ff Vgl. Lev. 25, 6f — 20ff Vgl. Lev . 25, 10ff - 32 Vgl. I. Kor. 2, 10) [*](4 ἀναπαύσεως Kl, vgl. lat. ἀναστάσεως M H 6 σάββατα <καὶ> 8 〈τὸ ἐν〉 Kl, vgL lat. 10 καὶ <ἐν> Koe, vgL lat. 14 ἑβδομαδικὸν Ru ἑβδοματικὸν MH 19 γεωργουμένης <τῆς γῆς> Kl nach Hu Koe, vgl. lat. γεωργουμένην Μ H) [*](2 nec in futuro saeculo G L 14 septiraanalem annum y* septimanale magnum L 17 sunt y* sint L 23/24 altitudines y 26 in lege] intellege Ga intellegi (R) Gc 32. spiritum Gc B)

v.10.p.445
θεοῦ«. ἐγὼ δ’ οἶμαι ὅτι, ὥσπερ ἐπ ἐξόδῳ συντελείας τοῦ ἐνιαυτοῦ εἴρηταί τινα δεῖν γίνεσθαι, οὕτως οἱονεὶ) <καὶ> »ἐπὶ« πλειόνων »αἰώνων εἴτε ἐνιαυτόν τινα συμπληρούντων εἴτε ὅ τι δήποτε, »εἰς ἀθέτησιν ἁμαρτίας ἐφανερώθη« ὁ Ἰησοῦς ἡμῶν, ἵνα μετὰ τὴν ὡς <ἑνὸς> ἐνιαυτοῦ ἡμερῶν συντέλειαν τῶν αἰώνων πόλιν ἄλλη ἀρχὴ διαδέξηται, καὶ »ἀνδείξηται ὁ θεὸς έν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χρηστότητος αὐτοῦ« εἰς οὒς αὐτὸς οἶδε δεῖν ἐνδείξασθαι. κοὶ ταῦτα μέν διὰ τὴν ἐν τῇ <ἐκκειμένῃ> παραβολῇ λελέχθω ἡμέραν, ἅτινα δύνασαι κατασκευάσαι καὶ ἐκ τῆς Ἰωάννου ἐπιστολῆς φάσκοντος· παιδία, ἐσχάτη ὥρα ἐστί, καὶ καθὼς ἠκούσατε ὅτι ἀντέχριστος ἔρχεται, καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασιν· ὅθεν γινώσκομεν ὅτι ἐσχάτη ὥρα ἐστίν«. ἐσχάτη γὰρ ὥρα μετὰ τὴν έν - δεκάτην τῆς προκειμένης παραβολῆς, ἐπεὶ περὶ τὴν ἑνδεκάτην ὁ κατὰ τὴν παραβολὴν οἰκοδεσπότης ἄνθρωπος ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, κοὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;

[*](4ff Hebr. 9, 26 — 11 Eph. 2, 7 — 18 I. Joh. 2, 18)[*](3 γενέσθαι Μ 4 <καὶ> Koe, lat. 6 δείποτε Ha 8 <ἑνὸς> Kl vgl.lat. 15 > Diehl Kl Koe, vgl. lat. u. S. 440, 20; 444, 28 17 καὶ < Μ 23 ὥρa + est lat.)[*](13 deus < L 16 <in> vgl. gr. 18 qui] quae y 19 quae Kl Koe, vgl. gr. quem x 25 cognovimus G L)
v.10.p.446

Μετὰ δὲ τοῦτο ζητοῦμεν, πῶς οὐ κατὰ ἀποκλήρωσιν ὁ οἰκοδεσπότης πέντε τάγμασιν ἐργατῶν παραδίδωσι τὰ ἔργa τοῦ ἀμπελῶνος· πρώτῳ μέν ὅτε ἐξῆλθεν ἅμα ποωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα, δευτέρῳ δέ ὅτε ἐξελθῶν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς, τρίτῳ δἐ καὶ τετάρτῳ ὅτε Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐν - νάτην ὥραν ἐποίησεν ὡσαύτως, πέμπτῳ δὲ τῷ περὶ τὴν ἑνδε- κάτην, ἡνίκα ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας, καὶ λέγει αὐτοῖς· τί ὧδε εστηκατε ολην την ημεραν ἀργοί; καὶ ὅρα εἰ δύνασαι πρῶτον μέν τάγμα εἰπεῖν τὸ κατὰ τὸν Ἀδὰμ ἅμα τῇ κασμοποιίᾳ· ἐξῆλθε γὰρ ἅμα πρωῒ ὁ οἰκοδεσπότης καὶ ἵν' οὕτως ὀνομάσω) τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐμισθώσατο, ἵν’ ἐργάσωνται τὸν ἀμπελῶνα τῆς θεοσεβείας βείας · δεύτερον δὲ τάγμα τὸ κατὰ τὸν Νῶε καὶ τὴν πρὸς αὐτὸν διαθήκην, [*](23 ff Vgl. Hier. in Matth. 153 A: sunt qui hanc parabolam aliter edissein rant : prima hora volunt missum esse in vineam Adam et reliquos patriarchas usque ad Noe, tertia ipsum Noe usque ad Abraham et circumcisionem ei datam, sexta ab Abraham usque ad Moysen, quando lex data est etc.) [*](1 1. ζητῶμεν ? Kl, vgl. lat. 5 ὅτι Μ προῒ Η 9 ὅτι Μ —27 ἅμα — Ἀδάμ <H) [*](4 tradidit R Gc | l. primo? Kl, vgl. Ζ.9 10 vidit] et vidit RGc 13 <horam> Koe, vgl. gr. 15 quinto Elt, vgl. gr. quando Μ H 18 <quando> Elt vgl. gr.)

v.10.p.447
κοὶ τρίτον τὸ κατὰ τὸν Ἀβραὰμ ᾦ συνεξακούεται τὰ κατὰ τοὺς πατέρας μέχρι Μωσέως συμπαρειλῆφθαι, τέταρτον δέ τὸ κατὰ τὸν Μωσέα κοὶ πᾶσαν τὴν Αἰγύπτου οἰκονομίαν κοὶ τὴν ἐν τῇ ἐρήμῳ νομοθεσίαν, τελευταῖον δέ τάγμα τὸ κατὰ τὴν παρουσίαν ἐστὶ Χριστοῦ Ἰησοῦ τὸ περὶ τὴν ἑνδεκάτην. πλὴν εἷς ἄνθρωπος οἰκοδεσπότης (ὅσον ἐπὶ τῇ προκειμένῃ πεντάκις ἐξελήλυθε καὶ ἐπὶ τὰ τῇδε ἐλήλυθε πράγματα, ἵν ἐργάτας ἀνεπαισχύντους, ὀρθοτομοῦντας »τὸν λόγον τῆς ἀληθείας« ἐξαποστείλῃ ἐπὶ τὸν ἀμπελῶνα, τους εργασομενους αυτου τα εργα. εἷς γὰρ Κριστὸς ὁ ἀνθρώποις συγκαταβὰς πλεονάκις) τὰ τῆς κλήσεως τῶν ἐργατῶν ἀεὶ ᾠκονό- μησεν.

Εἐ δέ καὶ ἀπὸ τοῦ αἰσθητοῦ κόσμου καὶ ἀπὸ τῶν ἀπὸ αἰσθήσεως ἀρξαμένων τὰ ἔργα ποιεῖν σύμβολόν τι ἔχουσιν αἱ πέντε τῶν ἐρυ<ατ> ῶν παραλήψεις, ὁ δυνάμενος ἐπιστησάτω. γεγυμνάσθω δὲ κἂν μὴ βούληταί τις εἰς δόγματα παραδέξασθαι καὶ τὰ λεχθησόμενα. ἐρεῖ γάρ τις ὅτι ἁφὴ μέν ἐστι κατὰ [*](15 ff Vgl. II. Tim. 2,15 — 32-448,17 Vgl. Cluc Xr. 45 Or.) [*](12 εἶς ἄνθρωπος ~ H 14 κοὶ < 19 ἐργασομένους Hu, vgl. lat. ἐργαζομένους Μ H 21 πλεονάκεις H 22/23 ὠκοδόμησεν Μ 28 ἐργ <ατ> ῶν Kl, vgl. lat. 31 λεχθησόμενα + α nobis lat.) [*](3 vero] autem L + <ordinem> ? Kl, vgl. gr. 15 huius mundi] huiusmodi y 20 Si] lat. las εἰ st. εἶς Hu 30 1. <in> dogmata ? Kl. vgl. gr. dicentur Kl, vgl. gr. dicuntur x)

v.10.p.448
τὴν πρώτην κλῆσιν—διὸ »εἶπεν ἡ γυνὴ τῷ ὄφει« <τι> »εἶπεν ὁ θεός οὐ φάγητε ἀπ' αὐτοῦ οὐδ’ οὐ μὴ ἄψησθε αὐτοῦ«, ὄσφρησις δέ κατὰ τὴν δευτέραν — ὅθεν ἐπὶ τοῦ Νῶε »καὶ ὡσφράνθη κύριος ὀσμὴν εὐωδίας«, γεῦσις δέ κατὰ τὸν Ἀβραάμ —διὸ καὶ ἑστιῶν τοὺς ἀγγέλους παρατίθησιν αὐτοῖς ἐγκρυφίας ἀπὸ σεμιδάλεως καὶ τὸν ἁπαλὸν μόσχον, ἀκοὴ δέ ἐπὶ Μωσέως —ὅτε ἐκ τοῦ οὐρανοῦ ἀκουστὴ γέγονεν ἡ φωνὴ τοῦ θεοῦ, ὅρασις δέ ἡ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα κατὰ τὴν Χριστοῦ ἐπιδημίαν — ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ἀφθαλμοῖς. λελέχθω δέ καὶ ταῦτα, εἴτε γυμνασίας χάριν λογικῆς εἴτε βού- λεταί τις καὶ δογματικῆς, διὰ τὰς πέντε κλήσεις.

Οἶμαι δ’ ὅτι καὶ ἔργα τοῦ ἀμπελῶνος ἦν δεόμενα καθ' ὥραν ἐργατῶν. ἔδει γὰρ ἅμa τῇ ἕῳ ἔργα γίνεσθαι ἐν τῷ ἀμπελῶνι, καὶ εἶδεν [*](1 Gen. 3, 2 - 2 Gen. 3, 3 - 6 Gen. 8, 21 — 8ff Vgl. Gen. 18, 6ff — 11 Vgl. Ex. 9, 23 u. ö. — 16 Vgl. Matth. 13, 16; Luc. 10, 23 — 27 —449, 32 Vgl. Cluc Nr. 44 or. Ci Nr. 220 Or. ? — 27f Vgl. Gen. 2, 15) [*](2 ὅ〈τι〉 Kl 7 τὸν] τὴν κλῆσιν〉 τοῦ Koe, vgl. lat. 10 σεμιδάλεος Μ 15 ἐπιδημίαν + significatur lat. 19 καὶ δογματικῆς] <λαμβάνειν> ὡς δόγματα vgl. lat.) [*](1/2 mulier dixit L 2 quod Pasch < X 5 in secunda R G Pasch secunda B misericordia μ 11f — subeinericios] Kl, vgl. Pasch 11 vel R Gc Pasch < Ga B L subcinericias G 15 dei vox y 18 oculis beatis R Ga B oculi beati (Gc)L)

v.10.p.449
ὁ καλῶν οἰκοδεσπότης τοὺς ἐργάτας, γάτας, τίνες ἦσαν ἐπιτήδειοι πρὸς τὰ ἀπὸ τῆς ἔω ἔργα. ἄλλο δὲ ἔργον περὶ τὴν τρίτην ὥραν ἦν τὸ ἐπὶ τοῦ Νῶε, ὅτε ἔστησεν αὐτῷ ὁ θεὸς διαθήκην. εἶτα οἱ δέκα ἀπὸ τοῦ Νῶε ἐπὶ τὸν Ἀβραὰμ γενεαὶ καταλήγουσαι ἐπὶ τὸν Ἀβραάμ, ἀρχὴν ἄλλης ὑπερβαλλούσης κλήσεως · καὶ ἦν ἐργάτης τοῦ ἀμπελῶνος τότε ἀρξάμενος ὁ Ἀβραάμ. καὶ μετ’ αὐτὸν Μωσῆς μετὰ τῶν σὺν αὐτῷ παρελήφθη εἰς τὸν ἀμπελῶνα. ἔλειπε δέ τι τελευταῖον ἔργον τῷ ἀμπελῶνι, ὅπερ ἔχρῃζε νεαρᾶς κλή- σεως καὶ καινῆς, ἀκμαίως κοὶ ἀθρόως ἐν βραχεῖτὸ λεῖπον ἐν τῷ ἀμπελῶνι ἐργαζομένης· τοῦτο δὲ ἦν τὸ τῆς καινῆς διαθήκης. ἴσa μὲν οὖν διαστήματα τῶν περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην κληθέντων· ἀνάλογον δέ τῷ ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν τρίτην ὥραν τὸ ἀπὸ τῆς ἀννάτης Μωσέως ὥρας ἐπὶ τὴν ἑνδεκάτην τῆς Χριστοῦ Ἰησοῦ ἐν σαρκὶ ἐπιδημίας <διάστημα> . συμπεφώνηκε δὲ ὁ οἰκοδεσπότης τοῖς ἅμα τῇ ἔῳ παραληφθεῖσι — δηνάριον· τοῦτο δ’ οἶμαι) ἐστὶ τὸ τῆς σωτηρίας νόμισμα, οὐ συνεξεταζομένων αὐτῇ τῶν κατὰ τὴν δόξαν. σωτηρίας γὰρ [*](5f Vgl. Gen. 9, 9) [*](7 l. ἐπὶ τὸν Ἀβραὰμ] ? Kl, vgl. lat. 9 ὐπερβαλλούσης Kl, vgl. lat. ὑπέβαλλον Μ ὐπέβαλον H 18 βραχὺ Μ 22 τῷ] Τὸ Μ 23 ἀρχῆς + Adam lat. | τρίτην + Noe lat. 27 <δοάστημα> vgl. lat.) [*](1 et vidit Ga B L ut videret R Gc 7 ita] per R Gc 13 <adsumptus sumptus est> Kl nach Diehl, vgl. 18 deerant Diehl deerat x 20 cognovimus] lat. las ἴσμεν st. ἴσα μὲν Diehl 29 cum his < G L 31 novissima B L)
v.10.p.450
ὅνομα οἶμαι) τὸ δηνάριον, δόξης δέ τὸ ὐπὲρ τὸ δηνάριον, εἴ που ὠνομάσθη νομίσματα τοῦ πενταπλασιάσαντος τὴν δεδομένην μνᾶν ἢ δεκαπλασιάσαντος. ὁ δὲ λέγων τοῖς περὶ τὴν τρίτην παραληφθεῖσιν· ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν, προετρέψατο μέν τοὺς τῆς τρίτης ὥρας ἐργάτας ἐπὶ τὸ πᾶν ὅ τί ποτε δύνανται ἐργάσασθαι· ἑαυτῷ δὲ τετήρηκε τὸ κρίναι τὸν δίκαιον Πρὸς τὸ γενόμενον ἔργον μισθόν. ἐπεὶ δὲ ὡσαύτως ἐποίησε τοῖς περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, δηλονότι καὶ αὐτοῖς εἶπεν· ὁ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν. καὶ δύνανταί γε <ἴσον> ἔργον τῷ ἀμπελῶνι πεποιηκέναι τοῖς ἅμα τῇ ἕῳ ἐργασαμένοις οἱ ἐν ὀλιγωτέρῳ χρόνῳ ἐπιτείνειν βουλόμενοι τὴν εἰς τὸ ἔργον δύναμιν κοὶ ἐνέργειαν οὐ προκαμόντες, ὅπερ συμβέβηκε τοῖς ἅμα τῇ ἕῳ κεκλημένοις. ἀλλὰ ζητήσει τις, πῶς οὐ μόνον [*](2ff Vgl. Matth. 25, 28) [*](1 δόξης Kl, vgl. lat. δόξει ό Μ H 2 τὸ1 < Μ 3 ὠνομάσθη Kl, vgl. lat. ὀνομασθῆ Μ Η 4 μᾶν Μ προετρίματο Μ 18 ὥραν + (qui) venerunt lat. 20 <ἴσον> Hu, vgl. 22 ἐργαζομένοις Μ 25 προκαμόντες Kl, vgl. lat. προκαμοῦσιν Μ H 29 ζητήσει Kl, vgl. lat. ζητήσαι MH) [*](4 si[c] KI, vgl. gr. 7 qui y* quid L 10 1. incitavit ? Kl 12/13 [autem] . . . <autem> Kl, gr. 23 brevi<ori> Koe, vgl. 25 quod Koe qui Diehl quae x 26 fuerat G L | operati Kl ope- rata X)
v.10.p.451
ἀργοῖς ὐπάρχουσιν ἀλλὰ καὶ ἑστηκόσιν ὅλην τὴν ἠμέραν, τουτέστι παρὰ πάντα τὸν πρὸ τῆς ἐνδεκάτης ὥρας καιρόν, φησὶν ὁ οἰκοδεσπότης ἐξελθὼν περὶ τὴν ἐνδεκάτην ὥραν· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; ἐγὼ δέ ὐπονοῶ τὸν περὶ ψυχῆς ἀπόρρητον κοὶ ἐν τούτοις κεκρύφθαι λόγον, ὅτε ἤργουν ὅλην τὴν ἡμέραν μέχρι τῆς ἑνδεκάτης ὥρας, θέλοντες μέν ἐργάσασθαι, οὐ παραλαμβανόμενοι δέ εἰς τὸν ἀμπελῶνα οἱ τεθαρρηκότως ἀπολογούμενοι καὶ λέγοντες· οὐδεὶς ἠμᾶς ἐμισθώσατο. ἠμεῖς μέν οὖν ἐπολμήσαμεν τοιαῦτά τινα, καὶ ἐκ πολλῶν μὲν φαντασθέντες γραφῶν καὶ ἐκ τῆς προκειμένης δέ παραβολῆς, εἰπεῖν εἰς τὸ καταστῆσαι πῶς ὅλην τὴν ἡμέραν ἐστήκασιν ἀργοὶ παρὰ τὸ μηδένα αὐτοὺς μεμισθῶσθαι οἱ περὶ τὴν ἐνδεκάτην ὥραν κεκλη- μένοι.

Οἱ δέ μὴ ἀρεσκόμενοι τοῖς τοιούτοις δόγμασι λεγέτωσαν ἡμῖν τὴν ὅλην ἠμέραν καὶ τοὺς ἑστῶτας ὅλην τὴν ἠμέραν ἀργοὺς θέλοντας <μὲν> ἐργάσασθαι, μὴ <δὲ> εἰς τὸν ἀμπελῶνα παρρησιαζομένους ἐν τῷ οὐδεὶς ἡμᾶς ἐμισθώσατο. εἰ γὰρ συνεσπάρη ἡ ψυχὴ τῷ σώματι, πῶς ὅλην τὴν ἠμέραν εἰστήκεισαν ἀργοί; ἢ λεγέτωσαν ἠμῖν, τίς ἡ ὅλη ἡμέρα καὶ αἱ ἐν αὐτῇ διάφοροι κατὰ [*](10 ὅτε] lat. las πῶς δὲ (nach Ζ. 20. 33) Diehl Koe 12 μὲν + γὰρ H 29 <μὲν> Kl, vgl. lat. 30 > Koe, vgl. lat.) [*](2 Kl, vgl. gr. ibi Χ 10 esse Kl, vgl. gr. et x 15 fideliter L 23/24 horam undecimam L 34 1. steterant ? Diehl, vgl. gr. 35/36 illa dies L)

v.10.p.452
τὰς διαφόρους ὥρας κλήσεις τῶν ἐργατῶν. πότερον δέ μακάριοι μὲν οἱ ὑπὸ τοῦ κατὰ τὴν παραβολὴν οἰκοδεσπότυ μεμισθωμένοι ἦσαν δὲ καὶ ἄλλοι μεμισθωμένοι ἐργάται ἤτοι ὑπὸ ἐτέρων οἰκοδεσποτῶν ἢ τοῦ αὐτοῦ) καὶ ἤτοι οὐ μακάριοι ἢ οὐχ οὕτως μακάριοι, ὑπέρ ἡμᾶς ἐστι κατ ἀξίαν τὸ τοιοῦτον νοῆσαι ἢ καὶ ὡς νοοῦμεν γραφῇ τὰ νοούμενα παστεῦσαι. ἐγὼ ζητῶ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος, ὅπου <καὶ> οἱ ἐργάται ὑπὸ τοῦ ἐξελθόντος αὐτοὺς μισθώσασθαι, καὶ ἐπισκοπῶ μήποτε ἡ χώρα τῶν πρὸ τοῦ σώματος φυχῶν ἐστιν ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος, ἀμπελὼν δέ οὐ μόνον τὰ τῇδε, ἀλλὰ καὶ τὰ ἔξω τοῦ σώματος, ἔνθα οἶμαι) ἐργάζονται οἱ ἐργάται· οὐ γὰρ ἐν ἀργίᾳ εἰσὶν αἱ ἀπαλλαγεῖσαι τοῦ σώματος ἐργατῶν παραληφθέντων εἰς τὸ χωρίον τοῦ οἰκοδεσπότου ψυχαί. καὶ Σαμουὴλ γοῦν ἔξω σώματος εἰργάσατο προφητεύων καὶ Ἰερεμίας εὐχόμενος »ὑπὲρ τοῦ λαοῦ«. φιλοτιμώμεθα οὖν καὶ ἐργαζώμεθα τὸν ἀμπελῶνα »εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες« ληψόμενοι ὁ ἐὰν ᾖ δίκαιον. καὶ οὐδείς γε ὅσον ἐπὶ τῇ παραβολῇ) μὴ ἐργασόμενος τὰ τοῦ ἀμπελῶνος ἔργα ἐξαποστέλλεται εἰς αὐτόν· [*](23f Vgl. I. Regn. 28 — 24f Vgl. II. Macc. 15, 14 - 27 Vgl. II. Kor. 5, 9) [*](1 τὰς < Ha 12 <καὶ> Koe, lat. 18 τοῦ < Μ 26 lat. las φιλοτιμούμεθα . . . ἐργαζόμεθα) [*](3/4 parabolam + istam L 11f <scripturae —int.> Kl, vgl. gr. 14 exiit L 15 considera] lat. las ἐπισκοποῦ Koe 16 animarum est L 22 <in agrum> Diehl, vgl. gr. 23 sunt L 32 lat. las ἐργασάμενος)
v.10.p.453
οὐδένα γὰρ ὡς ἐλλιπέστερον τὸ ἔργον πεποιηκότα ὁ οἰκοδεσπότης ἐμέμψατο, εἰ καὶ ἐπὶ τῷ πλείονα καὶ μείζονα ἐλπίσαι μισθὸν ἐμέμψατο. καὶ τάχα ὁ ἔξω τοῦ ἀμπελῶνος τόπος ἐστὶν ἡ ἀγορά, ἔνθα ἦσαν οἱ ἑστῶτες ἀργοί. μεγάλη δὴ ἀπολογία πρὸς τὸ ἀξίους αὐτοὺς γενέσθαι τοῦ τῆς ὅλης ἡμέρας μισθοῦ τοῖς εἰποῦσι λέλεκται ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο· διόπερ αὐτοῦς ἐμισθώσατο καὶ (ἵν᾿ οὕτως εἴπω) ἀποδέδωκεν αὐτοῖς μισθὸν τοῦ μακροθύμως ἑστηκέναι ὅλην τὴν ἡμέραν καὶ περιμένειν μέχρι ἑσπέρας τὸν μισθωσόμενον. Μετὰ ταῦτα ὀψίας γενομένης, τουτέστι τῆς συντελείας τῆς τοῦ αἰπωνος καὶ τῆς κατὰ τὴν παραβολὴν ἡμέρας, λέγει τῷ ἐπιτρόπῳ ἑαυτοῦ ὁ κύριος, εἴτε τινὶ ἀγγέλῳ τῷ ἐπὶ τῶν μισθῶν εἴτε καὶ ἑνὶ ἐκ πολλῶν ἐπιτροπευσάντων ἐπιτρόπῳ, καθὸ λέλεκται »ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους« εἶναι τὸν κληρονόμον παρὰ τὸν χρόνον ὃν »νήπιός ἐστι«. κατὰ τὸ πρόσταγμα τοίνυν τοῦ οἰκοδεσπότου καλοῦνται οἱ ἐργάται ὑπὸ τοῦ ἐπιτρόπου, ἵνα [*](21-454, 15 Vgl. C luc Nr. 45 Or. - 28f Vgl. Gal. 4, 2. 1) [*](5 τῷ] τὸ H 9 δὴ Koe δ᾿ ἡ MH 14 — 16 διόπερ — ἐμισθώσοτο <Μ 26 μισθῶν οἴτε H 26 — 28 ἀγ- γέλῳ . . . ἐπιτρόπῳ Kl, vgl. lat. ἀγ- γέλων . . . ἐπιτρόπων MH | μισθῶν <τεταγμένῳ> Koe, vgl. lat. 30 παρὰ τὸν χρόνον <Μ) [*]( 6 maiore vel L aut maiore aut y | minore] lat. las μείονα ? 8 est1 <y 15/16 libenter conduxit eos paterfamilias y 21 haec y* <L 25 angelorum R 27 lat. las τινὶ st. ἑνὶ Koe)
v.10.p.454
ὁ μισθὸς τοῖς ἐσχότοις πρώτοις δοθῇ· οἱ γὰρ πρότεροι ἐργάται »μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ, περὶ ἡμῶν κρεῖττόν τι προβλεψα- μένου« <τοῦ οἰκοδεσπότου> (τῶν ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ κεκλημένων), »ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι«. καὶ ἐλεήθημέν γε ἐπὶ τῷ ὅλην τὴν ἡμέραν στῆναι καὶ βεβουλῆσθαι ἥκειν ἡμῖν τὸν μισθωσόμενον, ἠργηκέναι δὲ καὶ μετὰ ἀπολογίας ἠξιῶσθαι τοῦ ἔργου, καὶ ἐλεηθέντες πρῶτοι τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι. εἶτ᾿ ἐπαναβαίνων δώσει τὸν μισθὸν τοῖς πρὸ ἡμῶν ἐργασαμένοις, εἶτα τοῖς πρὸ ἐκείνων καὶ οὕτως μέχρι τῶν πρώτων. ἰδὼν δέ τις τὸν τόπον ἔνθα διέτρβε Σαμουὴλ καὶ ἀκολούθως σκοπήσας περὶ τῶν <πρὸ> τῆς ἑνδεκάτης κληθέντων ἐργατῶν ὄψεται, τίνα τρόπον ἐβάστασαν τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οἱ πρότεροι· οἱ δὲ περὶ τὴν ἑνδεκάτην κληθέντες <ἡμεῖς> ὡς ἐκεῖνοι μὲν οὐκ ἐβαστάσα<με>ν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα, ἐβαστάσα<με>ν δὲ τὸ βάρος τοῦ ἑστηκέναι ἀργοὶ πρὸ τῆς ἐφ᾿ ἡμᾶς [οὖν] παρουσίας τοῦ <οἰκο<- [*](3 Hebr. 11, 39f - 19f Vgl. I. Regn. 28) [*](1 πρώτοις] in primis lat. 6 <τοῦ οἰκοδεσπότου> Koe, vgl. lat. | ἐν <H 19 διέτριφε Μ 21 <πρὸ> Kl, vgl. lat. 24 f Οἱ πρΌΤεροι-οἱ ἐν- unleserlich in M 24 — 28 οἱ πρότεροι — καύσωνα < Η 25 — 28 <ἡμεῖς> . . . ἐβοστάσα〈με〉ν . . . ἐβοστάσα〈με〉ν Kl, vgl. lat. 30 [οὖν] . . . 〈οἰκο〉- Koe, vgl. lat.) [*](7 fuimus] sumus L 13 fuimus] sumus B 17 Christo B)
v.10.p.455
δεσπότου, ὃς εἶπεν ἡμῖν· »δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κάγὼ ἀναπαύσω ὐμᾶς«· φορτίον γὰρ ἦν <αὐτὴ> ἡ ἀργία καὶ τὸ μὴ ἀξίους πω κριθῆναι τῶν ἐν τῷ ἀμπελῶνι ἔργων. καὶ καύσωνά γε ἐβάστασαν οἱ πρὸ τῆς ἑνδεκάτης <κληθέντες> ἕκαστος κατ᾿ ἀναλογίαν τῆς κλήσεως. μὴ εἰδότες <δὲ> τὸ τοῦ οἰκοδεσπότου ἀξίωμα οἱ πρῶτοι καὶ ὅτι οὐ χρὴ γογγύζειν κατὰ τούτου, πλεῖόν τι σωτηρίας ἧς λαμβάνουσιν οἱ τελευταῖοι ᾠήθησαν λήψεσθαι καὶ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότους, φθονοῦντες ἠμῖν τοῖς ἐσχάτοις μίαν ὥραν τὴν μέχρι τῆς συντελείας πεποιηκόσι καὶ ἴσοις γεγονόσι τοῖς ἀρχῆθεν κεκλημένοις ἐπὶ τὸν θεῖον ἀμπελῶνα. ἀλλ' ὁ οἰκοδεσπότης ἐνὶ αὐτῶν εἶπε (τάχα τῷ Ἀδάμ)· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησά σοι; ἆρον τὸ σὸν καὶ ὕπαγε (σὸν γὰρ ἡ σωτηρία τὸ δηνά- [*](1 Matth. 11, 28 — 22ff Vgl. Hier. in Matth. 153 D: legi in cuitisdam libro amicum iitum, qui increpahir a patrefamilias, primae horae operarium, protoplastum intellegi etc.) [*](2f H. i. m. τί κείμενον ? 7 <αὐτὴ> Diehl Koe, vgl. lat. 9 γε] autem lat. 10 <κληθέντες> Diehl Koe, vgl. lat. 11 κατὰ Μ 12 <δὲ> Koe, vgl. lat. 14 οὐ < H 26f καὶ ὕπαγε stellt Koe hinter δηνάριον, vgl.lat. 27 γὰρ < Ηa) [*](8 indicabamur B 16 adversus eum murmurare L 18 accipere <se> ? Diehl 29 enim < R G)
v.10.p.456
ριον)· δέλω γὰρ καὶ τούτῳ > ἐρχάτῳ> φησὶ) δοῦναι ὡς σοί. καὶ οὐκ εἶπε· τούτοις <τοῖς ἀλλ' ἔδειξέ τινα κατ’ ἐξοχὴν ἕνα· ὃν τολμηρότερον μέν εἰΠεῖν ὅστις ἐστίν, οὐκ ἀπιθάνως δ’ ἄν τις στοχάσαιτο Παῦλον μὲν εἶναι τὸν ἀπόστολον μίαν ὥραν ἐργασάμενον <καὶ> τάχα ὑπέρ πάντας τοὺς αὐτοῦ. εἰ δέ δεῖ καὶ περὶ τοῦ ἀμπελῶνός τι εἰπεῖν λαβόντα ἀφορμὴν ἀπ’ οὐτοῦ τοῦ ἑρμηνεύσαντος ἐν τοῖς περὶ ἄλλης παραβολῆς τὸν ἀμπελῶνα, φήσομεν ὅτι ἀμπελών ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. οὕτως γὰρ αὐτὸς εἶπεν ἐν τῷ· »ἀρθήσεται ἀφ’ ὑμῶγ ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. Πάντες οὖν οἱ τὰ ἔργα τοῦ ἀμπελῶνος ἐργαζόμενοι, τὰ ἔργα τῆς βασιλείας τοῦ θεοῦ ἀξίως σωτηρίας ἐπιτελοῦντες, τὸ δηνάριον λήφονται.

Μετὰ τὸ ὑπαγορεῦσαι ταῦτα εἰς τὴν ἐκκειμένην 〈ταύτην〉 παρα- [*](11 I. Kor. 15, 10 - 19 Matth. 21, 43 — 26ff Vgl. C Nr. 220a Or.) [*](1 τῷ ἐσχάτῳ> Diehl, vgl. 3 τοῖς ἐσχάτοις> Koe, vgl. lat. 9 τάχα Kl, vgl. lat. 19 ἡμῶν Μ 21 αὐιῆς Lo, vgl. tom. 17, 6. 7. 12f. und Hautsch TU. 34, 2a, 74 αὐτοῦ Μ H 24 ἀξίως] 1. <ὡς> ἄξια? lat., wo et in ut zu verbessern ist Koe 26 1. μετὰ <δὲ> ? Kl, vgl. 27 <ταύτην> Diehl, vgl. lat.) [*](1 denarius R G | autem] 1. enim ? Kl, vgl, gr. 2 isti] huic B | sicut] quemadmodum y | et2 < G 3 dixit + et y 4/5 <mium > tum Diehl Kl, vgl. gr. 6f non tamen L 12 illis < L 17 <dicemus> Kl, vgl.gr. 22 et — perficientes] ignate salute perficientes G (!) perficientes digna et salutaria et B)

v.10.p.457
βολὴν καὶ ταῦτα ὑπέπεσεν ἡμῖν εἰς αὐτήν, χρήσιμα εἶναι δυνάμενα τοῖς προ[σ]κόπτουσι <ν ἐν> τῇ βαθυτέρᾳ καὶ ἀπορρητοτέρᾳ διηγήσει. φήσει γοῦν τις τὸν πάντα τῶν ἀνθρώπων βίον εἶναι τὴν κατὰ τὴν παραβολὴν ἡμέραν. δηλοῦσθαι οὖν τοὺς μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντας ἐπὶ τὸ ἐργάζεσθαι τὰ τῆς βασιλείας τοῦ θεοῦ ἔργα εἶναι τοὺς ἅμα τῇ ἕω̣ μισθωθέντας ὑπὸ τοῦ οἰκοδεσπότου, τοὺς δέ μετὰ τό μειράκιον ἐρχομένους ἐπὶ τὴν θεοσέβειαν τοὺς ἀπὸ τρίτης ὥρας παραγενομένους, τοὺς δέ ἤδη ἄνδρας τοὺς περὶ τὴν ἕγτην ἐξαποστελλομέ- νους ἐπὶ τὸν ἀμπελῶνα· τοὺς δέ πρεσβύτας ἐπὶ τὴν θεοσέβειαν ἀγομένους εἶναι 〈τοὺς περὶ〉 τὴν ἐννάτην ὥραν μετὰ τόν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος τῶν μέχρι τῆς πρεσβυτικῆς ἠλικίας πράξεων παραληφθέντας ἐπὶ τὸν λόγον τοῦ θεοῦ, τοὺς δέ πρὸ( αὐτῇ τῇ ἐξόδῳ γέροντας > δηλοῦσθαι τοὺς <περὶ> ἑ νδεκάτην ὥραν κεκλημένους εἰς τὰ τοῦ ἀμπελῶνος ἔργα. [*](4—458,5 Vgl. C(??)uc Nr. 45 Or.) [*](2/3 προ[σ]κόπτουσι <ν ἐν> Kl nach Hu Koe, vgl. lat. 6 εἶναι (auch Cluc Nr. 45) + unum lat. 12 μετὰ (auch Cluc Nr. 45)] κατὰ Koe, vgl. lat. 14 ἀπὸ + τῆς Cluc Nr. 45 15 ἄνδρας (auch Cluc Nr. 45) + perfecti lat. 19 πρεσβύτας + iam lat. 20 〈τοὺς περὶ〉 Kl mit Cluc Nr. 45, vgl. lat. 26 ἐξόδῳ + vitae lat. 27 〈ἤδη〉 KI mit C luc Nr. 45 〈ποντελῶς〉 Koe, vgl. lat. | 〈περὶ〉 KI, vgl. lat.) [*](1 subveniunt ρ subvenit Χ 5 vitam hominis R G ~ B vitam L 8 quidem < G L | ante] lat. las Πρὸ τῆς st. Πρώτης 13/14 sun ipsi GL)
v.10.p.458
επει τοινυν προαιρεσις και ου χρονος ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις, διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα Πεποιηκόσι πᾶσι δίδοται ὁ ἴσος τῆς σωτηρίας μισθός. ἐφ’ ᾦ ἀγαακτοῦσιν οἱ ἐκ παίδων πιστοὶ καὶ καμόντες κοὶ βιασόμενοι τὴν νεότητα, εἰ μέλλουσιν ἔχειν ἴσην σωτηρίαν τοῖς ἀργοῖς ἀπὸ 〈νεότητος περὶ〉 θεοσεβείας μέχρι γήρως γεγενημένοις καὶ <ἀργοῦσιν ἐν ἀπιστίᾳ κατ᾿> ὀλίγον καιρὸν ἐπὶ τὴν καὶ τὰ ἔργα τῆς πίστεως ἐληλυθόσιν.

Ἀμπελὼν δέ κατὰ ταύτην τὴν διήγησιν εἵη ἂν ἡ ἐκκλησία τοῦ θεοῦ, ἀγορὰ δέ καὶ τὰ ἔξω τοῦ ἀμπελῶνος τὰ ἔξω τῆς ἐκκλησίας, ὅθεν ὁ λόγος παραλαμβάνει τοὺς καλουμένους καὶ πέμπει ἐπὶ τὸν ἀμπελῶνα, τὴν ἐκκλησίαν. οὐκ ἀριθμηθεῖεν δ’ <ἄν> κατὰ διήγησιν ταύτην) εἰς τοὺς ἐργάτας [*](1 καὶ < C luc Nr. 45 lat. 15 νεότητος περὶ〉 Kl Koe, vgl. lat. 17 〈ἀργοῦσιν > y Diehl Kl Koe, vgl. lat. 20 — 32 änge am oberen Rand in Μ abgerissen 31 δ’ > Kl Koe δὲ M H) [*](1 adfectus] adferter G 2 respicitur — non < B respicitur < G 3 adspicitur + neque B 6 *** Koe, vgl. gr. 15 <in dei cultvira) Diehl, vgl. gr. 28 accepit L 31 numerabantur G La)

v.10.p.459
τοῦ ἀμπελῶνος, ὅσοι ἀκλήθησαν μὲν εἰς τὴν θεοσέβειαν πρότερον, μὴ τηρήσαντες δέ τὰ τῆς πίστεως νικηθέντες ὑπὸ παθῶν ἐξῆλθον· κἂν γὰρ μετὰ τὸ ἐμφορηθῆναι τῶν ἐν ἁμαρτίαις ἡδονῶν θέλωσιν ὡς μετανοοῦντες 〈πόλιν ἀπ’ > ἐργάσασθαι τὸν ἀμπελῶνα, οὐ δύνανται λέγειν τῷ οἰκοδεσπότῃ· οὐδεὶς ἡμᾶς ἐμισθώσατο· ἐμισθώθησαν γὰρ καθ’ ὃν καιρὸν πρότερον ἐπὶ τὸ πιστεύειν ἐκλήθησαν. ἀλλ’ οὐδὲ λελέξεται αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; μάλιστα εἰ»ἀρξάμενοι πνεύματι«καὶ ὕστερον »σαρκὶ« ἐπιτελούμενοι πόλιν ἐπανέρχεσθαι βούλοιντο ἐπὶ τὸ ἐξ ὑπαρχῆς πνεύματι θέλειν ζῆν. καὶ οὔ φαμεν ταῦτα ἀποτερπόμενοι ἀνίστασθαι τοὺς πεπτωκότας ἢ <ἐμποδίζοντες> τοὺς πεπλανημένους ἢ παλινδρομεῖν ἐπὶ τὸνπατρῷον οἷκοντοὺς ἀσελγεῖς υἱοὺς τοὺς〉 κατασωτευσαμένους τὴν τῆς εὐαγγελικῆς διδασκαλίας οὐσίαν. ἐχέτωσαν μέν γὰρ διὰ τὴν μετάνοιαν καὶ τὸ καταλαμβάνεσθαι ἐν [*](6 Vgl. II. Thess. 2, 13 - 17 Vgl. Gal. 3, 3 — 24ff Vgl. Luc. 15, 13. 18ff) [*](10 〈πόλιν ἀπ’ ἀρχῆς> Kl Koe, vgl. lat. 17 εἰ] οἱ M 19f πάλιν und ἐξ ὑπαρχῆς] vgl. lat. Ζ. 10 iterum ab initio 23 ἢ 〈ἐμποδίζοντες〉 Kl, vgl. lat. | ἐπιστρέφειν Μ 25/26 ἀσελγεῖς υἱοὺς τοὺς〉 Koe, vgl. lat. 28 μὲν < Μ) [*](4 victi ***Diehl Kl Koe, vgl. gr. 8 etsi] et L 9 peccatis y* + suis L 17 incipiente y 18/19 perficiuntur Kl percipiuntvir G efficiuntur B perficientur L 21 dicimus Diehl, vgl. gr. 22 ceciderint y 24 aut Kl, vgl. gr. ut x 27/28 habeant R G habebunt B habebant L 29 victi . . . vita perversa y* victi . . . viciis perversis L (lat. hat miBverstanden))
v.10.p.460
ἐπεστραμμένῳ βίῳ κρείττονα τῶν καταλαμβανομένων ἐν ταῖς ἁμαρτίαις <παραμυθίαν σωτηρίας>. οὐ μὴν χρὴ ὑπολαμβάνειν περὶ αὐτῶν ὅτι ὅμοιοί εἰσι τοῖς παρὰ τοῦτο ἡμαρτηκόσιν ἐν τῇ νεότητι, παρὰ τὸ μηδὲ τὴν ἀρχὴν τὰ τῆς πίστεως μεμαθηκέναι. θέλλει οὖν ὁ οἰκοδεσπότης καὶ τοῖς ἐσχάτοις δοῦναι ὡς καὶ τοῖς πρώτοις τὸ δηνάριον, τὴν σωτηρίαν, ἐπεὶ ἔξεστι<ν αὐτῷ> ποιεῖν ὃ θέλει ἐν τοῖς ἑαυτοῦ, καὶ ἐλέγχει τὸν ἔχοντα πονηρὸν ὀφθαλμὸν ἐπὶ τῷ τὸν οἰκοδεσπότην εἶναι ἀγαθόν. ἔσονται οὖν πολλοὶ τῶν ἐσχάτων πρῶτοι καὶ τινες τῶν πρώτων κληθέντων ἔσχατοι· καὶ γὰρ οἱ κλητοὶ μὲν πολλοί, οἱ δὲ ἐκλεκτοί εἰσιν ὀλίγΟι.

Εἐκὸς μὲν οὖν, τὸν ἡμῶν σοφώτερον καὶ κριθέντα παρὰ θεῷ ἄξιον τρανοτέρου τοῦ ἐν λόγῳ σοφίας διὰ πνεύματος θεοῦ χαρίσματος καὶ πλουσιωτέρου καὶ δωρεᾶς τῆς ἐν λόγφ γνώσεως κατὰ τὸ πνεῦμα, ὑψηλότερα καὶ μείζονα [καὶ] μετὰ πάσης καταλήψεως εὑρήσειν εἰς τὴν παραβολὴν καὶ ἀποδείξεων εὐπορήσειν παραλαμβάνοντα εἰς αὐτὰς ῥητὰ μεγαλοφυέστερα. καὶ ἡμεῖς δέ, ὡς ἐχωρήσαμεν ἐκθέμενοι τὸν νοῦν τῆς [*](17 Vgl. Matth. 22, 14 - 22f Vgl. I. Kor. 12, 8) [*](3 〈παραμυθίον σωτηρίας〉 Koe, vgl. lat. 4 αὐιῶν Hu, αὐτοῦ MH 11 ἔξεστι〈ν αὐτῷ〉 Κl, vgl. lat. 12 αὐτοῦ H 16/17 κληθέντων] im lat. vor πρῶτοι, »mit Recht« Koe 24 πλουσιώτερον <νοῦ> Koe 26 [καὶ] Kl 30 μεγαλοφυέστερα Kl (od. -εστέρων?) μεγαλοφυέστερον Μ H) [*](5 sint L 12 arguere] lat. las ἐλέγχειν | eum <G 15 vo- cati L)

v.10.p.461
παραβολῆς, αἰτοῦμεν ἀπὸ τῶν ἐντυγχανόντων συγγνώμην, εἰ καὶ μὴ κατ' ἀξίαν καθικέσθαι τοῦ βουλήματος τῶν ἐνταῦθα γεγραμμένων δεδυνήμεθα· τάχα γὰρ τῆς προθυμίας καὶ τοῦ μὴ ἀπωκνηκέναι χάριν δόξομεν ἔχειν ἀποδοχῆς τι ἄξιον.

Μέλλων δὲ ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα παρέλαβε τοὺς δώδεκα κατ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς καὶ τὰ ἑξῆς εως του· καὶ τῇ τρίτη ἡμέρᾳ ἀναστήσεται (20, 17 — 19). τὰ δὲ ἰσοδυναμοῦντα τούτοις καὶ παρὰ τῷ Μάρκῳ ἀναγέγραπται τοῦτον τὸν τρόπον· »ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ‘Ιεροσόλυμα, καὶ [*](11 ff Zum Zitat vgl. Hautsch TU. 34, 2a, 67 f — 27 Marc. 10, 32) [*](8 〈Ὠριγένους〉 υ 15 τὰ < Μ) [*](11 ascendens autem] scundum mathm. In illo tempore ascendens L | in < B 12 Hierosolimam B L 16 ierosolimam L hierusalem y 18 ff — resurget] Omelia Origenis de eadem lectione L 20 illudendum B 23 die tercia B)

v.10.p.462
ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται«. καὶ ὁ Λουκᾶς δὲ δόξει τούτοις συνᾴδειν γράψας· »παραλαβὼν δὲ τοὺς δεκαδύο εἶπε πρὸς αὐτοὺς« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα«.

Ὁ προτρεπόμενος ἡμᾶς Παῦλος μιμεῖσθαι αὐτόν, ὡς καὶ αὐτὸς Χριστὸν ἐμιμήσατο, καὶ εἰπών· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«, ἰδὼν Χριστὸν ὁμόσε τοῖς προφανέσι κινδύνοις χωροῦντα καὶ 〈προθύμως〉 ἀναβαίνοντα εἰς Ἱεροσόλυμα μετὰ τοῦ προεγνωκέναι ὅτι παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ κατακριθήσεται θανάτῳ καὶ τὰ ἑξῆς, τὸ παραπλήσιον πεποίηκεν. ὁ μὲν γὰρ Ἄγαβος λαβὼν αὐτοῦ »τὴν ζώνην«, δήσας ἑαυτὸν χειρῶν καὶ ποδῶν ἔλεγε· »τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον· τὸν ἄωδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτω δήσουσιν« ἀπελθόντα εἰς »Ἱεροσόλυμα«. μαθὼν δὲ ταῦτα ὁ Παῦλος, ὡς τὸν διδάσκαλον μιμούμενος ἀνέβαινε προθύμως εἰς τὰ Ἱεροσόλυμα. [*](13 Χριστὸν 〈διὰ τούτων〉 Koe, vgl. lat. 14 〈προθύμως〉 Kl vgl. Ζ. 33 u. lat. 23 lat. las παροπλήσιόν τι Koe 25 δείσας Μ 27 ἐστιν <H) [*](14 <obvianda> vgl. gr. und S.463,16(31) 15 <in — prae>Diehl, vgL gr. 27 haec < L 28 alligabunt + eum y 30 manibus y 31 imi- tatus L)

v.10.p.463
παθὸ)ν δέ τι ἀνθρώπινον ὑπὸ τῶν διὰ τὴν πρὸς αὐτὸν ἀγάπην κλαιόντων καὶ κωλυόντων »αὐτὸν ἀναβαίνειν εἰς ‘Ιεροσόλυμα« εἶπε· »τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι εἰς ‘Ιεροσόλυμα γενόμενος ἑτοίμως ἔχω, ἀλλὰ καὶ ἀποθανεῖν ὑπέρ τοῦ ὀνόματος τοῦ κυρίου μου Ἰησοῦ«. ταῦτ’ οὖν κατανοοῦντες, ἔστιν ὅτε καὶ γινώσκοντες ἐπικειμενους επιπονους πειρασμους, ομοσε αὐτοῖς 〈ἡμεῖς αὐτοὶ> κατὰ τὸ χωρήσωμεν, λαβόντες παράδειγμα τῶν τοιούτων προηγουμένως μέν τὸν σωτῆρα, μετὰ δέ τοῦτον καὶ τὸν ἀπόστολον αὐτοῦ. μὴ νομίσῃς δὲ ἐναντιοῦσθαι ταῦτα καὶ τὰ ἐπ αὐτοῖς ὑφ’ ἡμῶν εἰρημένα τῷ »ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν« καὶ τοῖς ἑξῆς, καὶ τῷ τὸν Ἰησοῦν ἀκούσαντα »ὅτι Ἰωάννης παρεδόθη« εἰς φυλακὴν ἀνακεχωρηκέναι. φαμὲν γὰρ ὅτι οὔτε πάντοτε καθήκει ἐκκλίνειν τοὺς κινδύνους οὔτε ἀεὶ ὁμόσε χωρεῖν πρὸς αὐτούς · σοφοῦ δέ τινος ἐν Χριστῷ Χρεία εἰς τὸ δοκιμάζειν, [*](3 Act. 21, —4 Act. 21, 13 — 20 Matth. 10, 23 — 26f Vgl. Matth. 4, 12 - 28 ff Vgl. Orig. tom. XI, 54 in Joh. (IV, 417, 26ff)) [*](2/3 κλεόντων H 12 ἐπικειμένους <ἡμῖν> Koe, vgl. lat. 14 <ἡμεῖς Diehl, vgl. lat. 18 μὴ] et ne lat. | νομήσης H 19 ἐπ’ αὐτοῖς] superius lat. 21 ἠμᾶς Μ 22 ἑτέραν] ἄλλην H 30 ὀμόσοι Μ) [*](4 iherosohmam B L 11 [scire — quoniam] Kl, vgl. gr. 20 eius y* paulo L 22 diximus + et frequenter G L (aus Ζ. 12 ?) 26 audiens dominus L 32 1. alicuius <opus> ? ? Kl, vgl. gr.)
v.10.p.464
ποῖος μὲν ἀπαιτεῖ καιρὸς ἀναχώρησιν, ποῖος δέ τὴν εἰς τὸν ἀγῶνα προθυμίαν χωρὶς ἀναχωρήσεως καὶ πολλῷ πλέον χωρὶς φυγῆς. καὶ ταῦτα μὲν κατὰ τὸ βούλημα τῆς ἐκκειμένης γραφῆς λελέχθω εἰς προτροπὴν τὴν περὶ τοῦ <ποτε> θανάτου κινδύνων καταφρονεῖν.

Ἐξῆς δέ παρατηρητέον ὅτι μέλλων ὁ Ἰησοῦς ἀναβαίνειν εἰς Ἱεροσόλυμα, εἴπερ παρέλαβε τοὺς δώδεκα κατ' ἰδίαν, εἷς δὲ τῶν δώδεκα ἔτι ὁ Ἰούδας ἦν, καὶ τὸν Ἰούδαν παρέλαβε κατ᾿ ἰδίαν· ἔτι γὰρ γὰρ εἰκὸς) ἄξιος ἦν τοῦ μετὰ τῶν λοιπῶν ἕνδεκα παραλαμβάνεσθαι κοτ’ ἰδίαν. καὶ ὅτε ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς τὸ ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα καὶ τὰ ἑξῆς, δηλονότι καὶ τοῦτον ἔκρινεν ἕνα εἶναι τῶν ἀκουόντων ἃ πείσεται ὁ διδάσκαλος, οὐκ ἀπογινώσκων ὅτι ἔτι Ἰούδας ἠγνόει ἃ ποιήσει, ὡς ἕκαστος ἡμῶν καὶ γὰρ πᾶσιν ἡμῖν λέλεκται· »μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα«) · οὔπω γὰρ οἶμοι) βεβλήκει ὁ διάβολος »εἰς τὴν καρδίαν Ἰούδα Σίμωνος Ἰσκαριώτου, ἶνα παραδῷ« τὸν Ἰησοῦν. [*](28 Prov. 27, 1 — 31 Joh. 13, 2) [*](8 > Koe, vgl. lat. | καὶ θανάτου Kl, vgl. lat. ~ M H 12 ἤπερ H 14 δὲ < H I ἔτι + et lat. 15 καὶ] ergo et lat. 25 ἀπογινώσκων] falsch reprobo lat. 26 ὡς + nec lat. 30 γὰρ] δὲ Μ) [*](6 quidem < y 11 in < B | iherosoHmam B L 12 <Iesus, si> Kl, vgl. gr. 27 sicut y* sed L 81 superventura + dies B L 32 ludae <Simonis Scariotae> Diehl, vgl. 33 diabohis] sathanas L)

v.10.p.465
καὶ ἐπεὶ τὸ κατὰ Ματθαῖον πρόκειται νῦν ἐξετάζειν, ἐπιμελέστερον ὁ δυνάμενος ἀρχῆθεν τοῦ εὐαγγελίου ἐπιστῆσαι τοῖς μέχρι τῶν προκειμένων ζητησάτω μήποτε οὐδέπω Ἰούδας κατηγόρηται ὑπὸ τοῦ Ματθαίου, ἀλλὰ μόνον ἐν τῷ καταλόγῳ τῶν δώδεκα εἶπε τὸ > Ἰούδας Σίμωνος Ἰσκαριώτου, ὃς καὶ παρέδωκεν αὐτόν«. πλείονα δὲ εἰς κατασκευὴν τοῦ καὶ Ἰούδαν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις πρότερον γεγονέναι λέλεκται ἡμῖν, ἡνίκα ἐξητάζομεν τὸ τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων« τὰ ἀναγεγραμμένα. συγκριτέον δὴ τὰ ἐνταῦθα λελεγμένα τοῖς ἀνωτέρω παραπλησίως ἀναγεγραμ- μένοις · ἐπείπερ ἐκεῖ μέν ἐπὶ τοῖς τοιούτοις λόγοις προφητευομένοις ὑπὸ τοῦ σωτῆρος προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων · ἴλεώς σοι, κυριε· ου μη εσται σοι τουτο«, ἐνταῦθα δὲ οὐδὲν ἀνεγράφησαν οἱ μαθηταὶ εἰρηκότες ἢ πεποιηκότες ἐπὶ τοῖς περὶ τῶν ἀπαντησομένων σκυθρωποτέρων ἀπηγγελμένοις. καὶ [*](9 Matth. 10, 4 var. lect. — 13ff Vgl. S. 116f — 15 Matth. 10, 5 — 24 Matth. 16, 22) [*](4 ἐπιστῆσαι Koe ἐπιστήσας MH 6 ἰοὐδεπω ἰούδας H 9 <καί> vgl. lat. 10 παρέδοκεν H 16 αὐτοῖς + et lat. 18 δὴ Kl Koe, vgl. lat. δὲ MH 25 ἵλεός H) [*](7 simon <is> ρ 8 (B) L 9 1. qvioniam <antea> ? vgl. gr. 10 f diximus ubi tractavimus Kl, vgl. gr. tractavrmus ubi diximus x 25 <eum> Kl, vgl. 26 esto tibi L 29 tristia Ga L tristitia Gc tristitiam B (und : futuram) 1. tristi sti<or> a a? Kl, vgl.)
v.10.p.466
οἶμαι ὅτι διὰ τοῦτο ἐσιώπησαν νῦν οἱ μαθηταί, ἐπείπερ ἐν τοῖς ἀνωτέρω, ὅτε »προσλαβόμενος« τὸν Ἰησοῦν »ὁ Πέτρος ἤρξατο αὐτῷ ἐπιτιμᾶν λέγων· ἵλεώς σοι, κύρις· οὐ μὴ ἔσται σοι τοῦτο«, »στραφεὶς« ὁ Ἰησοῦς »εἶπε τῷ Πέτρῳ· ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων«. εἰκὸς οὖν αὐτοὺς μεμνημένους τῶν πρὸς τὸν Πέτρον λελεγμένων πεφυλάχθαι ταὐτὰ ἢ καὶ χείρονα ἀκοῦσαι ἀπὸ τοῦ διδασκάλου.