Ἐπεὶ δέ Μάρκος κοὶ Λουκᾶς κατὰ τινὰς μέν τὴν αὐτὴν ἱστορίαν ἐκτίθενται κατὰ δέ τινὰς ἑτέραν παραπλησίαν, ἄξιόν γε καὶ τὰ τούτων ἰδεῖν. καὶ πρῶτόν γε κατανοητέον τὴν κατὰ τὸν Μᾶρκον, οὕτως ἀναγράφοντα τὰ κατὰ τόν τόπον· καὶ ἔρχεται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν καὶ τῶν μαθητῶν αὐτοῦ κοὶ ὄχλουἱκανοῦ, [*](13f Vgl. Matth. 5, 8 - 36 Marc. 10, 46) [*](1 καὶ + sic lat.) [*](8 <semper> Kl, vgl, gr.)
v.10.p.510
ἰδοὺ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ«. ὁ μὲν οὖν τῇ ἱστορίᾳ Ψιλῇ παριστάμενος καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστάς, ἐρεῖ οὐχ ὅμα γεγονέναι τὸ κατὰ τόν Ματθαῖον καὶ τὸν Μᾶρκον, ἀλλὰ τινὶ μὲν ἐπιδημίᾳ τῇ ἐν Ἱεριχὼ γεγονέναι τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς, ἑτέρᾳ δέ τὰ κατὰ τὸν ἔνα τοῦτον υἱὸν Τιμαίου Βαρτιμαῖον, κα]]ι ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν. εἴπερ γὰρ ἀκριβῶς πιστεύομεν ἀναγεγράφθαι συνενοῦντος καὶ τοῦ ἁγίου πνεύματος τὰ εὐαγγέλια, καὶ μὴ ἐσφάλησαν ἐν τῷ ἀπομνημονεύειν οἱ γράψαντες αὐτό, δῆλον ὅτι, ἐπεὶ μὴ δυνατὸν ἐν μιᾷ καὶ τῇ οὐτῇ ἐπιδημίᾳ ἀληθὲς εἶναι δύο τυφλοὺς τεθεραπεῦσθαι καὶ ἕνα, ἑτέρα μέν ἐΠιδημία δεδήλωται ὑπὸ τοῦ Ματθαίου ἑτέρα δὲ ὑΠὸ τοῦ Μάρκου, ἤδη δὲ καὶ ἄλλη ὑΠὸ τοῦ Λουκᾶ, ὡς τῷ ἐπιστήσαντι ἐκ τῆς πρὸς τοὺς λοιποὺς διαφορᾶς ἔστι καὶ τοῦτο τεθαρρηκότως ἀποφήνασαι. καὶ οὐδέν θαυμαστὸν ἐπιτηρήσαντά τινα τῶν ἐν Ἱεριχὼ τὴν προτέραν θεραπείαν διὰ τῆς <αὐτῆς> λέξεως καὶ τῆς ὁμοίας ἀξιώσεως καὶ ἐν τῷ αὐτῷ τόπῳ βεβουλῆσθαι θεραπευθῆναι. εἴποι δ’ δ’ τις
[*](2 Marc. 10, 52) [*](12 ἕνα] μόρκον Μ | βαρτιμαίου Μ 20/21 τερθεραπεῦθαι Μ H 21 κα Kl ἢ Μ H | τις < ρ 25 ἐπιστατήσοντι <τούτοις> Koe 1 ἐκ τῆς M c H? M a 30 <αὐτῆς> Elt | ὁμοίας Hu ὁμοίως M H) [*](6 — 511, 7 dicent Kl, v-gl. gr. dicunt . . defendent defendunt x) v.10.p.511
<ὅτι> οὕτω καὶ ἄλλος ἐστὶν ὁ κατὰ τὸν λουκᾶν τυφλὸς θεραπευθείς. ὁ μέντοιγε ὅλων τούτων ζητῶν βοθυτέραν διήγησιν φήσει ὅτι ἔν καὶ τό αὐτὸ πρᾶγμα διαφόροις λέξεσι παρισταται δύο μέν γὰρ τυφλοὶ εἰσιν ὡς ἀποδέδοται) Ἰσραὴλ καὶ Ἰούδας, εἷς δέ ὁ ὅλος τούτων λαός, ὅτε εἶς δηλοῦται θεραπευόμενος τυφλός. ὄχλου« οὖν »ἱκανοῦ« τοῦ ἀπὸ τῶν ἐθνῶν συνεκπορευομένου ἀπὸ τῶν κοσμικῶν τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, Ἰσραηλιτικόν τι λεῖμμα »παρὰ τὴν ὁδὸν« καθεζόμενον <τουτέστι παρὰ τὰς προφητικὰς γραφὰς> καὶ πενόμενον τοῖς νοήμασι καὶ ἐπαιτοῦν τὰ εἰς τὴν χρείαν τῆς ψυχῆς, ἀκοῦσαν ὅτι 1 Ἰησοῦς ὀ Ναζαρηνός ἐστιν«, ἄρχεται μέγα βοῶν ἀξιοῦν τὸν σωτῆρα ὡς υἱὸν Δαυΐδ ἔλεον αὐτῷ παρασχεῖν. καὶ ἐπὰν ἴδης τῶν ἀπὸ Ἰουδαίων πιστευόντων εἰς τὸν Ἰησοῦν τὴν περὶ τοῦ σωτῆρος πίστιν, ὁτὲ μὲν ἐκ Μαρίος καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι ὁτέ δὲ ἐκ Μαρίας μέν μόνης καὶ τοῦ θείου πνεύματος, οὐ μὴν καὶ μετὰ τῆς περὶ αὐτοῦ θεολογίας, ὄψει πῶς οὗτος ὁ τυ-
[*](1 Vgl. Luc. 18, 35 ff — 12 ff Vgl. Marc. 10, 46 f - 25 ff Vgl. Harnack TU. 42, 4, 78) [*](1 <ὅτι> οὕτω KI Koe 11 ὅλος KI ὅλων Μ H <μεμειγμένος ἐστὶν ἐξ> ὅλων Koe, vgl. lat. 17 <τουτέστι — γραφὰσ> Kl Koe, vgl. lat. 22 ἄρχεται Kl ἔρχεται Μ H) [*](12 * * * Diehl KI Koe, vgl. gr. 17 et <indigntes et> Diehl, vgl. gr.) v.10.p.512
φλὸς λέγει τὸ υἱὸς Δαυΐδ, ἐλέησόν με«, ᾧ ἐπιτιμῶσιν οἶ »πολλοί«· πολλοὶ γὰρ οἱ ἀπὸ τῆς Ἱεριχὼ ἐκπορευόμε- νοι ἀπὸ τῶν ἐθνῶν, ἐπιτιμῶντες τῇ πτωχείᾳ τῶν ἀπὸ τῶν Ἰουδαίων πιστεύειν δολούντων. κοὶ ἀλόγων δὲ ἐπὶ τὴν εὐγενῆ Ψυχὴν τὰ τοιαῦτα πτωχεύσσσαν καὶ μέχρι ἐπαιτήσεως φθάσασαν, οὐ πόνυ τι διαμαρτήσῃ τοῦ λόγου.
Ἐπεὶ δέ ἔδοξε τῷ Μάρκῳ καὶ τὸ τοῦ πατρὸς τοῦ τυφλοῦ ὄνομα ἀναγράψαι ὅτι Τίμαιος ἦν, καὶ τὸ τοῦ τυφλοῦ ὅτι Βαρτιμαῖος ἐκαλεῖτο, ζητοῦμεν μή πη ἐνενόησέ τι ὁ Μᾶρκος βαθύτερον κατὰ τὸν τόπον. καὶ ἀναλλοίως τάχα μέν ἀπὸ τῆς ἱστορίας λοβὼν προσέθηκε τό ὄνομα, εἴποι δ’ ἂν τις καὶ ποιήσας αὐτὸ ὡς χρήσιμον. καὶ εἰ μὴ δόξομεν ψυχρεύεσθαι μέχρι τῆς τῶν τοιούτων ἐξετάσεως φθάνοντες. ζητοῦμεν τὸν τῆς τιμῆς ἐπώνυμον Τίμαιον καὶ τὸν υἱὸν αὐτοῦ Βαρτιμαῖον, ὅπερ ἐστὶν υἱὸν Τιμαίου. μήποτε δὲ διὰ τὸ τίμιον τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰσραὴλ τροπικῶς ἐκεῖνός ἐστιν ὁ Τίμαιος · οἱ δὲ τὴν εὐγένειαν ἀπ’ ἐκείνου κεκτημένοι ὁ Βαρτιμαῖος τυφλὸς διὰ τὰ προειρημένα, ὁμοίως δέ καὶ καθεζόμενος »παρὰ τὴν ὁδὸν« καὶ »ἐπαιτῶν. εἶτα ἐπείπερ| λέγοντι αὐτῷ · υἱὸς Δαυΐδ, ἐλέησόν με«, ἐπετίμων οἱ πολλοὶ ἵνασιωπήσῃ«, ζητῶ εἰ δύνασαι πολλοὺς μὲν εἰπεῖν ἐπιτιμῶντος [*](1 Marc. 10, 47 – 2 f. 13ff. 29 Vgl. Marc. 10, 46 - 31 Vgl. Marc. 10, 46 - 32 Marc. 10, 47 – 33f Vgl. Marc. 10, 48) [*](10 διαμαρτήσει Μ) [*](3 <increpan — multi> Kl, vgl. 5 populura <mendicantem> vgl. gr.)
v.10.p.513
»ἵνα σιωπήσῃ« τῷ Ἐβιωναίῳ καὶ πτωχεύοντι περὶ τὴν εἰς Ἰησοῦν πίστιν τοὺς ἀπὸ τῶν ἐθνῶν, οἵτινες παρ᾿ ὀλίγους ἅπαντες πεπιστεύκασιν αὐτὸν ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐπιτιμῶσιν »ἵνα σιωπήσῃ« τῷ οἰομένῳ αὐτὸν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς εἶναι, κατάγοντα τὸ γένος ἀπὸ τοῦ Δαυΐδ. ἀλλὰ καίτοιγε τῶν πολλῶν ἐπιτιμώντων »πολλῷ μᾶλλον« κέκραγε, πιστεύων μὲν ἐπὶ τὸν Ἰησοῦν ἀνθρωπικώτερον δὲ πιστεύων, καὶ κεκραγὼς λέγει· »υἱὸς Δαυΐδ, ἐλέησόν με«. ἀλλ᾿ ὁ φιλάνθρωπος σωτὴρ στάς, οὐκέτι (κατὰ τὸν Ματθαῖον) αὐτὸς αὐτὸν φωνεῖ, ἀλλ᾿ εἶπεν αὐτὸν φωνηθῆναι· οἱ δὲ προσταχθέντες εἶπον αὐτῷ· »θάρσει, ἔγειραι« (καθεζομένῳ γὰρ αὐτῷ καὶ ἀναπεπτωκότι φασίν· »ἔγειραι«) καὶ λέγουσι· »φωνεῖ σε«. μετὰ ταῦτά φησιν ὁ Μᾶρκος ὅτι »ἀποβαλὼν τὸν Ἰησοῦνα. ἆρ᾿ οὖν οὐδὲν ἐννοήσας ἀνέγραψε περὶ τοῦ ἀποβαλόντα αὐτὸν τὸ ἱμάτιον ἀναπεπηδηκότα ἐληλυθέναι πρὸς τὸν την ταῦτα προσερρῖφθαι τῷ εὐαγγελίῳ; ἐγὼ μὲν οὖν ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐ πιστεύω κενὴν εἶναι θείων
[*](1ff Vgl. c. Cels. II, 1 (I, 126, 17ff) — 1. 7. 11 Vgl. Marc. 10, 48 - 14 Marc. 10, 48 - 17f Vgl. Matth. 20, 32 - 20 ff Marc. 10, 49 - 23 Marc. 10, 50 — 31 Vgl. Matth. 5, 18) [*](1 σιωπήσι H 2 εἰς < Μ 5/6 οὐτῶ Μ 9 κατάγοντα Kl, vgl. lat. κατάγοντος Μ H 13 ἀνθρωπινώτερον Μ 26 ἀνέγραψαι Μ) [*](8ff lat. hat falsch verstanden 11 <multo> Diehl, vgl. gr.) v.10.p.514
μαθημάτων, τὸ δὲ ἐπιτυγχάνειν ἑρμηνεύοντα ἡγοῦμαι πολλοῦ δεῖσθαι λόγου διὰ τὸ δυσερμήνευτον τῶν πραγμάτων. μήποτ’ οὖν τὰ ὡς τυφλοῦ καὶ ἐπαίτου * * * ἐπιγαμβρεύματα καὶ περιβόλαια, οἷς περιβέβλητο ὁ Βαρτιμαῖος, δηλοῦται· ἅτινα ἀπέβαλεν ὁ τυφλὸς ἀκούσας· »θάρσει, ἔγειραι, φωνεῖ σε« καὶ ἀποβαλὼν τὰ τῆς ἐπαιτήσεως καλύμματα καὶ περιβόλαια »ἀνεπήδησε καὶ ἀνέστη«, ἵνα ἔλθῃ πρὸς τὸν Ἰησοῦν καὶ τυχὼν τῆς παρ’ αὐτοῦ ἀποκρίσεως εἰρημένης πρὸς τὴν ἀξίωσιν τῆς »τί θέλεις ποιήσω;« καὶ αὐτὸς εἴπῃ μείζονα φωνὴν τῆς »υἱὲ Δαυΐδ, ἐλέησόν με« · μεῖζον γὰρ ἐπινενόηται τοῦ »υἱὲ Δαυΐδ« τῷ λέγοντι »Ῥαββουνὶ« καὶ τὸ εἶδος τοῦ ἐλέους παραστήσαντι διὰ τοῦ ἵνα ἀναβλέψω«. καὶ ὁ σωτήρ γε διὰ μὲν τοῦ υἱέ Δαυΐδ, ἐλέησόν με« οὐ δίδωσι τὴν εὐεργεσίαν οὐδ’ ὅτε τὸ ἱμάτιον τῆς <τυφλότητος καὶ τῆς τῆς> ἐπαιτήσεως οὐδ’ ὅτε ἐκαθέζετο παρὰ τὴν ὁδὸν ἐποικῶν. διὰ δέ τὸ »Ῥαββουνί, ἴνα ἀναβλέψω« εἶπεν αὐτῷ· »ὕπαγε,
[*](5 Vgl. Marc. 10, 46 — 10 Marc. 10, 49 - 13 Marc. 10, 50 - 18 Marc. 10, 51 - 19 Marc. 10, 48 – 21ff Vgl. Marc. 10, 48; 51 - 26 Marc. 10, 48 - 31ff Marc. 10, 51-52) [*](1 ἐπιτυγχάνειν <τοῦ νοῦ τὸν> 6 *** Kl Koe, vgl. lat. 7 καὶ περιβόλια < H | οἷς περιβέβλητο βέβλητο Μ 19 εἴπῃ Elt εἶπε MH 24 ἐλέους υ ἐλέου Μ H 28 <τυφλότητος—τῆς> Koe, vgl. lat. und Ζ. 7) [*](19 f lat. las εἶπε <Ῥαββουνὶ> μείζονι φωνῇ <ὁμολογῶν> τῆς 19 digniori B 20 dignius B) v.10.p.515
η πιστις σου σεσωκε σε«. καὶ ὁ μέν σωτὴρ εἰπεν αὐτῷ· »ὕπαγε«, ὁ δὲ τοῦ προστάγματος τούτου κρεῖττον πεποίηκεν· οὐ γὰρ ἀπελήλυθεν, ἀλλὰ »ἠκολούθει« τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ«, ἐπεὶ »εὐθέως ἀνέβλεψεν«.
Ἰδωμεν δὲ καὶ τὸ τοῦ Λουκᾶ οὕτως ἔχον · ἐγένετο δέ ἐν τῷἐγγίαὐτὸν εἰς Ἱεριχὼ καὶ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ«. καὶ τούτου δέ τὰ μέν κοινὰ πρὸς τοὺς λοιποὺς ἤδη τῆς κατὰ τὸ φανὲν ἡμῖν διηγήσεως τετευχότα οὐκ ἐπαναληψόμεθα, τὰ δέ καίρια καὶ ἴδια κατὰ τὸ δυνατὸν ἡμῖν παραστήσομεν. καὶ πρῶτόν γε παρατήρει ὅτι Ματθαῖος μέν καὶ Μᾶρκος ἐκπορευομένου μετὰ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἀπὸ τῆς Ἱεριχὼ ἀνέγραφεν γεγονέναι τὰ περὶ τοὺς τυφλοὺς ἢ τὸν τυφλόν · ὁ δέ Λουκᾶς φησιν · ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«. οὐκοῦν κατὰ τὸν Λουκᾶν εἰσερχόμενος εἰς τὴν Ἱεριχὼ καὶ ἐγγὺς αὐτῆς γενόμενος ἐπιτελεῖ τὴν κατὰ τὸν τυφλόν οἰκονομίαν. καὶ εἴποι τις ἂν κατὰ τὸν μυστικὸν λόγον ὅτι πρῶτόν ἐστι τὸ τοῦ Λουκᾶ, δεύτερον δέ τὸ τοῦ Μάρ- [*](5 Vgl, Marc. 10, 51 — 7f Vgl. Marc. 10, 52 - 12 Luc. 18, 35 – 15 Luc. 18, 43 – 23f Vgl. Matth. 20, 29: Marc. 10, 46 - 29 Luc. 18, 35) [*](13 καὶ] nur hier, wenn auch nicht unlukanisch) [*](31 — Hiericho) Kl, vgl. gr.)
v.10.p.516
κου, καὶ τρίτον τὸ τοῦ Ματθαίου. πρῶτον γὰρ δεῖ ἐγγίσαι τῇ Ἱεριχώ εἶτα εἰσελθεῖν εἰς αὐτήν, καὶ <μετὰ ταῦτα δὲ> ἐκπορευθῆναι ἀπ’ ἀνέγραψε τοίνυν ὁ μὲν Λουκᾶς τὸ ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«, ὁ δὲ Μᾶρκος· » καὶ ἔρχεται εἰς Ἱεριχώ, καὶ εἰσπορευομένου αὐτοῦ ἐκεῖθεν«, ὁ δὲ Ματθαῖος οὔτε τὸ ἐγγίζειν τῇ Ἱεριχώ ἀνέγραφεν οὔτε ὅτι ἔρχεται εἰς Ἱεριχώ, ἀλλὰ μόνον ὅτι ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. δύναται οἶν τὸ μὲν κατὰ τὸν Λουκᾶν ἐγγίσας τῇ Ἱεριχώ πεποιηκέναι, τὸ δὲ κατὰ τὸν Μᾶρκον ἐλθὼν εἰς Ἱεριχώ, τὸ δέ κατὰ τὸν Ματθαῖον ἐκπορευθεὶς ἀπ’ αὐτῆς. ὁρᾷς δὲ ὅτι κοὶ ὁ κατὰ τὸν Λουκᾶν τυφλὸς »ἀκούσας ὄχλου διαπορευομένου (καὶ οὐ δήπου τοῦ Ἰησοῦ) τὶ ἂν εἴη«, ὁ δὲ κατὰ τὸν Μᾶρκον »ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν«, οἱ δέ κατὰ τὸν ματθαῖον δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν. καὶ οὐκ ἔστιν ὁ κατὰ τὸν Ματθαῖον παρὰ τοῖς τυφλοῖς Ἰησοῦς Ναζαρηνός, ἀλλ’ ὁ παρὰ τοῖς λοιποῖς, ὧν ὁ μέν κατὰ τὸν Μᾶρκον <τυφλὸς> ἀκούει ὅτι Ἰησοῦς ὁ Ναζορηνός ἐστιν«, ὁ δέ κατὰ τὸν Λουκᾶν, ὅτε
[*](6 Luc. 18, 35-7 Marc. 10, 46 - 10 15 Vgl. Lue. 18, 35 - 11. 17 Vgl. Marc. 10, 46 - 21 Luc. 18, 36 - 25, 34 Marc. 10, 47) [*](3/4 <μετὰ ravra δὲ<> Kl, vgl, lat. 17. 18 τὸν < H 23 δήπω M 25/26 32. 34 ναζαρινός H 33 <τυφλὸς> Koe 35 ἅτι Μ) [*](5 scribit + ita B 10 in < B L) v.10.p.517
ἐπυνθάνετο παρὰ τοῦ ὄχλου »τί ἂν εἴη τοῦτο«, ἔμαθεν ἀπαγγειλάντων αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζαρηνὸς παρέρχεται.
Ἑξῆς δέ τούτοις παρατήρει ὅτι τῷ βοήσαντι τυφλῷ <καὶ> λέγοντι · υἱέ Δαυΐδ, ἐλέησόν με« οἱ προάγοντες ἐπετίμων, ἵνα σιωπήσῃ«, ὡσεὶ ἔλεγεν· οἱ πρῶτοι πιστεύσαντες ἐπετίμων τῷ λέγοντι· υἱέ »υἱὲ Δαυΐδ«, ἵνα σιγήσῃ καὶ μὴ ἀναγορεύσῃ αὐτὸν τῷ ἐλάττονι ὀνόματι. ἀλλ’ οἱονεὶ λέγῃ · υἱὲ θεοῦ, ἐλέησόν με. ἀλλ’ ἐκεῖνος »πολλῷ μᾶλλον ἔκρξεν· υἱέ Δαυΐδ, ἐλέησόν με«. εἶτα φησὶ) σταθεὶς ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν«. καὶ ὅρα εἰ μὴ ὡς παρατετηρήκαμεν) ὑποδεέστερός ἐστιν οὗτος ὁ τυφλός · οὔτε γὰρ ὁ Ἰησοῦς αὐτὸν ἐφώνησεν οὔτε εἶπεν αὐτὸν φωνηθῆναι, ἀλλ’ ὡς μὴ χωροῦντα ταῦτα »ἐκέλευσεν αὐτὸν« <ὠς> μὴ μὴ δυνάμενον καθ’ αὑτὸν αὑτὸν πρὸς αὐτὸν »ἀχθῆναι πρὸς αὐτόν«. εἶτα (φησίν) »ἐγγίσαντος αὐτοῦ ἐπηρώτησεν αὐτὸν εἰπών· τί σοι θέλεις ποιήσω;« καὶ οὐ πρότερον ἐπηρώτησεν αὐτὸν ἢ ὁ ἐρωτώμενος ἤγγισεν αὐτῷ, ἀλλ’ ἐπεὶ ἤγγισε, διὰ τοῦτο ἐρωτηθεὶς εἶπε τὸ ἶνα ἀναβλέψω, κύριε«. εἶτα φησὶν) ἀποτιθεὶς »εἶπεν αὐτῷ [*](1ff Liic. 18, 36f - 6 Luc. 18, 38 – 7 Luc. 18, 39 - 10 Vgl. Luc. 18, 38 — 14 Luc. 18, 39 - 15 Luc. 18, 40 - 22 Vgl. Luc. 18, 40 – 22ff Luc. 18, 40 — 25 Luc. 18, 40f - 30 Luc. 18, 41 - 31 Luc, 18, 42) [*](3 ναζορινός H 6 τυφλῷ <καὶ> Kl, vgL lat. 10 λέγοντι υἱὲ] υἱῶ Μ 22 <ὡς> Koe, vgl. lat. 26 θέλεις + ἵνα Μ 27 ἐπερώτησεν Η 29 ἀλλ’ KJ, vgl. lat. καὶ MH) [*](8 eum < y 15 <multo> Diehl, vgl. gr. 26 aut] lat. hat ἢ falsch verstanden Koe)
v.10.p.518
Ἰησοῦς · ἀνάβλεψον · ἡ πίστις σου σέσωκέ σε«. πλεῖον δέ <τι> ἔχουσιν οἱ κατὰ τὸν Ματθαῖον τυφλοί, ἐφ’ ὧν γέγραπται ὅτι σπλαγχνισθεὶς Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν· οὐχ ἥφατο δέ οὔτε τοῦ κατὰ τὸν Μᾶρκον οὔτε τοῦ κατὰ τὸν Λουκᾶν. ἔχει δέ πόλιν πλεονέκτημά τι ὁ κατὰ τὸν Λουκᾶν, ἐπείπερ ἡνίκα »παραχρῆμα ἀνέβλεψεν«, οὐ μόνον ἠκολούθει αὐτῷ, ἀλλὰ πλεῖόν τι εἶχε παρὰ τοὺς λοιΠούς · »ἠκολούθει« γὰρ φησὶν) »αὐτῷ δοξάζων τὸν θεόν«. καὶ ἦν τὸ τέλος τούτου, ἐν τῷ ἀκολουθεῖν καὶ δοξάζοντος τὸν θεόν, <τὸ> πάντα τὸν ὄχλον ἰδόντα δοῦναι »αἶνον τῷ θεῷ«. ταῦτα μέν ἐπὶ τοῦ πορόντος ἡμεῖς εἰς τοὺς τόπους, <εἴτε γνόντες> εἴτε λαβόντες, εἴδομεν · θεὸς δὲ δοίη ᾧ βούλεται λόγον σοφίας πλουσιώτερον καὶ λόγον ἐν φωτὶ γνώσεως τρανότερον, ἵνα ταῦτα τοῖς ἀπὶ τοιούτων χαρισμάτων συγκρινόμενα εὑρεθῇ ὡς λύχνος παρ’ ἥλιον.
Κοὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς [*](11 ff ff Luc. 18, 43 - 17 f Vgl. Luc. 18, 43 - 27 ff Vgl. Orig. tom. X, 30 in Joh. (IV, 204, 1 ff) καὶ ταῦτα μὲν κατὰ δύναμιν εἰς τὰ παρὰ τῷ Ματθαίῳ λεκτέον, τοῦ ὁλοκλήρου κοὶ παρὰ ταῦτα ἀκριβεστέρου λόγου εὐκαιρότερον, ὅταν elg τὸ κατὰ Ματθαῖον ἡμῖν λέγειν δοθῇ, λεχθησομένου. Vgl. noch Hautsch TU. 34, 2 α 71) [*](2 <τι> Lo 6 τοῦ < Η a 16 ἀκολουθεῖν καὶ δοξάζοντος Kl nach Koe ἀκολουθοῦντι καὶ δοξάζοντι MH 17 <τὸ> Koe 20 <εἴτε γνόντες> Ru, nach cod. Regius 21 δοίη Kl Koe δώη Μ Η 25 χαρισμάτων <πολυτισθεῖσι> Koe 27 vorher: Περὶ τῆς ὄνου καὶ τοῦ πώλου H) [*](27 Et] XV secundum mathm. In illo tempore L | appropinquassent R B L adpropiassent G 28 venit in y* et venissent L)
v.10.p.519
Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν καὶ τὰ ἑξῆς ἕως τοῦ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου (Matth. 21, – 5). καὶ ὁ Μᾶρος δέ κατὰ τὸν τόπον οὕτο)ς ἀνέγραφε · καὶ ὅτε εγγίζουσιν εἰς Ἱεροσόλυμα κοὶ εἰς Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν« καὶ <τὰ> ἐξῆς ἕως τοῦ καὶ εὐθέως ἀποστελεῖ«· ὁ δὲ Λουκᾶς τοῦτον τὸν τρόπον · καὶ ταῦτα εἰπὼν ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα« καὶ τὰ ἑξῆς, ἕως τοῦ οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει«. Ἄξιόν ἐστι μάλιστα ἐπὶ τῶν τοιούτων τοῦ εὐαγγελίου ῥητῶν ἐπιστῆσαι τῷ βουλήματι τῶν ἀναγραφόντων κοὶ τῇ προαιρέσει αὐτῶν, τί σκοποῦντες ἀνέγραψαν πρὸς τοῖς τεραστίοις καὶ παραδόξοις τῶν ὑπὸ τοῦ σωτῆρος γεγενημένων καὶ τὰ μηδὲν ἐμφαίνοντα τοιοῦτον. ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀναστάσεως κοὶ λεπρῶν καθαρίσεως πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γροφῇ, τί βούλεται αὐτοῖς τὸ προκείμενον
[*](6 Marc. 11, 1 - 9 Marc. 11, 3 — 11 Luc. 19, 28 - 13 Luc. 19, 31 — 27ff Vgl. Matth. 11, 5 Par.) [*](3 ἐπιβεβηκὼς < H 9 <τὰ> ρ 14 ὁ < Η a 31 Ἰησοῦ <γενομένην> Koe) [*](1 in] ad L | oliveti misit et reliqua. Oraelia Origenis eadem lectione L 25 eam] ea B) v.10.p.520
ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσολύμοις ἤγγισεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθφαγὴν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου ἴνα λύσαντες ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ’ ὅτε μὴ ὁκνήσαντι πλείονα ὁδὸν πεζευσαι, καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν εκτελεσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο διὰ τῆς Σαμαρείας <εἰς τὴν καὶ> φθάσας ἐπὶ τὸ κοπιάσας ἐκ τῆς ὁδοιπορίας« ἐκαθέσθη παρ’ αὐτῷ; τί δέ καὶ αὐτῷ τῷ Ἰησοῦ πρόκειται ὄνον δεδεμένην μετὰ πώλου λύεσθαι κελεύοντι <καὶ> προστάσσοντι λέγειν τῷ ἐπὶ τούτῳ φάσκοντι ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς; ὁ γὰρ τηλικοῦτος κύριος, χρείαν ἔχων ὄνου κοὶ πώλου τῶν πάλαι δεδεμένων, ἐμφαινέτω * * * τι ἄξιον αὐτοῦ τῆς μεγαλοπρεπείας. Ἐπιτείνει δὲ τὴν κατὰ τὸν τόπον ζήτησιν προφήτης Ζαχαρίας ὁ τοῦ Βαραχίου, προφητεύσας περὶ τούτων προφητείαν ἀξίαν ἐπιστάσεως, ἐν ᾗ αὐταῖς λέξεσι γέγραπται ταῦτα·
[*](12ff Vgl. Joh. 4, 6 - 19 (lat.) Luc. 19, 31) [*](7 πόλου M a H I πώλου + eius lat. 12 ὡς <ἐποίησεν> ὅτε Koe, lat. 13 σαμαρίας H 1 <εἰς—καὶ> Kl, vgl. lat. 15 <καὶ> κοπιάσας 16 παρ’ ] swper lat . ( = ἐΠ’ ? ) 18. 24 πώ - λου + eius lat. 19 <καὶ> Kl, vgl. 25 *** Diehl Kl Koe, vgl. lat.) [*](3 in < L 13 per Samariam] ab hierosolymis G 15 ex x* eo ρ 22 eam] evim G | nec enim] lat. las οὐ yaQ st. ὁ γὰρ 29 quid autem est] lat. las ἐπὶ τίνι st. ἐπιτείνει ?) v.10.p.521
χοῖρε »χαῖρε θύγατερ Σιών· | κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχαταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραΰς καὶ ἐπιβεβηκῶς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον«. εἰ δέ βούλει ἀπὸ τοῦ προφήτου μαθεῖν πῶς ἐστι χαῖρε σφόδρα] χαρᾶς ἄξια τῇ θυγατρὶ Σι(ὸν τὰ προφητευόμενα, ἄκουε τοῦ κοὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. καὶ σὺ ἐν αἵματι διαθήκης ἐπαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, κοὶ ἀντὶ μιᾶς ἠμερας παροικίας σου διπλᾶ ἀνταποδώσω σοι«. κοὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον ἐπὶ πλεῖον, καταλίπωμεν τῷ βουλομένῳ συγκρῖναι τὴν προφητείαν τῇ κατὰ τὸ εὐαγγέλιον ἱστορίᾳ ὅλα τὰ κατὰ τοὺς τόπους ἐξετάσαι παρακειμένης τῆς λέξεως. ἐσημειωσάμεθα δέ ὥσπερ ἐπ’ ἄλλων
[*](1 Sach. 9, 9 - 9 Sach. 9, – 12 - 28 ff Vgl. Orig. tom. Χ, 26 in Joh. (IV, 199, 29ff): ἰστέον μέντοιγε ὅτι οὐχ ὡς κεῖται παρὰ τῷ προφήτῃ ἡ λέξις ἐξέθετο αὐτὴν ὁ Μαρτθαῖος . . . κοὶ . . . ἀντὶ τοῦ ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον« ἀνέγραψεν· »ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου«.) [*](7 f χαῖρε σφόδρα] Kl, vgl. lat. 19 καθήσεσθαὶ H 23 καταλίπωμεν υ καταλίπομεν Μ H) [*](3 super < G | iugalem B exterminabit Kl, vgl. gr. extermuiavit x 5/6 quomodo + de R 7 f ilia y* < L 9 efrem G (B) effratre 11 ex] de L 15 vincula] lat. δεσμούς 16 lacu B L : habente B) v.10.p.522
ὅτι μὴ αὐτοῖς λέξεσιν ὁ Ματθαῖος καὶ ὁ Ἰωόννης ἐξέθεντο τὸ προφητικόν· οὐ γὰρ ταὐτὸν τὸ »χαῖρεσφόδρα, θύγατερ Σιών, <κήρυσσε, θύγατερ Ἱερουσαλὴμ> « τῷ· εἴπατε τῇ θυγατρὶ Σιὼν <ἢ τῷ μὴ φοβοῦ, θυγάτηρ Σιών«>, ἀλλὰ <καὶ τὰ> μετὰ τὸ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σου) προτεταγμένα τοῦ »πραΰς« οὐκ ἐξέθετο ὁ Ματθαῖος, οὕτως ἔχοντα · δίκαιος καὶ σῲζων αὐτός«. ἔτι δέ ἀντὶ τοῦ καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου ’ »καὶ ἐιβεβηκὼς ἐπὶ ὄνον> καὶ πῶλον νέον« ἢ ὡς ἔν τισι πῶλον ὑποζυγίου«. ὁ δέ Ἰωάννης ἀντὶ τοῦ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον <καὶ πῶλον νέον>« πεποίηκε· »καθήμενος ἔρχεται ἐπὶ πῶλον ὄνου« · ὅστις ἐμφαίνων ὅτι γνώσεως δεῖται τὸ κατὰ τὸν τόπον, ἐπιφέρει τὸ »ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον«.
Ζητήσαι δ’ ἂν τις πῶς εὐλόγως προστάσσεται κατὰ τὸν προφήτην χαίρειν σφόδρα θυγάτηρ Σιὼν κοὶ κηρύσσειν θυγάτηρ Ἱε. [*](8. 8 Sach. 9, 9 - 6 Joh. 12, 16 - 11. 15. 18 Sach. 9, 9 - 13 Matth. 21, 5 – 19 Joh. 12, 15 — 21ff Vgl. Hier. in Matth. 160 C: ergo cum historia vel impossibilitatem habeat, vel turpitudinem, ad altiora transmittimur — 23 Joh. 12, 16 - 26 f Vgl. Sach. 9, 9) [*](2 τὸ] eandem lat. τὸ <αὐτὸ> Koe 3 τὸ] tco Μ 4 <κήρυσσε — Ἱερουσαλὴμ> KlKoe, vgl. lat. 6 <ἢ — Σιὼν> Kl, vgl. lat. 8 <καὶ τὰ> Kl nach Hu 14 <κεὶται — ὄνον> Kl Koe, anders Hautsch TU. 34, 2 a, 72 f. 18 <καὶ —νέον〉 Lo) [*](1 hisdem G L 5 <ei> Kl 7 <Sion> Kl)
v.10.p.523
ρουσολὴμ διὰ τὸν ἐπιβεβηκότα ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον«, ὅτε μετὰ βραχὺ ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν <ἐπ’ αὐτὴν« ὁ Ἰησοῦς λέγων »Ἱερουσαλὴμ Ἱερουσαλὴμ,> ἡ ἀποκτείνουσα τοὺς προφήτας« καὶ τὰ ἑξῆς. πρόσχες οὖν εἰ δύνασαι Σιὼν νῦν δὴ λεγομένην θυγατέρα τοῦ προστάσσοντος αὐτῇ χαίρειν καὶ Ἱερουσαλὴμ πόλιν θυγατέρα τοῦ κηρύσσειν αὐτῇ κελεύοντος, εἰπεῖν εἶναι <μὴ τὴν τόν κύριον σταυρώσασαν, άλλὰ τὴν δεομένην τὸν ἐσταυρωμένον, Σιὼν> τὴν ἐπουρανίαν, περὶ ἧς ἐν μέν τῇ πρὸς Ἑβραίους γέγραπται τὸ »ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ. καὶ μυριάσιν ἀγγέλων. πανηγύρει«, ἐν δὲ τῇ πρὸς Γαλάτας· ἡ δέ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν«. μήποτε γὰρ σύμβολά ἐστι ταῦτα τοῦ σωτῆρος λύσαντος τῶν δεσμῶν διὰ τῶν μαθητῶν τὰ ἴδια ὀχήματα, τούς τε απὸ τοῦ λαοῦ πιστεύσαντας ἐκείνου τότε καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. δεδεμένη γὰρ ταῖς ἁμαρτίαις ἦν ἡ
[*](1 Vgl. Sach. 9, 9 – ff Vgl. Luc. 19, 41 – 5 Luc. 13, 34 - 17 Hebr. 12,22 - 21 Gal. 4, 26 — 23ff Vgl. Hier. in Mattli. 160 C: at asina ista, quae subiu- galis fuit et edomita et iugum legis traxerit, synagoga intellegatur, piillus asinae lascivus et liher gentitim populus, quibus sederit lesus) [*](4 <ἐπ’ — Ἱερουσαλήμ> Κlnach Hu, vgl. lat. 8 θυγατέρα < Μ 12 <μὴ — Σιὼν> Kl, vgl. lat. 15 τὴν ἐπουρανίαν, περὶ ἧς Kl, vgl. lat. τὰ ἐπουράνια, περὶ ὧν Μ H 24 ravra + omnia lat.) [*](24 mysteria sunt haec omnia L) v.10.p.524
τότε συναγωγή, δεδεμένος δὲ καὶ ὁ πῶλος μετ’ ἐκείνης ὁ ὕστερον γενόμενος νέος ἀπὸ τῶν ἐθνῶν <πιστεύων> λαός · καὶ τούτους ἀμφοτέρους εγγίζων τῇ εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνόδῳ ὁ σωτὴρ ἐκέλευσεν ὑπὸ τῶν μαθητῶν διδασκόντων λυθῆναι, δοὺς αὐτοῖς τὸ ἅγιον πνεῦμα καὶ εἰπών· »λάβετε πνεῦμα ἅγιον. ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται«. καὶ ἀεί γε οἱ μαθηταὶ < στοῦ> οὓς »ἱκάνωσε διακόνους καινῆς διαθήκης, οὐ γράμματος ἀλλὰ πνεύματος«, λύοντες τὴν δεδεμένην ὄνον κοὶ τὸν πῶλον ἄγουσι πρὸς τὸν Ἰησοῦν βουλόμενον ὀχήμασι χρήσασθαι τοῖς ὑπὸ τῶν γνησίων αὑτοῦ μαθητῶν λελυμένοις ἀπὸ τῶν πάλαι <ἁμαρτιῶν δεσμοῦ. καὶ πρέπει γε τῷ υἱῷ τοῦ θεοῦ οὕτω χρείαν ἔχειν φιλάνθρωπος γὰρ ἐστι) τῆς δεδεμένης ὄνου κοὶ τοῦ μετ’ αὐτῆς δεδεμένου πό)λου · χρείαν δ’ αὐτῶν ἔχει, ἶνα αὐτοῖς ἐπικαθίσας ἀναπαύσῃ μᾶλλον ἤπερ ἀναπαύσηται τοὺς οἷς ἐπικαθέζεται.
[*](11 Joh. 20, 22 f — 16 II. Kor. 3, 6 1 τότε kl Koe, vgl. lat. ποτε Μ H 4 > Kl, vgl. lat. 14 <χυ> Kl Koe, vgL lat. 21 ὀχήμασι Koe, vgl. lat. ὀχήματι Μ H 23 <ἁμαρτιῶν> δεσμοῦ Koe, vgl. lat. 26 ἐστιν H 30 εἴπερ M a)[*](7 caelum] altum B 9 et y* < L 21 suos + γνησίους 25 [super] Kl, vgl. gr. 25/26 ligatam y 26 <αλλιγατθμ> Diehl, gr. 30 eis] eos B L)v.10.p.525
Ἁλλὰ ζητήσει τις πῶς ὁ λόγος τῶν ἑξῆς ἀκόλουθος ἔσται τοῖς ἀποδεδομένοις, οὕτο)ς ἐχόντων· των· εὐθέως δέ ἀποστελεῖ αὐτοὺς« - ἤ »καὶ καὶ εὐθέως αὐτὸν ἀποστελεῖ πόλιν ὧδε«. λύσεις δέ τὸ ἐπηπορημένον ζητήσας τὴν ἀποστολὴν ἢ τῶν κατὰ τὸν Ματθαῖον δύο ἢ τοῦ κατὰ τὸν Μᾶρκον πώλου. ὅτι δὴ κύριος οὐδεὶς ἄλλος ἦν τῶν δεδεμένο)ν <ἢ ἐκεῖνος περὶ οὗ φησιν ὁ ἀπόστολος>· »ἀλλ’ ἡμῖν εἷς κύριος Ἰησοῦς Χριστός, δι’ οὗ τὰ πάντα«, ᾧ <ὅτι> μηδαμῶς ἀντλέγειν ἔμελλε τῶν λεγόντων τις · »εἰς τί λύετε τὸν Πῶλον ;« ἢ ὁτιποτοῦν βοσκόντων, δῆλον · ὡς γὰρ μὴ ἀντερούντων αὐτῷ εἶπεν ὁ σωτὴρ τὸ καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει ἤ· »ἐάν ἐόν τις ὑμῖν εἴπῃ· τί λύετε τὸν πῶλον; εἴποτε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει« · καὶ κατὰ τὸν Λουκᾶν δέ · ἐόν τις φησὶν) ὑμαῖς ἐρωτᾷ· διὰ τί λύετε ; οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείον ἔχει«. [*](6 Maic. 11, 3 — 15 I. Kor. 8, 6 — 19 Luc. 19, 33 - 26 Marc. 11, 3 - 29 Luc. 19, 31) [*](8 δὲ + sicut arhitror lat. 11 τὸν < H a 13 δὴ Koe δὲ Μ H 14 <ἢ — ἀπόστολος> KI Koe, vgl. lat. 15 ἀλλ’ ἡμῖν Kl nach Koe, vgl. lat. ἀλλ’ ἢ ὁ ἡμῶν Μ H 17 <ὅτι> Kl. vgl. lat. 21 τὸ < Μ 23 — 27 ὅτι — εἴπατε < Μ 26 ἢ <κατὰ τὸν Μᾶρκον> Koe, vgl. Ζ. 28) [*](20 *** Diehl Kl, vgl. gr. 22 potente B 23 I. dixerit <aliquid> ? KI, vgl, gr.)
v.10.p.526
καὶ ζητήσεις εἰ μετὰ <τὸ εἰς > τὴν Ἱερουσαλὴμ καὶ τὸ ἐπιβεβηκέναι τούτοις ἢ τούτῳ τὸν σωτῆρα. ἀποστολή τις ἐπί τι ἔργον ἀναγκαῖον πρὸς τὸν τόπον γίνεσθαι ἔμελλεν, ἶνα τι ποιήσωσιν ἡ ὄνος καὶ ὁ Πῶλος ἔργον κατὰ τὸ σιωπώ- μενον, ἐμφαινόμενον μὲν οὐ τρανῶς δὲ δεδηλωμένον. ἔννοιαν δέ τοῦ τοιούτου λαμβάνω ἐπιστήσας τῇ τάξει τῶν ἐν τῷ κατὰ Ματθαῖον μακαρισμῶν. ἐν οἷς μετὰ τὸ »μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν« ἑξῆς γέγραπται τὸ »μακάριοι οἱ προεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν«. τήρει γὰρ ἐν τούτοις ὅτι πρῶτον μέν τῶν μακαριζομένων ἡ βασιλεία« ἐστὶ τῶν οὐρανῶν«· δεύτερον δὲ »καληρονομήσουσι τὴν γῆν«, οὐχ ὥστε τὸν πάντα αἰῶνα εἶναι ἐπ αὐτῆς · παρακληθέντες γὰρ καὶ διὰ τὸ πεπεινηκέναι καὶ δεδιψηκέναι δικαιοσύνης κορεσθέντες αὐτῆς καὶ ἐλεηθέντες καὶ τὸν θεὸν ἰδόντες καὶ υἱοὶ αὐτοῦ κληθέντες πάλιν ἐπὶ τὴν βασιλείαν ἀποκαθίστανται τῶν οὐρανῶν.
[*](12. 18 Matth. 5, 3 - 15. 20 Matth. 5, 5 – – 29 Vgh Matth. 5, 4 – 10)[*](1 τὸ — > Kl, vgl. lat. 9 ff i. m. βίαια ταῦτα H 22 γὰρ] δὲ Koe, vgl. lat. )[*](8 <um <um tacite> Kl nach Diehl, vgl. gr. 10 credens] lat. las πιστεύσας ? 22 <et> Kl, vgl. 31 quos X* vel quos ρ)v.10.p.527
Ἐὰν δέ ὄνος καὶ πῶλος, οἷς ὁ σωτὴρ ἐπιβαίνει, οἱ ἀποδεδομένοι τυγχάνωσι, μὴ προσκόψῃς τῷ λόγῳ παραβάλλοντι ἀλόγοις ζῲοις ἀχθοφόροις τοὺς φέροντας τὸν Ἰησοῦν αὐτοῖς ὀχούμενον. τάχα γὰρ τι τοιοῦτον νοήσας καὶ ὁ προφήτης εἶπε τὸ γενονέναι <ὡς> κτηνώδης, οὐχ ἁπαξαπλῶς ἀλλὰ παρὰ τῷ θεῷ ἢ παρὰ τῷ Χριστῷ, κατὰ τὸ »κἀγὼ κτηνώδης ἐγενήθην παρὰ σοί«. ὡς γὰρ πρὸς τὸν αὐτόλογον καὶ πρὸς τὴν τοῦ θεοῦ μεγαλειότητα κτηνώδεις ἐσμὲν οὐχ ἡμεῖς μόνοι, ἀλλὰ καὶ ἡμῶν πολλῷ λογικώτεροι καὶ σοφώτεροι · οὕτω δέ καὶ ὡς πρὸς τὸ λογικὸν τοῦ ποιμένος πρόβατά ἐσμεν αὐτοῦ, τῷ τὸν ἐν ἀνθρώποις καὶ τοῖς τελειοτάτοις λόγον παραβαλλόμενον τῷ αὐτολόγῳ πλεῖον ἔχειν ἀπόστημα ἀπ’ ἐκείνου, ἢ ὅσον ἔχει ἀπόστημα ὄνου καὶ πώλου Ψυχὴ ἢ προβάτου πρὸς ἄνθρωπον. [*](19 Ps. 72, 22) [*](7 πῶλος + eius lat. 8 οἱ + supra lat. 16 <ὡς> Kl Koe, vgl. lat. 19 Χριστῶ̣ + eius lat. 27 ποιμένως H a) [*](7 ergo] lat. las δὴ st. δὲ 9 quos + dei B + deus L 25 * * * Diehl, vgl. gr.)
v.10.p.528
καὶ τάχα ἀναβαίνοντα μὲν εἰς Ἱεροσόλυμα ἐποχουμένου τοῦ Ἰησοῦ) τὸ ὑποζύγιον ἢ καὶ ὁ πῶλος τοιαῦτά ἐστιν, γενόμενα δὲ ἐκεῖ οὐ μένει ὑποζύγιον οὐδέ πῶλος, ἀλλὰ ἀπ[οστέλλεται μεταβαλόντα καὶ ὠφεληθέντα καὶ μετασχόντα τῆς τοῦ λόγου θειότητος καὶ ὑπεροχῆς τῆς γνώσεως, ὥστε εἰς δόξαν <ἀξιοῦσθαι θεοῦ ἀποστέλλεσθαι αὐτὰ εἰς τὸν τόπον ὅθεν ἐλύθη πρότερον, τοῦ γυρίου μεταποιήσαντος αὐτὰ καὶ μισθὸν αὐτοῖς δεδωκότος τοῦ ἐνηνοχέναι αὐτὸν τὴν τοιαύτην μεταβολήν, ὡς καὶ ἀποσταλῆναι αὐτὰ ἐπὶ τόν πρότερον τόπον, οὐκέτι <δ᾿ > ἐπὶ τοῖς ἔργοις τοῖς πρότερον. οὐ γὰρ ἔμελλεν ὁ φιλάνθρωπος ἡμῶν <ὥν> κύριος, ἅπαξ παραδεξάμενος τιμῆσαι τῇ τε ἀπὸτῶν δεσμῶν λύσει καὶ τῇ ἑαυτοῦ ὀχήσει, πόλιν αὐτὰ πέμπειν ἐπὶ τοὺς δεσμοὺς ἢ ἔργα ἐλάττονα ου πεποιηκεν εργου. δεξάμενα τοῖς νώτοις τὸν υἱὸν τοῦ θεοῦ. πρέπον δέ ἦν ἐπὶ τῷ τοιούτῳ μυστηριω̣
[*](6 μεταβαλόντα Μ + iam lat. 8 ὑπεροχῇ τ. γν. <τιμηθέντες> Koe, lat. 9/10 <ἀξιοῦσαι> Koe, vgl. 12 καὶ + quasi hanc lat. 19 πρωτρ\ H 22 > Kl, vgl. lat. 25 τιμῆσαι] et honoravit lat. 24 <ὤν> vgl. gr.) [*](2 iherosolima B 3 se asina] asinam B | pullum G B | sunt < B 4 sed Kl, vgl. gr. et x 7 eminentia scientiae honestatiy y* eminentia, scientia, honestate L ? 9 adsumpti] lat. las ἐλήφθη 21 assumptifuerant L 22 sed y* < L 23/24 domtnus noster y deus dominus L 31 corda] 1. terga ? Kl, vgL gr.) v.10.p.529
καὶ τοῖς μετ’ αὐτοῦ λεγομένοις σφόδρα χαίρειν καὶ ἐπιτείνειν χαρὰν τὸν καρπὸν» τοῦ πνεύματος«) τὴν θυγατέρα τοῦ βεοῦ Σιὼν καὶ θυγατέρα οὐτοῦ τὴν Ἰερουσαλὴμ κηρύσσειν · ἤρχετο γὰρ ἀυτῇ »ὁ βασιλεὺς δίκαιος καὶ σῴζων«,<καὶ οὐχ ἁπλῶς »σῴζων«> ἀλλὰ <»δίκαιος καὶ σῴζων«, τουτέστι> μετà τοῦ τηρεῖν τὸ δίκαιος εἶναι καὶ σῴζων μετὰ δικαιοσύνης, καὶ εὐτρεπίζων εἰς σωτηρίαν τοὺς σῳζομένους. αὐτὸς δέ ἤρχετο εἰς Σιὼν κοὶ Ἱερουσαλὴμ »πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον« ὡς ἀποδεδώκαμεν) ἐπισκοπῶν τὸν Ἰσραὴλ ἐν τῷ ἐξολοθρεύειν »ἃρματα ἐξ Ἐφραΐμ«, παραπλήσια τυγχάνοντα ἃρμασι Φαραώ, ὅτε »ἃρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτου ἒρριψεν εἰς θάλασσαν«. ἤρχετο δέ καὶ ἵππον« ἐξολοθρεύων τὸ πολεμικὸν ζῷον ἀπὸ τῆς Ἱερουσαλήμ, ἳνα εἰρήνην ποιήσῃ τῷ Ἰσραὴλ ἐπιστρέφων τὰ ἀπολωλότα αὐτοῦ πρόβατα, εἰρήνην δὲ καὶ τῇ Ἱερουσαλὴμ ἐπανάγων αὐτῆς ἐκπεσόντα τὰ τέκνα. πῶς δέ οὐκ ἔμελλε μεγάλης χαρᾶς εἶναι ἂξιον τὸ οὕτως ἒρχεσθαι τὸν
[*](2 Vgl. Gal. 5, 22 - 2ff Vgl. Sach. 9, 9 - 13 Sach. 9, 9 - 17 Vgl. Sach. 9, 10 - 20 Exod. 15, 4-23 Vgl. Sach. 9, 10 - 23f Vgl. Siegfried, Philo 183 - 25f VgL Matth. 10, 6-28 Vgl. Jes. 54, 13) [*](1 αὐτοῦ] οὐ Μ 6 αὑτῆς Μ 7 <καὶ — σῴζων> Kl vgl. lat. 8 — 11 dAAd — εὐτρεπίζων < H 8f 〈δίκαιος — τουτέστι> Diehl, vgl. lat.) [*](17 effratre La effrem Lc) v.10.p.530
δίκαιον βασιλέα καὶ σῴζοντα καὶ πρᾶον εἰς τὴν Ἱερουσαλήμ, ὅτε ἒμελλεν ἐξολοθρεύεσθαι πᾶν »τόξον Πολεμικόν«, ἴνα μηκέτι »οἱ ἁμαρτωλοὶ« ἐκτείνωσι τόξα μηδέ ἑτοιμάζωσι βέλη εἰς φαρέτραν τοῦ κατατοξεῦσαι ἐν σκοτομήνη τοὺς εὐθεῖς τῇ καρδίᾳ«; ἔμελλε δέ τότε καὶ πλῆθος καὶ εἰρήνη« εἶναι ἀπὸ τῶν πιστευόντων καὶσῳζομένων»ἐθνῶν«, κατάρχοντος »ὑδάτων ἓως θαλάσσης« τοῦ σωτῆρος, κατάρχοντος δέ καὶ »ποταμῶν διεκβολὰς διεκβολὰς γῆς« καὶ διεξόδους ποιουμένων καὶ ποτιζόντων τὰ πολλὰ αὐτῆς.
Ὁ δέ θέλων ἁπλούστερον ἐπὶ τοῦ <τῶν Ἰουδαίων> ἐπιδεδήμηκεν ὁ σωτὴρ ἀκούειν τὸ θύγατερ Σιὼν« καὶ »θύγατερ Ἰερουσαλὴμ« φήσει ὅτι ὁ λόγος μέν προστάσσει χαίρειν τῇ θυγατρὶ Σιὼν καὶ κηρύσσειν τῇ θυγατρὶ Ἱερουσαλήμ· εἰ δέ τινες ἠπείθησαν οὐ τὰ τοῦ χαίρειν ποιήσαντες ἒξια οὐδέ παραξάμενοι τὸ περὶ τοῦ κηρύσσειν Πρόσταγμα, αὐτοὶ γεγόνασιν ἑαυτῶν αἴτιοι τοῦ παθεῖν ἃ πεπόνθασιν, ὥστε λεχθῆναι αὐτοῖς· »ὑμῖν ἦν ἀναγκαῖον καταγγεῖλαι τὸν λόγον [*](3 Vgl. Sach. 9, 10 — 4 Ps. 10, 2 — 8ff. llff Vgl. Sach. 9, 10 19f Vgl. Sach. 9, 9 — 24 Vgl. Rom. 3, 3 ? — 29 Act. 13, 46) [*](2 ὅτε] lat. las ὅθεν Koe 4 ἁμαρτωλοὶ + in ea lat. 11 θαλάσσης + id est populorum lat. 17 τῶν Ἰουδαίων> Koe, vgl. lat. 29 + guidem primum lat.) [*](1 <et > Kl, vgl. gr. 8 > Diehl, vgl. gr. | *** Kl, vgl. gr. 11 principante Χ* principata ρ 12 fluminum x* fluminis ρ | emissiones La emissionis y Lc 17 populum X* populos μ 24 filiam μ filiae x 26 discrediderint L)
v.10.p.531
τοῦ θεοῦ· ἐΠεὶ δέ ἀναξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ χρὴ δὲ καὶ τοῦτο εἰδέναι ὅτι πέντε περιτυχόντες ἐδδόσεσι τοῦ Ζαχαρίου παρὰ μὲν τοῖς Ἑβδομήκοντα καὶ τῷ Ἀκύλᾳ εὕρομεν τὸ αὐτὸς πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον« ἢ ἐπὶ ὄνου καὶ πώλου υἱοῦ ὀνάδων«, παρὰ δὲ θεοδοτίωνι· »αὐτὸς ἐπακούων καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὄνου«, παρὰ δὲ Συμμάχῳ· »αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον Λ·αὶ πῶλον υἱὸν ὀνάδος», ἐν δέ τῇ πέμπτη ἐκδόσει· αὐτὸς πτωχὸς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον υἱὸν ὂνων«, καὶ δύναταί γέ τις ταῦτα ἐφαρμόζειν τῇ κατὰ τὸν ἐξεταζόμενον τοῦ εὐαγγελίου τόπον ἱστορίᾳ, ὅτε πρᾶος καὶ ἐπακούων καὶ πτωχὸς ἐλήλυθεν εἰς τὴν Ἱερουσαλὴμ ὁ σωτήρ · »ἐπτώχευσε« γὰρ »πλούσιος ὤν, ἳνα« οἱ ἀκούοντες αὐτοῦ τοῦ ἐπακούοντος ἡμῶν »τῇ πτωχείᾳ« αὐτοῦ πλουτήσωσιν.
Ἲδωμεν δὲ περὶ τῆς Βηθφαγὴ μὲν κατὰ Ματθαῖον, Βηθανίας δὲ κατὰ τὸν Μᾶρκον, Βηθφαγὴ δὲ καὶ Βηθανίας κατὰ τὸν Λουκᾶν. ταῦτα δέ ἦν πρὸς τὸ ὄρος [*](8—19 Vgl. Field, Orig. Hexapl. II, 3, 1024 — 24f Vgl. II. Kor. 8, 9 — 29ff Vgl. Marc. 11, 1 var. lect. — Vgl. Luc. 19, 29 — 32 Luc. 19, 29) [*](2 ἑαυτούς + aeteniae vitae lat. 11 ὀνάδ> Μ 16 τῇ < H < H 27 πτωχία H | Μ 28 δὲ δὲ + et lat.) [*](1 primum y* < L 2 dei verbum L)
v.10.p.532
τὸ καλούμενον Ἐλαιῶν«. ἑρμηνεύεσθαι δέ φαμεν τὴν Βηθφαγὴ μὲν OIKON ΣΙΑΓΟΝΩΝ (ἥτις τῶν ἱερέων ἦν χωρίον),
Βηθανία δὲ ΟΙΚΟΣ ΥΠΑΚΟΗΣ. ἐπὲ τὸν οἶκον οὖν τῆς ὑπακοῆς ἄγεται τὰ λυόμενα ἢ τὸ λυόμενον,
ἵν᾿ ἐκεῖθεν ἐπιβῇ αὐτοῖς ὁ Ἰησοῦς, ἢ ἐπὶ τὸν οἶκον τῆς σιαγόνος, περὶ ἧς ἔστιν εἰπεῖν λαβόντα ἀφορμὰς καὶ ἀπὸ τῶν Κριτῶν, ἐν οἷς πηγή ἐστιν ἐπίκλητος σιαγόνος. ἀφ᾿ ἧς ἔπιεν ὁ Σαμψὼν διψήσας, ἢ τάχα ἐπεὶ »τῷ τύπτοντι εἰς τὴν σιαγόνα«δεῖ παρέχειν καὶ τὴν ἑτέραν, σύμβλον τῆς τῶν σῳζομένων ἀνεξικακίας ἡ Βηθγαγὴ ἦν,
ὅθεν ἐκθέζετο ὁ Ἰησοῦς ἐπὶ τῶν ὑπὸ τῶν μαθητῶν κατὰ τὴν πρόσταξιν τοῦ Ἰησοῦ λυθέντων.
Καὶ τὸ ὄρος δὲ τῶν Ἐλαιῶν [*](1ff Vgl. Cl Nr. 225 Or. C p Nr. 66 Or. Ferner Orig. tom. X, 30 in Joh. (IV, 203, 34ff) u. besonders hom. XXXVII in Luc. (IX, 217ff). Hier. In Matth. 159 C: cumque adpropinquaret Hierosolymis et venisset Bethphage, ad Domum maxillarum, qui sacerdotum viculus erat etc. Vgl. Wutz Onom. sacra 39 — 3f Vgl. Harnack TU. 42, 4, 84 A. 2 — 8 Vgl. Wutz Onom. sacra 39 — 8ff Vgl. C luc Nr. 46 Or.? — 16ff Vgl. Iudic. 15, 19—18 Vgl. Luc. 6, 29 2 l. φασιν? Κl 14 nach Koe, vgl. lat. καὶ MH 29 ἐλεῶν Η 7 pars erat L 8—15 Bethania —dominus] hier Kl nach Diehl (Koe z. T.), vgl. gr.; hinter et alteram Z. 24 x 15 dominus] Iesus Pasch 27 eius1 < L)
v.10.p.533
<ἡ ἐκκλησία> ἐστίν, ἳτινεσ λέγουσι καρποφοροῦσαι καλλιέλαιος οἶσαι · »ἐγὼ δέ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἲκῳ τοῦ θεοῦ« · καὶ οἱ ἀρχόμενοι δὲ καὶ εἰσαγόμενοι ἐν αὐτοῖς εἰσιν ὡσεὶ νεόφυτα ἐλαιῶν κύκλῳ τῆς« Χριστοῦ »τραπέζης«, τεκνία καὶ »υἱοὶ« ὄντες αὐτοῦ. εἰ δὲ δεῖ ἐπιστῆσαι καὶ τοῖς δύο μαθηταῖς, οὓς ἀπέστειλεν ὁ Ἰησοῦς ἐπὶ τὴν δεδεμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον ἵνa λύσαντες ἀγάγωσιν αὐτῷ, λεκτέον <τάχα οὐκ ἀλόγως> μήποτε δύο μαθηταὶ Πέτρος εἰσὶ καὶ Παῦλος, δεξιὰς διδόντες ἀλλήλοις »κοινωνίας«, ἵνα Πέτροςμέν εἰς τὴν περιτομὴν πρὸς τὸ ὑποζύγιον γένηται, τὸν ὑπὸ τὸν ζυγὸν τοῦ νόμου γεγενημένον 〈λαόν〉, Παῦλος δέ εἰς τὰ ἔθνη, τὸν νέον καὶ ἀδάμαστον πῶλον. καὶ ἦσαν ἀμφότεροι λέγω δέ· τὸ ὑποζύγιον καὶ ὁ πῶλος) πρὸ τοῦ Ἰησοῦ ἐν κώμη καὶ οὐ πόλει, ἔνθα ἦσαν δεδεμένοι. ἀλλ᾿ οἱ τοῦ Ἰησοῦ μαθηταὶ λύουσι καὶ ἂλουσι πρὸς τὸν Ἰησοῦν ἀμφότερα.
Ἒτι δ’ ἐπανάγων τῷ λόγῳ [*](2 Vgl. Röm. 11, 24 - 3 Ps. 51, 10 - o Vgl. Hebr. 5, 12 ? – 7ff Ps. 127, 3 - 18-24 Vgl. Gal. 2, 9) [*](1 <ἡ ἐκκλησία> Kl, vgl. lat. 15 <τάχα — ἀλόγως> Koe, vgl. lat. und Orig. IV, 202, 13 16 Πέτρος κτλ.] in mysterio Petri etc. lat. 22 〈λαόν〉 Diehl Koe, vgl. lat.) [*](7 novellae ρ 25 ludaeorum] ex iudeis G L)
v.10.p.534
τοὺς δύο μαθητὰς φήσεις ὅτι ἐστὶ μέν ἔν τάγμα τῶν διακονουμένων τοῖς ἐκ περιτομῆς, ἀλλο δὲ τοῖς ἀπὸ τῶν ἐθνῶν. πλὴν κοινωνία ἐστὶ τῶν ἔργων αὐτῶν, λυόντων τὰ προστεταγμένα ὑπὸ τοῦ Ἰησοῦ λύεσθαι· ὧν λυόντων, ἐόν τις λέγη αὐτοῖς » τί λύετε τὸν πῶλον ;« ὁτιποτοῦν, λέγει περὶ ἀμφοτέρων· κηρύσσομεν ὅτι ὁ κύριος αὐτῶν τῶν πρότερον δεδεμένων χρείαν ἔχει. χρείαν δὲ αὐτῶν ἔχει ἐπιβαίνων αὐτοῖς, λελυμένοις ἀπὸ τῶν ἁμαρτημάτων καὶ ἄφεσιν αὐτῶν εἰληφόσι· δεδεμένοις γὰρ ἔτι καὶ σειροῖς τῶν ἰδίων ἁμαρτιῶν« σφιγγομένοις ὁ Ἰησοῦς οὐκ ἐπικαθέζεται. κατὰ μέντοι τὸν Μᾶρκον καὶ τὸν Λουδᾶν <καὶ> πῶλός δεδεμένος, »ἐφ᾿ ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισεν«· οὐδέν γὰρ λογικὸν καὶ κατὰ τρόπον <ἀνθρώπινον> ἐπέπρακό <ποτε> καὶ τῷ ἀπὸ τῶν ἐθνῶν πώλῳ. καὶ οὗτος ἐφ’ ᾧ οὐδὲν λογικὸν πρότερον ἐφίδρυτο εὐτύχησε θεὸν αὐτοῷ ἐπικαθεσθῆναι λόγον, τὸν υἱὸν τοῦ θεοῦ, ἳνα ὑπ᾿ αὐτοῦ ἀγόμενος ἡνιοχοῦντος
[*](8 Luc. 19, 33 — 13ff Vgl.Hier. in Matth. 159 D: alligata erat asina multis vinculis peccatorum — 16 Vgl. Prov. 5, 22 — 16f Vgl. II 231, 9 — 8ff Marc. 11, 2; Luc. 19, 30) [*](7 λέγει H 11 δεδεμένον H 13 1. ἐπιβαίνειν? Kl, vgl. lat. 19 <καὶ> Kl, vgl. lat. 22 <ἀνθρώπινον> vgl. lat. 23 l. πέπρακτο ? | <ποτε> Diehl Koe, vgl. lat. | ἢ ἳδρυτο εὐταξίας τι τιἐν> Koe, vgl. lat. 23/24 ὓδρυτο τῶν H) [*](13 ascendens G La 16 autem] 1 enim KL, vgl. gr. 20 alligatus y* alHgandus L 31 f lat. frei ? 31 ducente <et > Diehl, vgl.gr.) v.10.p.535
καταντήσῃ ἐπὶ τὴν Ἱερουσαλὴμ τοῦ Θεοῦ. τοσαῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπὶ τοῦ παρόντος εἲδομεν· ὁ δέ δυνάμενος καὶ χο)ρῶν μείζονα εἰς τὸν τόπον χάριν λεγέτω μείζονα καὶ βελτίονα, κἀκεῖνος μᾶλλον ἀκουέσθω ὑπὸ τῶν διψώντων εὐαγγελικῆς σαφηνείας.
Πορευθέντες δέ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὂνον καὶ τὸν πῶλον καὶ τὰ ἑξῆς ἓως τοῦ ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας (Matth. 21, — 11). ὁ δέ Μᾶρκος οὕτω κατὰ τὸν τόπον ἐξέθετο· »καὶ ἀπελθόντες εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτὸν« καὶ τὰ ἑξῆς ἕως τοῦ »εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν Δαθΐδ· εἰρήνη ἐν τοῖς ὑψίστοις«. καὶ ὁ Λουκᾶς δὲ τοιοῦτό φησιν · »ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς ἑστῶτα τὸν πῶλον« καὶ τὰ ἑξῆς ἕως τοῦ »ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται«. Ἀκολούθως τοῖς ἀποδεδομένοις περὶ τῶν ἀποσταλέντων δύο μαθητῶν ἐπὶ τὸ λῦσαι τὴν δεδεμένην ὄνον καὶ τὸν πῶλον τὸν μετ’ αὐτῆς καὶ πᾶσι τοῖς εἰς τὸν τόπον εἰρημένοις, διηγησόμεθα καὶ τὰ ἐκκεί- [*](20 Marc. 11, 4—23 Marc. 11, 10 - 26 Luc. 19, 32 — 29 Luc. 19, 40) [*](17 ὁ <M)
v.10.p.536
μενα, ἐν οἷς λέλεκται ὅτι πορευθέντες οἱ δύο μαθηταὶ καὶ ποιήσαντες τὰ ὑπὸ τοῦ σωτῆρος αὐτοῖς προστεταγμένα ἤγαγον Πρὸς αὐτὸν τὴν ὄνον καὶ τὸν πῶλον· οὓς οὐκ ἀφήκασι γυμνοὺς ἀλλὰ κόσμον αὐτοῖς περιέθηκαν ἐν ἱματίοις εὐσχημοσύνην περιποιοῦσι, δοσμήσασι τὴν ὑπ᾿ αὐτῆς λελυμένην ὄνον καὶ τὸν μετ’ αὐτῆς πῶλον οἶς κοὶ αὐτοὶ ἦσαν κεκοσμημένοι καὶ ἐσκεπασμένοι, καὶ] ἵνα κεκοσμημένοις τῇ ὄνῳ καὶ τῷ πώλῳ τοῖς ἐνδύμασι τῶν διδαξόντων μαθητῶν βῇ καὶ παύσηται καὶ ἐφιδρυθῇ ὁ τοῦ θεοῦ λόγος, γινόμενος ἐπάνω μόνος καὶ ἡνίοχος τῶν λελυμένων καὶ βασταζόντων αὐτόν. ἀλλὰ τοῖς μέν ἐκ τῶν διδαξάντων ἱματίοις ἐπιτεθεῖσι τῇ ὄνῳ καὶ τῷ πώλῳ ὁ Ἰησοῦς ἐπικαθέζεται, ἐπειδὴ ἓκαστον ἐχρῆν συμβαλέσθαι τι Χριστῷ πραεῖ βασιλεῖ ἐπιβεβηκότι ὑποζυγίῳ καὶ πώλῳ νέῳ ***
[*](5 ff Vgl. Hier. in Matth. 160 D: pullus iste et asina, quibus apostoli insternunt vestimenta sua, ut lestis mollius sedeat, ante adventum salvatoris nudi erant . . . postquam vero apostolicas suscepere vestes, pulchriores facti dominum habuere sessorem — 6-537, 22 Vgl. II 233, 8ff — 24f Vgl. Sach. 9, 9 — 26f Vgl. Hebr. 3, 14) [*](13 καὶ] Koe, vgl. lat. 15f βῇ καὶ παύσηται Kl, vgl. lat. 23 ἐπειδὴ Kl, vgl. lat. ἐπεὶ δὲ Μ H | ἕκαστον + discipulorum lat. 24 Χριστῷ Koe, vgl. lat. τῷ Μ H 26 *** Κl, Koe erganzt nach Hebr. 3, 14 ἳνα δύνωνται εἰπεῖν ὅτι Χριστοῦ ἐσμεν ἔργου >, vgl. lat.) [*](8ff lat. stellt z. Τ. um und ürzt ipsi x* <μ 25 *** Diehl, vgl. gr.) v.10.p.537
<Ὁ δέ πλεῖστος ὄχλος ἒστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἂλλοι δέ ἒκοπτον κλάδους ἀπὸ τῶν δένδρο)ν καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.> ἦν δὴ πλεπιστος ὂχλος ὁ συνεισερχόμενος εἰς Ἱερουσαλὴμ τῷ Ἰησοῦ, καὶ οὗτοι ἒδειξαν καρΠὸν τῆς τοῦ σωτῆρος ἀποδοχῆς ἐν τῷ τὰ ἑαυτῶν ἱμάτια ὑποστρῶσαι, καὶ ὃν εἶχον κόσμον καὶ σκέπην, τῷ έπικαθεζομενῳ τῇ ὄνῳ κοὶ τῷ πώλῳ. ἐν τῇ ὁδῷ τοίνυν καθ’ ἣν ἦγε τὴν ὄνον καὶ τὸν πῶλον ἐπὶ τὰ Ἱεροσόλυμα, ἔστρωσαν τὰ ἑαυτῶν ἱμάτια ὁ πλεῖστος ὄχλος, ἵνα καθαροῖς γῆς καὶ γηΐνων πραγμάτων <ποσὶ> καὶ μηδαμῶς ἔχουσι κονιορτὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐπιβῇ τῇ Ἱερουσαλήμ. καὶ τρίτον δέ τι τάγμα τὸ παρὰ τοὺς δύο μαθητὰς καὶ τὸν ὑποστρώσαντα Ι πλεῖστον ὄχλον τὰ ἱμάτια ἐν τῇ ὁδῷ νῦν κατείλεκται· ἄλλοι γὰρ ὡραιότητά<τινα> περιεποίουν τῇ ὁδῷ δι᾿ ἧς ὥδευεν ἐπὶ τὰ Ἱεροσόλυμα ὁ Ἰησοῦς ὀχούμενος τοῖς προειρημένοις· ἡ δὲ ὡραιότης ἦν κοπτομένων κλάδων ἀπὸ δένδρων καὶ στρωννυμένων
[*](1–5 <Ὁ—ὁδῷ> Kl, vgl. lat. 5f ἦν δὴ Κl, vgl. lat. ἦν δὲ Μ H 8 οὗτοι] ipsi lat. 18 ὄχλος + videlicet lat. 20 〈ποσὶ〉 Kl nach Koe 27 <τινα> Diehl, vgl. lat.) [*](9 habuerunt ρ 14 et pullus Pasch < X 19 f lat. verstand falsch (καθαρῶς ?) 21 vel patiantur] Erklärung des Ubersetzers ? Koe 24 lat. las μετὰ st. παρὰ Koe | <duos> Diehl, vgl, gr. 26 in via y* <L) v.10.p.538
παρ᾿ ἑκάτερα τῶν ἐστρωμένων ἱματίων· εἰ μὴ ἂρα τοῦτο τέταρτον τάγμα ἦν. ἄλλοι γὰρ οἱ λύοντες μαθηταί, <καὶ> ἄλλη ἡ ὄνος καὶ ὁ μετ’ αὐτῆς πῶλος, κοὶ τρίτοι ὁ πλεῖστος ὄχλος, καὶ τέταρτοι οἱ κόπτοντες τοὺς κλάδους ἀπὸ τῶν δένδρων καὶ στρωννύντες ἐν τῇ ὁδῷ. νόει δέ μοι ἀπὸ τούτων καὶ πέμπτον καὶ ἓκτον τάγμα κατειλεγμένον τῶν τόν Ἰησοῦν προαγόντων κοὶ τῶν ἀκολουδούντων αὐτῶ. καὶ προάγοντας μὲν φήσεις ἀπὸ τῶν πρὸ τῆς παρουσίας εἶναι ἐκ τοῦ λαοῦ, δικαίων τάχα καὶ προφητῶν · ἀκολουθοῦντας δέ τοὺς ἀπὸ τῶν μετὰ τὴν παρουσίαν ἑπομένων τῷ λόγῳ κοὶ ἀκολουθούντων αὐτῷ εἲτε δικαίων εἲτε καὶ ἀποστόλων χριστοῦ. πλὴν οὐκ ἂλλα μὲν ἔλεγον οἱ προάγοντες, ἄλλα δὲ οἱ ἀκολουθοῦντες· ἒκραζον γὰρ πάντες ἃμα ὡς χορὸς συνᾴδων καὶ σύμφωνος καὶ ἔλεγον καὶ τὸ ἀνθρώπινον ὑμνοῦντες τοῦ σωτῆρος ἐν τῷ ὡσαννὰ τῷ υἱῷ Δαυΐδ καὶ τὴν δευτέ-
[*](19—26 Vgl. Ci Nr. 226 Or. II 233, 14ff — 26ff Vgl. Hier. in Matth. 161 D: et praecedentes ac sequentes non brevi et silenti confessione, sed clamore plenissimo resonant: »Osanna« etc.) [*](4 <καὶ> ἂλλη Hu 19 φήσεις 〈τοὺς〉? Kl 25 26 χριστοῦ] αὐτοῦ Μ) [*](14 praecedebant . . . sequebantur B 20 adventum + christi Gc B L 28 insimul L | > Diehl, vgl. gr.) v.10.p.539
ραν αὐτοῦ ἐΠιδημίαν 〈ἐν τῷ> εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου καὶ τὴν εἰς τὰ ἂγια ἀποκατάστασιν ἐν τῷ ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Τούτων δὴ τῶν τριῶν ἐκφωνήσεων λεγομένων ὑπὸ τῆς συμφωνίας τῶν προαγόντων καὶ ἀκολουθούντων τῷ Ἰησοῦ, ὁ μὲν εἰσῄει εἰς τὰ αληθινὰ Ἱεροσόλομα· ξενισθεῖσαι δὲ αἱ οὐράνιαι δυνάμεις, αἳτινες λέγονται πᾶσα εἶναι ἡ πόλις, ἒφασκον τίς ἐστιν οὗτος; ἀνάλογον τοῖς προφητευθεῖσιν ἐν εἰκοστῷ τρίτῳ Ψαλμῷ περὶ τῆς ἀναλήψεως τοῦ σωτῆρος καὶ τοῦ ξενισμοῦ τῶν οὐρανίων δυνάμεων ξενιζομένων ἐπὶ τῷ κοινῷ τοῦ σωματικοῦ αὐτοῦ ὁχήματος θεάματι. ἔχει δέ οὕτως ἐν τῷ Ψαλμῷ· »ἂρατε πύλος, οἱ ἂρχοντες, ὑμῶν, κοὶ ἐπάρθητε, Πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης« [*](26 Ps. 23, 7) [*](1 〈ἐν > λ 11 τριῶν] doubus lat. 27 ἠμῶν M) [*](6f „ beim Lateiner wird durch das Lemma der Zusammenhang gestört“ Koe 6 et] secundum mathm. In illo tempore L | lesus < Ga B | in < L 9 —galilaeae] Omelia Origenis de eadem lectione L 17 <universa> Kl, vgl. 18 iste] hic L 21 <admirantium> Diehl, vgl. gr. 22 vehicuhim] lat. las ὀχήματι st. ὀχήμα(τος θεάμα)τι Koe)
v.10.p.540
καὶ τὰ ἑξῆς. καὶ ἐν Ἡσαΐᾳ δέ παραπλήσια προφητεύεται περὶ τῆς μετὰ τὴν οἰκονομίαν ἀνόδου τοῦ σωτῆρος· γέγραπται γάρ· »τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ· οὗτος ὡραῖος ἐν στολῇ;« τὰ δὲ κατὰ τὸν τόπον ὃλα καὶ σὺ δυνήσῃ ἀναλεξάμενος κατανοῆσαι, τί τε λέγουσιν οἱ ξενιζόμεναι δυνάμεις ἐπὶ τῆς τοῦ σωτηρίου σώματος ἀνόδου καὶ τί αὐταῖς ἀποκρινεται. ταῦτα δέ μοι παρείληπται βουλομένῳ σ[σαι τὴν ἀκολουθίαν τῆς κατὰ τὴν γραφὴν τροπολογίας ὅτι εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος; μετὰ δέ τοῦτο ἑξῆς γέγραΠται ὅτι πολλοὶ ἔλεγον· οὗτός ἐστιν Ἱησοῦς ὁ προφήτης ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, ὁμολογοῦντες τὸν προφητευθέντα ὅτι »Ναζωραῖος κληθήσεται« ὁ κυρίως τῷ θεῷ ἀεὶ ἀνκείμενος. ἀλλὰ κατὰ τὴν διήγησιν ταυτην περιγεγράφθω τὰ κατὰ τὸν τόπον ἀρχή ἀρχή τις ἔστω ἑτέρας περικοπῆς τὰ ἐπιγερόμενα, ἳνα μὴ ἀναγκάζηταί τις (συνάπτων καὶ τὴν περὶ ἐκείνων διήγησιν τοῖς προτέροις) ζητεῖν
[*](1 Ps. 23, 8 - 7 Jes. 63, 1 - 27 Matth. 2, 23) [*](4 παραπλήσια + quaedam lat. ἐρύθημα υ ἐρύθιμα Μ H) [*](20 omnis] universa L) v.10.p.541
ἐκβαλλομένους ἀπὸ τοῦ ἱεροῦ τοῦ θεοῦ τινας τοὺς ἐπιπληττομένους ὡς πεποιηκότας τον »τῆς προσευχῆς« οἶκον »λῃστῶν σπήλαιον«. οὐκ οἶδα δὲ εἰ, κἂν βιάσηταί τις, δύναται < ἀκολούθως τῷ »χαῖρε σφόδρα, θύγατερ Σιὸ)ν« σῶσαι τὴν πᾶσαν καὶ τῶν ἑξῆς τοῖς ἐκκειμένοις ἀκολουθίαν.
Μετὰ ταῦτα ἐξετάσωμεν καὶ τὸ ὡσαννὰ τῷ οὑῷ Δαυΐδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· ὡσαννὰ ἐν τοῖς ὑψίστοις ποῖον ἔχει νοῦν. σαφῶς μὲν οὖν τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου αὐταῖς λέξεσι κεῖται ἐν τῷ πρὸ τοῦ μεγίστου ψαλμοῦ ψαλμῷ, λεγομένῳ ἔν τισιν ἀντιγράφοις ἑκαατοστῷ ἑπτακαιδεκάτῳ· δοκεῖ δέ μοι τὰ ἀντὶ τοῦ ὢ κύριε, σῶσον δὴ« προτεταγμένα τοῦ »εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου« ἑβραϊκῶς ἐκκεῖσθαι ἐν τῷ » ὡσαννὰ τῷ υἱῷ Δαυΐδ«· ’ οὕτω δὲ καὶ εἶχεν ἡ ἑβραϊκὴ λέξις· ΑΝΝΑ ΑΔΩΝΑΙ ΩΕΙΑΝΝΑ. ΑΝΝΑ ΑΛΩΝΑΙ ΑΣΛΙΑΝΝΑ, ΒΑΡΟΥΧ ΑΒΒΑ ΒΣΑΙΜ ΑΛΩ- [*](11ff Vgl. Matth. 21, 13-6 Sach. 9, 9 - lOff Vgl. C 1 Nr. 227 Or. = C Nr. 66 Chrys. — 14 ff Vgl. Hier. in Matth. 162 A: hi centesimo decimo septimo psalmo . . . pro eo quod in Septuaginta habetiir interpretibus . . . in Hebraeo legimus: anna adonai osianna etc. Vgl. auch Hier. ep. XX (ad. Damasum) — 21ff Ps. 117, 25f) [*](8 ἐγκειμένοις M 18/19 λεγωμένω μένω Ηa 23 ἐγκεῖσθαι Μ 26 ΩΣΙΑΝΝΑ Κl (wie schon bei Field) ὡσειεννάν M H 27 ΑΣΛΙΑΝΝΑ Kl (s. zu Ζ. 26) ἀσαΐ ἀννὰ Μ H 28 ΛΒΒΑ ΒΣΛΙΜ Kl (s. zu Ζ. 26) ἀββὰβ σαΐμ H ἀββᾶ aatfi Μ)
v.10.p.542
NAI. εἶτα δοκεῖ μοι ὑΠὸ Ἑλλήνων συνεχῶς γραφὀμενα τὰ ευαγγελια μὴ εἰδότων τὴν διάλεκτον, συγκεχύσθαι ἐν τοῖς κατὰ τὸν τόπον ἔχουσι ταῦτα ἀπὸ τοῦ προειρημένου Ψαλμοῦ. εἰ δὲ τὸ ἀκριβὲς βούλει μαθεῖν τῆς λέξεως, ἂκουε Ἀκύλου ἑρμηνεύσαντος ὡδί· ὢ δὴ κύριε, σῶσον δή · ὢ δὴ κύριε, εὐόδωσον δή · εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου«. ἀλλὰ γὰρ ἐπανακεφαλαιω σώμεθα τὰ κατὰ τὸν τόπον καὶ λέγωμεν ὅτι ἤτοι Παῦλος καὶ Πέτρος ἢ ἂλλα δύο εἲδη τῶν διδασκόντων, λύσαντες ἀπὸ τῶν δεσμῶν κατὰ τὴν τοῦ Ἰησοῦ πρόσταξιν τοὺς ἀπὸ περιτομῆς καὶ τοὺς ἀπὸ ἀκροβυστίας, ἐκόσμησαν αὐτοὺς καὶ πεποιήκασιν εὑπρεπεις προς το οχησασθαι αὐτοῖς τὸν λόγον ἀνιοόντα εἰς τὴν Ἰερουσαλή. καὶ > τὰ λοιπᾶ κατὰ μέν μίαν ἔσται διήγησιν. κατὰ δὲ ἑτέραν ἀεὶ ἐνέστηκε *** τῶν ἀποδεχομένων τὸν Ἰησοῦν στρωννύντων αὐτῷ διὰ τῶν ἰδίων ἐνδυμάτων τὴν ὁδὸν καὶ κοσμούτων αὐτὴν τοῖς κλάδοις καὶ προαγόντων καὶ ἐπακολουθούντων. καὶ ἂλλως δὲ ἓκαστος διὰ μὲν τῶν ἤδη πεπραγμένων μένων προάγει τὸν Ἰησοῦν, διὰ δὲ τῶν πραχθησομένων ἐπακολουθεῖ αὐτῷ καὶ λέγει τὰ ἀναγε-
[*](1 f Vgl. Harnack TU 42, 4, A. 4; Hamacks Zweifel durfte dadurch behoben sein, daB die Ἕλληνες, die die Evangelien nschreibena, nicht die Verfasser, sondern die Abschreiber sind — 8ff Vgl. Field, Orig. Hexapl. II, 1, 270 — 13-21 Vgl. Cluc Nr. 47 Or.) [*](14 ἂλλα Koe rd Μ H 21 > Kl nach Koe 22 μὲν < Μ 24 *** Koe, erganze etwa > nach S. 537, 5-22 Elt) v.10.p.543
γραμμένα. καὶ εἰς ταῦτα δὲ ἡμεῖς μέν τοσοῦτα εἲδομεν· ὁ δὲ ἡμῶν διαφέρων πλείονα καὶ βλεπέτω καὶ διδασκέτω. πλὴν ἔν τινι τῶν εἰς τὸ κατὰ Ἰωάννην εὐαγγέλιον ἐπὶ ποσὸν καὶ ταῦτα ἐξητάσαμεν, ὅτε προέκειτο διηγήσασθαια τὸ »τῇ ἐπαύριον οὖν ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτὴν« καὶ τὰ ἑξῆς.
Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦθεοῦ καὶ ἐξέβαλε πάντας τοὺς πο)λοῦντας κοὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰ ἑξῆς (Matth. 21,12-13).
Tὰ δέ κατὰ τὸν τόπον καὶ οἱ λοιποὶ τρεῖς εὐαγγελισταὶ ἐξέθεντο, ὧν τὴν πρὸς ἀλλήλους διαφορὰν οὐ τοῦ προκειμένου καιροῦ ἐστι διηγήσασθαι· ἀρκέσει γὰρ τὸ ἐν τῷ ἐξεταζομένῳ εὐαγγελίῳ κατὰ τὸ δυνατὸν ἡμῖν σαφηνίσαι. τῶν τεσσάρων <δὲ> εὐαγγελιστῶν ἀναγραψάντων τὰ κατὰ τὸν τόπον, πλείονα τὰ] κατὰ τὸ δυνατὸν ἡμῖν ἐξήτασται ὑπαγορεύουσιν εἰς τὸ κατὰ Ἰωάννην καὶ ὡς οἶόν τε ἦν σαφηνίζουσι τὸ »καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστε- [*](4 ff Nicht erhalten - 7 Joh. 12, 12 - 28 ff Vgl. Orig.tom. tom. II, 20–30 in Joh. (IV, 191 ff. 201–204) - 32 Joh. 2, 14) [*](4 τινι <κεφαλαίῳ> Koe 10 vorher: Περὶ τῶν ἐκβληθέντων ἀπὸ τοῦ ἱεροῦ H 27 <δὲ> Kl 29 [τὰ] Kl) [*](16 est + enim B)
v.10.p.544
ρὰς « καὶ τὰ ἑξῆς. ἔνθα κατεσκευάζομεν οὐκ ἐλάττονα τῶν παραδόξων δυνάμεων εἶναι τοῦ Ἰησοῦ καὶ τὴν προκειμένην ὅτι τέκτονος μέν νομιζόμενος εἶναι υἱὸς τοσαύτῃ παρρησίᾳ καὶ ἐξουσίᾳ ἐχρήσατο, ἐκβάλλων ἐν πανηγύρει ἀπὸ τοῦ ἱεροῦ τοὺς ἀναγεγραμμένους, ὁποίᾳ οὐδ’ ὁ τοῦ ἒθνους ἡγούμενος χρώμενος εὐχερῶς ἂν ἤνυσε τοῦθ᾿ ὅπερ Ἰησοῦς πεποίηκε. καὶ ἐτροπολογήσαμεν γε δουλεύσαντες τῇ λέξει, ὡς ἐχωροῦμεν, τὸ Ἱωάννου βούλημα. ἀλλ᾿ ἐπεὶ καὶ νῦν ὁ εἱρμὸς ἡμᾶς ἀπαιτεῖ εἰπεῖν κατὰ τὴν Ματθαίου λέξινπερὶ τῶν ἐκκειμένων , τὸν πάτέρα τῆς σοφίας ἐπικαλεσάμενοι φέρ’ ἴδωμεν εἰ ἂξιόν τι δυνάμεθα τῆς Ἰησοῦ μετὰ θάρσους πράξεως εἰπεῖν εἰς τόν τόπον. καὶ πρῶτον <μὲν> λεκτέον τί τὸ ἱερὸν τοῦ θεοῦ, ὅπερ ὁμολογῶν ὁ θεὸς εἶπεν ἐν τῷ προφήτῃ · ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται. ἀνάλογον μὲν οὖν τῇ κατὰ σάρκα περιτομῇ καὶ ταῖς σωματικαῖς τοῦ νόμου ἑορταῖς καὶ θυσίαις ἱερὸν ἐνομίζετο τοῦ θεοῦ εἶναι τὸ ἐκ λίθων ἀναισθήτων κατασκεύασμα οἰκοδομηθὲν ὑπὸ Σολομῶντος πρῶτον καὶ ἀνοικοδομηθὲν ἔτι ὑπὸ Ἒσδρα, πλὴν μετὰ τὴν τοῦ σωτῆρος οἰκονομίαν ὑπὸ Ῥωμαίων καθαιρε-
[*](5 Vgl. Matth. 13, 55 — 25 Orig. fiihrt das Matthauszitat auf den Ursprungsort Jes. 56, 7 zuriick) [*](6 παρουσία καὶ Μ 12 γε Lo δὲ MH 22 <μὲν> Kl, vgl. lat.) [*](8 aUcuius] lat. las ὃ του(= ὁτινὸς) ἒθνους? 22 <dei> Diehl, vgl. gr. 33 esdra μ ezdra G ezra B L) v.10.p.545
θέν. καὶ οἶκος ἐκεῖνος ὑπελαμβάνετο εἶναι εὐχῆς, οὗ καθαιρεθέντος ἀναγκαῖον Ἰουδαίους, ὡς μηκέτι ἔχοντας οἶκον προσευχῆς , λέγειν μηκέτι ἔχειν τὸ ἐξαίρετον τῆς ἐπισκοπῆς τοῦ θεοῦ, ὃ ἔχειν ᾢοντο παρὰ τὸ ἐν τῷ οἲκῳ τῆς προσευχῆς εὒχεσθαι, μηδὲ τὸ τὰ τῆς νομικῆς λατρείας ἐπιτελεῖν. καὶ ἐκβεβληκέτω σωματικῶς ἀπ᾿ ἐκείνου ὁ καὶ σύμβολα ποιήσας τῶν ἰδί(ον πενευματικῶν πράξεων σωτὴρ ἡμῶν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καταβεβληκέτω καὶ τὰς καθέδρας τῶν πο)λούντων τὰς περιστερὰς καὶ εἰρηκέτω τὰ ἐκκείμενα εἰς ἐπιστροφὴν τοῦ τότε λαοῦ, ἀντὶ σεμνῆς πανηύρεως ἐπιτελουμένης ἐν ὀνόματι θεοῦ σχολαζόντων τῷ πωλεῖν καὶ ἀγοράζειν, οὐκ ἐν τῷ καθηκούσῃ χώρᾳ ἐν ᾗ ἔδει πωλεῖν καὶ ἀγοράζειν, ἀλλ᾿ ἐν τῷ ἱερῷ, ἒνθα ἐχρῆν μέν συνερχομένους εὒχεσθαι ὡς ἐν οἴκῳ προσευχῆς, ἐποίουν δέ τὰ ἐναντία τῇ εὐχῇ ἐν αὐτῷ, ὡς ἐν οἲκῳ ἐπορικῷ πωλοῦντες καὶ ἀγοράσοτες καὶ ἀργύρια κολλυβίζοντες καὶ ἐπὶ καθεδρῶν καθεζόμενοι, ἶνα πωλῶσι περιστεράς.
[*](9 μηδὲ Koe, vgl. lat. μετὰ MH) [*](3/4 non iam. L 19 ***Κl vgl. gr. | correctionem B 20 mundis y multis R mundi L 21 <celebratis) Diehl, vgl. gr. 28 tantum y* < L) v.10.p.546
καὶ το ἄσεμνόν τῶν γινομένων πορa Ἰουδαίοις τότε ὁ Ἰησοῦς ἡμῶν καθῃρηκέτω, ἐλέγξας τοὺς ἀντὶ τοῦ κατὰ τὸν νόμον ἑορτάζειν ἐμπορευομένους καὶ σωματικῶς τρυφῶντας.