In Jeremiam (Homiliae 12-20)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
»Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερόμενον; ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ σύριγμα αἰώνιον«. νιον«. διαφορὰς ὑδάτων ἐνταῦθα εἴρηκε· πρῶτον μὲν ἐν τῷ »μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοί;« δεύτερον δέ ἐν τῷ »ἢ χιὼν ἀπὸ Λιβάνου;« τρίτον δὲ ἐν τῷ »μὴ ἐκκλινεῖ ὕδωρ βιαίως ἀνέμῳ φερό- μενον;« ταῦτα τὰ τρία εἴδη τῶν ὑδάτων αἱ πηγαί εἰσι τῶν ὑδάτων, ἃς ἐπιποθεῖ ἡ ὡμοιωμένη τῷ ἐλάφῳ ψυχὴ τῶν δικαίων, ὥστ᾿ ἂν ἕκαστον εἰπεῖν· »ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν [*](3 Vgl. Phil. 3, 13. — 12 ff. Vgl. ἐξ ἀνεπιγράφου (Gh II, 477): τὴν ἐξ ἐθνῶν ἐκκλησίαν πρὸς τὸν θεὸν ἐπιστρέφουσαν, παρθένον καλεῖ τοῦ Ἰσραήλ. — 17 Vgl. I Kor. 2, 8. — 19 Vgl. Joh. 1, 29? — 32 Psal. 41, 2.) [*](2 καταλιπόντων Gh Co καταλιπόντες S | 4 γεγένηται Blass Koetschau | 8 αὐτοῦ S* ἑαυτοῦ S1 | 13 ἐπιστραφῇ Blass Koetschau ἐπιστραφείη S | 15 συγκρίνωμεν Gh συγκρίνομεν S | 17 εἰσόμεθα] ἰσόμεθα S (vgl. S. 22, 6) vgl. Z. 28 S. 163, 5. 20. 29 μασθοί S | 27—S. 164, 8 Hierzu Fragm. 80 in C: Τρεῖς—αὐτοῦ | 27 διαφορὰς] τρεῖς διαφορὰς C | 31 τῇ] Gh τῷ S 〈 C.)
Οὐκ ἐκλείπουσιν οὖν »ἀπὸ πέτρας μαστοί«. ἀλλ᾿ ἐκεῖνοι »ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς«, οὐ πηγὴ ὕδατος ζωῆς ἐγκατέλιπεν αὐτούς· καὶ γὰρ ἀπ᾿ οὐδενὸς ὁ θεὸς μακρύνει ἑαυτόν, ἀλλ᾿ >οἱ μακρύνοντες ἑαυτοὺς ἀπ᾿ αὐτοῦ ἀπολοῦνται<· ἐγγίζει μᾶλλον ὁ θεός τινων καὶ ἀπαντᾷ τῷ ἐρχομένῳ πρὸς αὐτόν. ἡνίκα γοῦν ὁ υἱὸς ὁ καταφαγὼν τὴν οὐσίαν ἐπανῆλθεν, ἀπήντησεν αὐτῷ ὁ πατήρ. καὶ ἐπαγγέλλεται διὰ τῶν προφητῶν λέγων· »ἐγγιῶ αὐτοῖς ἢ ὁ χιτὼν τοῦ χρωτὸς αὐτῶν«. »θεὸς« γάρ φησιν »ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν, λέγει κύριος«. οὐκ »ἐκλείψουσιν οὖν ἀπὸ πέτρας μαστοί«, τὰ ὕδατα τοῦ Ἰησοῦ, »ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου«, τὰ ὕδατα [*](2/3 Vgl. in Cant. Cant Hom. 2, 11 (Lo 14, 274): Cervus interfector serpentum est . . . . ita ut spiritu narium eos extrahat de cavernis et superata pernicie veneni eorum pabulo delectetur; in Matth. Tom. 11, 18 (Lo 3, 121): ἐλάφῳ, καθαρῷ ζώῳ καὶ πολεμίῳ τῶν ὄφεων κτλ., u. ö. (vgl. Lauchert, Gesch. d. Physiologus 71.). — 3 Vgl. Aelian 2, 9 usw. — 4 Psal. 41, 3. — 5 I Kor. 10, 4. — 7 Psal. 41, 2. — 18 Joh. 7, 37. — 20 Jerem. 2, 13. — 22 Vgl. Psal. 72, 27. — 24/25 Vgl. Luk. 15, 12—14. 20. — 26 Vgl. Jerem. 13, 11?? — 27 Jerem. 23, 23.) [*](4 θεὸν2] + τὸν ἰσχυρὸν C | 5 πέτρα δὲ] δὲ πέτρα C | ἡ] Scrr. 〈 S* | 9 οὐδὲ μίαν S (vgl. Z. 12. 14. 17) οὐδεμίαν C | 10 ηγῆς S* πηγῆς Scorr. | 11 Χριστὸν] υἱὸν C | 17 οὐδὲ2 C Co οὔτε S | 18 διψᾷ C | 21 ζωῆς] ζῶντος C | 27 αὐτῶν V1 a. R. αὐτοῦ S V* | ἐγώ] 〈 C | 28 ἐκλείπουσιν C.)
»Ὅτι ἐπελάθετό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν«. πᾶς μὲν ὁ ἁμαρτάνων ἐπιλέλησται τοῦ θεοῦ, ὁ δὲ δίκαιος λέγει· »ταῦτα πάντα ἦλθεν ἐφ᾿ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, οὐδὲ ἠδικήσαμεν καὶ εἰς κενὸν ἐθυμίασε. τί δὲ τὸ »εἰς κενὸν ἐθυμίασαν« κατανοητέον. τὰ πρώην εἰρημένα εἰς τὸν ἑκατοστὸν τεσσαρακοστὸν Ψαλμὸν ἐὰν ἀναλάβωμεν, νοήσομεν τί ἐστι τὸ »εἰς κενὸν ἐθυμίασαν«. ἦν δὲ ἐν τῷ Ψαλμῷ τοιοῦτόν τι εἰρημένον· »γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου«. οὐκοῦν ἡ προσευχή μου σύνθετος . . . λεπτῆς καρδίας, ὅτε μὴ παχύνεται ἡ καρδία ἡμῶν, ἀναπεμπομένη γίνεται ὡς θυμίαμα ἐνώπιον τοῦ θεοῦ. εἰ οὖν ἡ τοῦ δικαίου προσευχὴ θυμίαμά ἐστιν ἐνώπιον τοῦ θεοῦ, ἡ τοῦ ἀδίκου προσευχὴ θυμίαμα μέν, τοιοῦτον δὲ θυμίαμα ὥστ᾿ ἂν λεχθῆναι περὶ αὐτοῦ καὶ τοῦ εὐχομένου ἀδίκου· »εἰς κενὸν ἐθυμίασαν«· οἷον περὶ Ἰούδα γέγραπται· »γενηθήτω ἡ προσευχὴ αὐτοῦ εἰς ἁμαρτίαν«. ἐκεῖνος κατὰ τὸ προσεύχεσθαι εἰς κενὸν ἐθυμίασε. τίς δὲ ὁ εἰς κενὸν θυμιῶν, ἔτι μᾶλλον οὕτως κατανοήσωμεν. »τρὶς τοῦ ἐνιαυτοῦ« φησὶν »ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου«, ᾧ εὐθέως ἐπιφέρεται· »οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός«. οὐκοῦν τῶν [*](2 Vgl. Exod. [30, 34. — 10 Psal. 43, 18. — 14ff. Vgl. Sel. in Psal. 140, 2 (Lo 13, 144). — 16 Psal. 140, 2. — 18 Vgl. Jes. 6, 10 Matth. 13, 15 u. ö. — 23 Psal. 108, 7. — 25 Exod. 23, 17. — 27 Exod. 23, 15.) [*](1 καὶ] 〈 C | 3 τούτῳ] τοῦτο S | 5 ἐκκλίνει C ἐκκλινεῖ S | 7 ἀλλὰ] ἀλλ᾿ C | 9—23 Hierzu Fragm. 81 in C: Πᾶς—ἁμαρτίαν | 10 μὲν ὁ] γὰρ C | 12 κἀκεῖ- νος] ἐκεῖνος C | 14 ἑκατοστὸν τεσσαρακοστὸν] nach Ψαλμόν (Co ρμα΄) Lo | 16 γενηθήτω C V γεννηθήτω S | 17 σύνθετος] + ἐστι λεπτὴ ἀπὸ λεπτῶν νοημάτων C, wohl richtig | 23 γενηθήτω V γεννηθήτω S | 27 — S. 165, 10 οὐκοῦ — ἐπιγίνεται] Die bisherigen Ausgaben haben die Lücke nicht bemerkt und den Satz aus S: οὐκ οὖν τῶν ἐρχομένων ὀφθητοῦ νοῦ τῆς γραφῆς ὅπερ ἐπιγίνεται mit Gh Co verändert in: ὅθεν (οὐκοῦν ἀπὸ τῶν ἐρχομένων Gh) ὤφθη ὁ νοῦς τῆς γραφῆς τῷ.)
............................................................... ........................................τοῦ νοῦ τῆς γραφῆς ὅπερ ἐπιγίνεται ὀφθαλμῷ χωροῦντι τὴν σαφήνειαν τῶν ἱερῶν γραμμάτων. ταῦτά μοι ἐν προοιμίῳ εἴρηται, διεγείροντι καὶ ἐγείροντι καὶ ἐμαυτὸν τὸν καὶ τοὺς ἀκούοντας ἐπὶ τὸ προσέχειν τοῖς ἀναγνωσθεῖσιν, ἵν᾿ αἰτήσωμεν ἐλθεῖν Ἰησοῦν καὶ ἐπιφανῆναι ἡμῑν καὶ διδάσκειν τὰ νῦν ἡμᾶς τὰ ἐνταῦθα γεγραμμένα.
(18,) >Προεφήτευσεν Ἱερεμίας· καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεὺς τῶν λόγων τῆς προφητείας. καὶ τοσούτων κατὰ τὸ εἰκός, ὅσον ἐπὶ ψιλῇ τῇ ἀκολουθίᾳ τῆς προφητείας, ἀκηκοότων Ἱερεμίου οὐ ταχέως ἀναγέγραπται ἄλλος ἀκούσας εἰ μὴ Πασχώρ. ἐμέλησε δὲ τῇ γραφῇ εἰπεῖν ἐπεῖν καὶ τίνος υἱὸς ἠν, ὅτι Ἐμμήρ, καὶ ὅτι ἐχρημἀτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἠν καθεσταμένος ἠγούμενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους. καὶ ἀναγέγραπται ὅτι ἀκούσας τῶν λόγων τῆς προφητείας ταύτης Πασχὼρ ἐπάταξε τὸν Ἱερεμίαν, καὶ οὐκ ἠρκέσθη [*](1 ὀφθη] nach S. 150, 19. u. S. 162, 24 ff. war nun noch zu behandeln Jerem. 18, 15. 16: καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμὸν (+ αἰώνιον?). Daraus ergiebt sich, dass das Fragment 82 in C hier seine Stelle hat: Ἡ σχοῖνος ὁδοῦ μέτρον ἐστὶ παρ᾿ Αἰγυπτίοις καὶ Πέρσαις. εἴρηται καὶ ἐν Ψαλμοῖς· »τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας« (Psal. 138, 3). τῶν δὲ σχοίνων νόει τὰς μὲν αἰωνίους, τὰς δὲ προσκαίρους. ὁ μὲν γὰρ κοσμικὸς πρόσκαιρον σχοῖνον ὁδεύει περὶ δοξάρια καὶ πλούτους καὶ τὰ χάτω πράγματα. ὁ δὲ ὁδεύων τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός« (Joh. 14, 6). »σχοίνους αἰωνίους« (vgl. Jerem. 18, 15) ὁδεύει, καὶ ἔστιν αἰώνιος μὴ σκοπῶν τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώνια (vgl. II Kor. 4, 18). ὁδεύει δέ, ἕως οὖ ἔλθῃ ἐπὶ τὸ τέλος τούτων τῶν σχοινίων, τὸν λιμένα τὸν παρὰ τῷ θεῷ | 9 τοῦ νοῦ] In dem Prooemium (vgl. Z. 11) wird zuerst gestanden haben, dass der Text 2 Perikopen umfasse (vgl. S. 173, 3. 24), und dann seine Schwierigkeit betont worden sein | 13 διδάσκειν τὰ νῦν] διδάσκοντα S | 16 τοσούτων Gh τοσοῦτον S | 23 χὼρ S* πᾶς χὼρ Scorr.)