In Jeremiam (Homiliae 12-20)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
(18,) ....................................................... ............................................................... ............................................................... Εἶχον καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ῥάβδους, τὰς βουλομένας τὴν Μωσέως διαβαλεῖν καὶ <τὴν< Ἀαρὼν ὡς οὐκ οὔσας ἀπὸ θεοῦ. ἀλλὰ ἀνατρέπουσι τὰς τῶν σοφιστῶν καὶ ἐπαοιδῶν αἱ ἀπὸ θεοῦ· >κατέπιεν αὐτὰς ἡ τοῦ Ἀαρών<· ἤρκει γὰρ πρὸς τοῦτο αὐτὴ καὶ χωρὶς τῆς Μωσέως ῥάβδου. »ἐπάταξε« τοίνυν »Ἱερεμίαν τὸν προφήτην« ὁ Πασχώρ, καὶ μετὰ ἤθους· »καὶ ἐπάταξεν Ἱερεμίαν τὸν προφήτην«. πρόσκειται καὶ τὸ »τὸν προφήτην«. ἐνθάδε μὲν οὖν ὁ πατάξας τὸν Ἱερεμίαν τὸν προφήτην ἐπάταξεν. ἐναγέγραπται δὲ ἐν ταῖς Πράξεσιν ὅτι ἐπάταξέ τις τὸν Παῦλον ὑπὸ Ἀνανίου τοῦ ἀρχιερέως κελευσθείς. διὸ εἴρηκεν ὁ Παῦλος· »τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε«. καὶ μέχρι νῦν ὑπὸ παρανόμου ἀρχιερέως λόγου προστασσόμενοι Ἐβιωναῖοι ναῖοι τύπτουσι τὸν ἀπόστολον Ἰησοῦ χριστοῦ λόγοις δυσφήμοις. καὶ Παῦλός φησι πρὸς τὸν τοιοῦτον λόγον ἀρχιερέα τὸ »τύπτειν σε μέλλει ὁ θεός«. καὶ ἔστιν ὁ τοιοῦτος ἀρχιερεὺς ἐξ ἐπιπολῆς ὡραῖος καὶ τοῖχος κεκονιαμένος, >τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας χριστός φησι· τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης [*](9 ff. Vgl. Exod. 7, 11. 12. Vgl. Hom. 5, 3 (S. 34, 12ff.), u. Philo de migr. Abr. I, 449 M. — 11 Vgl. Exod. 7, 12. — 18 Act 23, 3. — 19f. Vgl. Epiphan. Haer. 30, 16. 25: Περὶ δὲ τοῦ ἁγίου Παύλου ὡς Βλασφημοῦντες αὐτὸν ... λέγουσιν αὐτὸν Ἕλληνά τε εἶναι καὶ ἐξ ἐθνῶν ὑπάρχειν, προσήλυτον δὲ γεγονέναι ὕστερον κτλ. — 21 Act. 23, 3. — 23 Vgl. Matth. 23, 27 Act. 23, 3. — 25 Jes. 50, 6.) [*](6—8 3 1/3 Zeilen (= ca. 125 Buchstaben) freier Raum in S. Co ergänzt: Καὶ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς (καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου κυρίου) τοῦ Ἱερεμίου τοῦ προφητεύοντος τοὺς λόγους τούτους· καὶ ἐπάταξεν αὐτὸν, καὶ τὰ ἑξῆς. Vielleicht aber ist der Ausfall in Wahrheit viel grösser. Man würde etwas über den Unterschied der wahren (Exod. 7, 1 ist Aaron Moses’ προφήτης vgl. Philo de migr. Abr. I, 449 M) und falschen (in codd. 86 233 Heisst Πασχώρ Jerem. 20, 1 nicht ἱερεύς, sondern Ψευδοπροφήτης) Propheten erwarten; vgl. S. 172, 28 ff. | 10 μωσέως S* μοϋσέως S1 | τὴν Blass | 12 αὐτὰς Scorr. αὐτοὺς S* w. e. sch. | τοῦτο Ru τούτω S | αὐτὴ Gh Co αὐτῆι S | 13 μωϋσέως S | 14 καὶ2— προφήτην] < Co, wohl besser | ἐπέταξεν S* ἐπάταξεν Scorr. | 16 ἐν τ. Π. ὅτι Blass ὅτι ἐν τ. Π. S | 21 λόγου Koetschau.)
(18,) Ἠκολούθει τῷ πεπατάχθαι τὸν προφήτην διηγήσασθαι τοὺς παταχθέντας, ὡς φέρ᾿ εἰπεῖν τὸν ἀπόστολον καὶ εἴ τις ἄλλος πεπάτακται, παραστῆσαι καὶ τὰ περὶ αὐτὸν τὸν Ἰησοῦν. »ἐπάταξεν« οὖν »Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἦν ἐν τῇ πύλῃ Βενιαμίν τοῦ ὑπερῴου«. τοῦ Βενιαμὶν ὁ καταρράκτης ἦν τοῦ ὑπερῴου. τοῦ Βενιαμὶν κληροδοσία ἐστὶν Ἱερουσαλήμ, ἐν ᾗ ὁ ναὸς τοῦ θεοῦ, ὡς ὁ ἀκοῦσαι δυνάμενος τῶν θείων ἀναγνωσμάτων εὑρήσει ἐκ τῆς ἀναγεγραμμένης κληροδοσίας ἐν τῇ τοῦ Ναυῆ. ἐπεὶ οὖν ὁ ναὸς ἦν ἐν τῇ κληροδοσίᾳ τοῦ Βενιαμίν, ὃς ἑρμηνεύεται Υἱὸς δεξιᾶς (οὐδὲν γάρ ἐστιν ἀριστερὸν περὶ τὸν ναὸν τοῦ θεοῦ), διὰ τοῦτο οὗτος βάλλει »εἰς τὸν καταρράκτην ὃς ἦν ἐν πύλῃ Βενιαμὶν τοῦ ὑπερῴου οἴκου κυρίου«. παρόντος »ὑπερῴου ἐν οἴκῳ κυρίου« «ἔβαλε« τὸν προφήτην »εἰς τὸν καταρράκτην«. καὶ ἡμεῖς παρακαλῶμεν, ἵνα λαβόντες νῦν τὸν Ἱερεμίαν εἰς τὸ ὑπερῷον ἀναβιβάσωμεν »ἐν οἴκῳ κυρίου«. ὑπερῷον δὲ τὸν νοῦν τὸν ὑψηλὸν καὶ ἐπηρμένον δείξω ἐκ τῆς γραφῆς, ὅτε μαρτυρεῖ τοῖς ἁγίοις [*](3. 7. 9. 13 Vgl. Jes. 50, 6. — 10/11 Vgl. Matth. 5, 39 Luk. 6, 29. — 12 Vgl. Joh. 19, 1 (vgl. Jes. 53, 7?). — 22 ff. Vgl. Jos. 18, 11. 28 Vgl. in Jos. Hom. 23, 4 (Lo 11, 196f.): non est utique sine causa, quod Benjamin in sorte sua accepit Jerusalem et montem Sion etc. — 26 Vgl. Onom. sacra I, 201, 52: Βενιαμὶν υἱὸς δεξιᾶς ἢ ὀδύνης, u. ö.) [*](17 ἠκολούθει Blass Koetschau ἢ ἀκολουθεῖ S | 21 ἦν übergesch. S1 | Βενιαμήν S* Βενιαμίν S1 | 28 οἴκυ S [sic] | 30 παρακαλῶμεν] 1. παρακαλοῦμεν? vgl. S. 169, 33 u. 173, 7 | 32 καὶ a. R. Scorr. | ἐκ Gh.)
(18,) »Καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου«. ὦ κύριε Ἰησοῦ, πάλιν ἧκε, σαφήνιζέ μοι καὶ ταῦτα καὶ τοῖς ἐληλυθόσιν ἐπὶ τὴν πνευματικὴν τροφήν. πῶς »τῇ ἐπαύριον« ἐξάγει αὐτὸς »τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου«; ὅσον μὲν γὰρ ἐνέστηκεν ἡ σήμερον ἡμέρα (σήμερον δὲ ἐστι πᾶς οὗτος ὁ αἱών), [ἐὰν] εἰς τὸν καταρράκτην κάτω βάλλει τὸν προφήτην ὁ ἁμαρτωλός· ἐὰν δὲ παύσηται ἡ ἐνεστῶσα ἡμέρα καὶ ἡ αὔριον ἔλθῃ, τότε αὐτὸν ἐξάγει μετανοήσας ἀπὸ τοῦ καταρράκτου. εἶτα λέγει αὐτῷ ὁ Ἰερεμίας, ἃ πείσεται ὁ Πασχώρ. τί λέγει αὐτῷ; »οὐ Πασχὼρ ἐκάλεσε τὸ ὄνομά σου ἀλλ᾿ ἢ Μέτοικον. διότι τάδε λέγει κύριος«. μέλλει μετοικίζεσθαι κατὰ τὴν ἀξίαν τῶν ἁμαρτημάτων ὁ Πασχὼρ οὗτος εἰς Βαβυλῶνα, οὐ μόνος, ἀλλὰ καὶ μετὰ τῶν φίλων αὐτοῦ. παραδίδοται γὰρ τῷ Ναβουχοδονόσορ καὶ εἰς τὴν Σύγχυσιν ἄπεισι καὶ κολάζεται ἐπὶ τοῖς ἀμαρτήμαμσιν αὐτοῦ, ἐπεὶ »ἔβαλε τὸν προφήτην εἰς τὸν καταρράκτην«. τίνες οὖν οἱ φίλοι τοῦ Πασχὼρ τοῦ ἐπώνύμου τῆς Μελανίας τοῦ στόματος; πάντες οἱ τοὺς λόγους αὐτοῦ παραδεξάμενοι, οἱ συμμελανωθέντες τῷ στόματι αὐτοῦ τῷ μεμελανωμένῳ, οἱ δόγματα μελανότητος παραδεξάμενοι. »καὶ πεσοῦνται μαχαίρᾳ ἐχθρῶν αὐτῶν«. οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι, οὗτοί εἰσιν οἱ τὰς μαχαίρας ἔχοντες καὶ πιοῦντες πίπτειν αὐτούς· περὶ ὧν ὁ λόγος προφητεύει καί φησι· »καὶ οἱ ὀφθαλμοί σου ὄψονται«. ταῦτα, φησί, τὰ προφητευόμενα »ὄψονταί σου οἱ ὀφθαλμοί«.
»Καὶ σὲ καὶ πάντα Ἰούσαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος«. ὃς ἐὰν καταληφθῇ τοῦ Ἰούδα οὕτως ἁμαρτωλός ὡς ἄξιος εἶναι τοῦ βασιλέως Βαβυλῶνος, τῆς Συγχύσεως, παραδοθήσεται αὐτῷ. καὶ ὁ [*](1 Jes. 40, 9. — 8 Vgl. S. 165, 12 ff. — 11 Vgl. de or. 27, 13 (Orig. II, 372, 11f.): ἔθος δὴ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα »σήμερον« καλεῖσθαι, u. ö. Vgl. Philo leg. all. III I, 92 M: »ἕως τῆς σήμερον ἡμέρας«, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον παραμετρεῖται κτλ. — 19. 31 Vgl. Onom. sacra I, 174, 91 u. Ö.: Βαβυλὼν σύγχυσις. — 21 Vgl. S. 171, 11. Vgl. Onom. sacra I, 54, 14: Fesor os nigredinis u. dagegen Hier. Comm. 977: Phascor, qui interpretatur oris nigredo.) [*](8 μοι Gh Co μου S | 12 ἐὰν streicht Gh | βάλλει Gh βάλη S | 22 οἱ2 Koetschau Lietzmann καὶ Blass | 30 καταληφθῇ Gh καταλειφθῆ S.)
»Καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίρᾳ. καὶ δώσω τὴν ἰσχὺν πᾶσαν τῆς πόλεως ταύτης«. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται περὶ τῆς Ἰερουσαλὴμ ταῦτα· παραδέδοται γὰρ πᾶσα ἡ ἰσχὺς αὐτῆς καὶ τὰ ἐπιφερόμενα τότε τῷ τῶν Βαβυλωνίων βασιλεῖ. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται ταῦτα παρὶ »τῆς πόλεως ταύτης«, ἐν τοῖς κατὰ τὸν σωτῆρα χρόνοις παραδοθείσης τοῖς πολεμίοις. καὶ εἰς αἰχμαλωσίαν ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἰερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι κἀκείνη ἡ Ἰερουσαλήμ, οἱ ἄνθρωποι, παρεδόθησαν »εἰς χεῖρας βασιλέως Βαβυλῶνος« διὰ τὴν ἐπὶ τῷ Χριστῷ ἀσέβειαν καὶ ἁμαρτίαν. καὶ σὺ Ἱερουσαλὴμ εἶ νῦν. ἐὰν οὖν ἀπειλῇ τῷ Ἱερουσαλὴμ νῦν ὁ λόγος, φοβήθητι μήποτε σύ, ἐὰν ἁμαρτάνῃς, Ἱερουσαλὴμ εἶ ἁμαρτωλός καὶ παραδίδοσαι, ἵνα μηκέτι ῃς Ἱερουσαλὴμ ἀλλὰ Βαβυλὼν γίνῃ καὶ Σύγχυσις, παραλαβόντος σε Ναβουχοδονόσορ τοῦ Βαβυλώνων βασιλέως. »Καὶ πάντας τοὺς πόνους« Ἱερουσαλὴμ παραδίδωσι. πῶς »πάντας τοὺς πόνους« παραδίδωσιν; ἐὰν μετὰ τὸ ἀθλῆσαι καὶ ἀγωνίσασθαι πααπέσῃς καὶ ἁμάρτῃς, πάντες οἱ πόνοι σου ἐληλύθασιν εἰς τὰς χεῖρας Ναβουχοδονόσορ. πῶς πάντες οἱ πόνοι σου; λεχθήσεταί σοι, [*](1 ff. Vgl. S. 3, 15 ff. — 4 Vgl. Psal. 8, 3. — 6 Vgl. I Tim. 1, 20 u. II Tim. 1, 15. Ebenso Hom. 19, 3 in Num. (Lo 10, 238): sicut Phygellus et Hermogenes, de quibus Paulus dicit: »quos tradidi, inquit, Satanae, ut discant non blasphemare«. Vgl. auch Comm. in Exod. 10, 27 (Philoc. c. 27 Ro 251, 6 ff.): ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης, Οὓς παρέδωκε τῷ Σατανᾷ κτλ. (vgl. II Tim. 4, 10). — 7 I Kor. 5, 4. 3. 5. — 11 Vgl. S. 170, 21. — 26 Vgl. S. 170, 19.) [*](6 ἑρμογένους V | 11 ἡ] τῆι S | 12 τῆς] übergesch. Scorr., a. R. V1 || 14 εὐχερές Gh vgl. Z. 16 εὐχερῶς S | 21 ἡ εροσαλὴμ S* ἡ ιερουσαλὴμ S1 | 25 εἶ] ᾖς Gh ἡ S | 27 Βαβυλωνίων Hu | λεχθήσεταί] ἀπεχθήσεταί Co ἀπηχθήσεταί Hu.)
»Καὶ πᾶσαν τιμὴν« τῆς Ἱερουσαλὴμ παραλαμβάνει, ὅτε ἄνθρωπος γενόμενος ἐν τιμῇ ὑπὸ θεοῦ καὶ »ἐν τιμῇ ὤν« »οὐ συνῆκε« καὶ ἥμαρτεν. ἐὰν οὖν εἰδῇς ἐν τιμῇ ὢν καὶ κληθεὶς εἰς τὴν τιμὴν πάλιν σεαυτὸν διὰ τῶν ἁμαρτημάτων ὑβρίσῃς, τὴν τιμὴν τῆς Ἱερουσαλὴμ παραλαμβάνει ὁ βαβυλώνιος βασιλεύς. »καὶ πάντας τοὺς θησαυροὺς βασιλέως Ίούδα«. πλουτεῖ ἡ Ἱερουσαλήμ, ἀλλ᾿ ἐὰν ἁμάρτῃ, τοὺς θησαυροὺς αὐτῆς λαμβάνει ὁ βαβυλώνιος. »καὶ διαρπῶνται αὐτοὺς καὶ λήψονται αὐτοὺς καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. καὶ σύ, Πασχώρ, καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, κἀκεῖ ἀποθανῇ, κἀκεῖ ταφήσῃ«. ὁ ἐν Συγχύσει καταλαμβανόμενος ἐν Βαβυλῶνι ἀποθνῄσκει· καὶ ὀ ἐναντίως διακείμενος τῷσυνθάπτεσθαι τῷ Χριστῷ, οὗτος ἐν Βαβυλῶνι θάπτεται. ἔστι γὰρ καὶ ταφῆναι μετὰ Χριστοῦ καλῶς διὰ τοῦ βαπτίσματος κατὰ τὸ »συνετάφημεν τῷ Χριστῷ, καὶ συνανέστημεν αὐτῷ«. ὡς μυστήριόν ἐστι τὸ συνταφῆναι τῷ Χριστῷ, οὕτω μυστήριόν ἐστι κατὰ ἀνομίαν γενόμενον [ἐπὶ] τὸ ἁμαρτωλὸν ὄντα ταφῆναι εἰς Βαβυλῶνα. »καὶ πάντες« φησὶν »οἱ φίλοι σου ἐκεῖ ἀπελεύσεσθε οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ«. ὁ διηγούμενος κακῶς τὰ λόγια τοῦ θεοῦ καὶ τοὺς προφητικοὺς λόγους βάλλων εἰς καταρράκτην, προφητεύει μὲν οὗτος, προφητεύει δὲ ψευδῆ· διηγούμενος γάρ τις τοὺς προφητικοὺς λόγους, ἐὰν μὲν ἀληθεύῃ, καὶ αὐτὸς προφητεύει καὶ προφητεύει ἀληθῆ, εἰ δὲ [*](1 Vgl. Gal. 3, 4. — 2/3 Vgl. in Matth. Tom. 13, 23 (Lo 3, 254): μὴ βουληθεῖσιν ἀνατλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους. — 7 Ezech. 18, 24? — 13 Vgl. Psal. 48, 13. — 21 Vgl. S. 170, 19. — 23 Vgl. Röm. 6, 4 (Kol. 2, 12?). — 25 Röm. 6, 4. Zur Form d. Citats vgl. in Joh. Tom. 1, 27 (Br I, 35, 6f.), c. Cels.) [*](2, 69 (Orig. I, 190, 19f.), in Matth. Comm. 77 (Lo 4, 399), u. ö. 2 συνειδότες] συνιδόντες S | ἀνηντληκέναι V1 ἀνητληκέναι SV*; doch vgl. ob. | 14 εἰδῇς Koetschau ἴδης S | κληθεὶς Co κληθῆς S | 27 ἐπί τῷ [sic] Gh ἐπὶ τὸν Co | 30 βάλων S* βάλλων Scorr.)
(18,) Καὶ δὴ τετέλεσται ἡ μία περικοπή, ἤδη δὲ καὶ τῆς δευτέρας ἀρξώμεθα· καὶ γὰρ ἔχει πράγματα εὐθέως ἀπὸ τῆς πρώτης λέγεως οὐ τὰ τυχόντα. καὶ προσέχοντες τῇ λέξει πάλιν αἰτήσωμεν ἥκειν τὸν Ἰησοῦν, καὶ ἐπιφανέστερόν γε καὶ λαμπρότερον ἥκειν αὐτὸν παρακαλῶμεν, ἵνα ἐλθὼν διδάξῃ πάνταες ἡμᾶς, πότερον ἀληθεύων ἔλεγεν ὁ πρόφήτης, ὡς πρέπει νοεῖν περὶ προφήτου, τὰ ἑξῆς ἢ ψευδόμενος, ὃ οὐ θε\μιτὸν λέγειν περὶ προφήτου ἁγίου. λέγει δὲ πρὸς τὸν θεόν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος· ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι· ὅτι ἐγενήθη ὁ λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν ἡμέραν. καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν«, καὶ »λεγόντων« δηλονότι· »ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ«. ἀλλὰ ταῦτα ἐκείνων λεγόντων φησὶν ὁ προφήτης· »καὶ κύριος μετ᾿ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι᾿ αἰῶνος οὐκ ἐπιλησθήσονται«. αὕτη ἡ περικοπὴ ἡ δευτέρα τοῦ ἀναγνώσματος.
Πῶς οὖν λέγει ὁ προφήτης· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«; θεὸς ἀπατᾷ; πῶς οἰκονομήσω τὸν λόγον, ἀπορῶ. ἐὰν γὰρ διὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ βλέπω τι εἰς αὐόν, οἰκονομίας δεῖται γενναίας τὰ λεχθησόμενα. παυσάμενος τοῦ ἀπατᾶσθαι λέγει ὁ προφήτης· »ἠπάτησάς με κύριε, καὶ ἠπατήθην«, ὡς τῆς στοιχειώσεως καὶ εἰσαγωγῆς γεγενημένης αὐτῷ ἐν ἀπάτῃ καὶ μὴ δυναμένῳ αὐτῷ στοιχειωθῆναι καὶ εἰσαχθῆναι εἰς θεοσέβειαν, ἐὰν μὴ πρότερον ἀπατηθῇ, ἵνα ἥκῃ ὕστερον ἐπὶ τὸ συναισθηθῆναι τῆς ἀπάτης. ἀρκεῖ δὲ μόνον παράδειγμά τι εἰπεῖν χρήσιμον εἰς τὰ προκείμενα. παιδίοις λαλοῦμεν ἄγοντες τὰ παιδία, καὶ οὐχ ὡς τελείοις λαλοῦμεν, ἀλλ᾿ ὡς παιδίοις δεομένοις [διὰ] τῆς παιδεύσεως λαλοῦμεν αὐτοῖς, καὶ ἀπατῶμεν [*](5 Vgl. zu S. 170, 8. — 10—24 Vgl. Jerem. 20, 7—11.—34ff. Vgl. S. 158, 19ff.) [*](5 γε] τε S | 10 ἠπατήθειν S* ἠπατήθην S corr. | 13 ἐγενήθη V ἐγεννήθη S | ἀπατηθῇ, ἵνα . . . . . . ἀπάτης Blass ἵνα . . . . . . ἀπάτης, ἐὰν . . ἀπατηθῇ S | 33 ἥκῃ Gh ἥκει S | συναισθηθῆναι] vgl. S. 174, 7 συνησθῆναι S | 36 διὰ streicht Hu.)
Ἱστορίας παραθήσομαι, πῶς ὁ θεὸς ἐπὶ σωτηρίᾳ ἀπατᾷ καὶ λέγει τινά, ἵνα παύσηται ὁ ἁμαρτωλὸς τοῦ ποιεῖν, ἃ ἐποίησεν ἄν, εἰ μὴ ἠκηκόει τῶνδε τινῶν τῶν λόγων. ὁ λέγων· »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται« ἀληθεύων ἔλεγεν, ἢ οὐκ ἀληθεύων καὶ ἀπατῶν ἀπάτην ἐπιστρέφουσαν; ἥτις ἐπιστροφὴ εἰ μὴ γεγόνει, οὐκέτι ἀπάτη ἦν ἀλλ᾿ ἤδη ἀλήθεια τὸ λεγόμενον, καὶ ἦν ἂν ἀκολουθήσασα καταστροφὴ τῇ Νινευῇ. ἦν ἐπὶ τοῖς ἀκούουσιν, ἤτοι ἀπατηθεῖσι καὶ πιστεύσασι τοῖς λεγομένοις ὡς ἀληθέσιν εὐεργετηθῆναι καὶ μὴ καταστραφῆναι. ἢ μὴ γινομένου ἀληθοῦς τοῦ εἰρημένου καὶ μὴ ἀπατηθεῖσιν, ἀλλὰ καταλαβοῦσιν ὅτι τὰ εἰρημένα οὐκ ἔσται, καταφρονῆσαι τῶν εἰρημένων ὡς ἀπάτης καὶ παθεῖν οὐχὶ τὸ »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται«, ἀλλὰ τολμῶ καὶ λέγω πολλῷ χαλεπώτερα τοῦ »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ κατστραφήσεται«. τῇ γὰρ ὑποθέσει ἡμαρτηκότες [εἰ μὴ μετανοήκεισαν] Νινευῖται εἰ μὴ μετα<νε<νοήκεισαν, τάχα μὲν »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται« ἐγίνετο· ἀλλ᾿ ἔστω ὅτι οὐκ ἐγίνετο τόδε, τούτου χεῖρον ἐγίνετο, πυρὶ αἰωνίῳ παρεδίδοντο.
Διὰ τοῦτο ἄλλη κόλασις κατὰ τὸν νόμον εἴρηται τοῖς ὡς παιδίοις παιδαγωγουμένοις· οἷς »δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου [οὗ]«, ἄλλαι κολάσεις ἀναγεγραμμέναι εἰσίν. σύγκρινε τὰς κατὰ τὸν νόμον κολά- [*](5 ff. Vgl. S. 159, 14. — 11 Hos. 7, 12. — 15 Jona 3, 4. — 15 ff. Vgl. Home. 1, 1 (S. 1, 9—15). — 23. 25. 27 Jona 3, 4. — 31 Vgl. Gal. 4, 4. — 32 ff. Vgl. in Lev. Hom. 11, 2 (Lo 9, 378f.).) [*](8 νόημα S* V? a. R. γρ΄ νήπιον Scorr. a. R. νήπιον V* | 9 ἄλλως 1 . 2 Gh ἀλλ᾿ ὡς S | 10/11 εἰ γὰρ δύναμαι] οὐ γὰρ δύναται Hu | 11 παιδαγωγῶ Gh παιδαγωγεῖσθαι Hu | 13 1. ἱστορίαν? | 16 καὶ Koetschau ἢ S | 18 ἂν ἀκολουθήσασα Gh ἀνακολουθήσασα S | 19 ἤτοι] vgl. S. 151, 14 152, 6 ἢ τοῖς S | 23 καὶ Ru | 26 εἰ μὴ μετανοήκεισαν streichen Blass Koetschau | 31 οὗ] 〈 V* a. R. V1 i. T. S | 32 σύγκρινε Blass σύγκριναι S.)