In Jeremiam (Homiliae 12-20)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
»Κατὰ μόνας ἐκαθήμην«. καὶ τὰ ῥήματα ἐνταῦθα οἰκοκομεῖ. ὅταν πλῆθος ᾖ ἁμαρτωλῶν καὶ μὴ φέρωσι τὸν δίκαιον βιοῦντα | δικαίως, οὐδὲν ἄτοπόν ἐστι φεύγοντα τὸ συνέδριον τῆς κακίας μιμήσασθαι τὸν εἰπόντα· »κατὰ μόνας ἐκαθήμην«, μιμήσασθαι καὶ τὸν λέγοντα Ἡλίαν· »κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγῶ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχῆν μου λαβεῖν αὐτήν«. τάχα δὲ κἂν βαθύτερον ἐξετάσῃς τὸ »κατὰ μόνας ἐκαθήμην«, εὑρήσεις τινὰ ἄξιον νοῦν βάθους προφητικοῦ. ὅταν τὸν τῶν πολλῶν βίον μμιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν· »κατὰ μόνας ἐκαθήμην«, ἀλλά· μετὰ πολλῶν ἐκαθήμην. ἐπὰν δὲ ὁ βίος μου γένηται δυσμίμητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παὰ τὸ μόνος εἶναι τοιόσδε καὶ μηδένα μιμήσασθαί με τὸ »κατὰ μμόνας ἐκθήμην«. ἔξεστιν οὖν καὶ μὴ ὄντα σε πρεσβύτερον καὶ μὴ ὄντα σε ἐπίσκοπον μηδέ τινι τιμῇ ἐκκλησιαστικῇ τετιμημένον εἰπεῖν τοῦτο, τὸ »κατὰ μόνας ἐκαθή΄μην« ζηλῶσαι καὶ βίον ἀναλαβεῖν ὥστε εἰπεὶν· »κατὰ μόνας ἐκαθήμην«. »Ὅτι πικρίας ἐνεπλήσθην«. εἰ »στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἑορτή σου μετὰ πικρίδων γίνεται; ὅταν γὰρ ἑορτάζῃς, »ἄζυμα« φησὶν »ἐπὶ πικρίδων φάγεσαι«. τί βούλεται ὁ λόγος λέγων ὅτι δεὶ τὸν ἑορτάζοντα τῷ θεῷ »ἄζυμα ἐπὶ πικρίδων« ἐσθίειν, κατανοητέον. τὰ μὲν ἄζυμα διηγήσατο ὁ ἀπόστολος, οὐκ ἔστιν ἐμὴ ἡ ἑρμηνεία· τὸ δὲ [*](7 I Kön. 19, 14 u. Röm. 11, 3. — 22 Matth. 7, 14. — 25 ff. Exod. 12, 8.) [*](1 καὶ ἐκκλησίαν u. 2 τὴν] 〈 Η |3—18 Hierzu Fragm. 59 in C: Μιμείσθω— αὐτῷ | 4 τὸν δίκαιον βιοῦντα δικαίως nach C: αὐτοῦδικαιοῦντος τὸν βίον n. H: secum justum pie vivere τὸν δίκαιον βιοῦντα καὶ ὡς S | 6 τὸν] + Prophetam H | 7 τὸν λέγοντα] miserabiliter conqueerentem H | 11—13 ὥστε—πολλούς] nec conversatio mostra a populo melior nec, contempto (od. contenta) judice Deo, ab hominum (od. omnibus) malitiis separatur H | 16 ἤθει] ἔθει C sensu H | λόγῳ C sermone H βίωι S | τῇ σοφίᾳ] καὶ σοφίᾳ C 〈 H | 17 παρὰ — με] 〈 Η | τοιόσδε Koetschau τοῖς ὧδε S | 19 μηδέ τινι] aut diaconus, aut alia qualibet H | 19/20 εἰπεῖν—καὶ] 〈 Η | 22—S. 124, 17 Hierzu Fragm. 60 in C: Στενὴ — ἐνεπλήσθην | 25 σου] Dei H vielleicht richtig (vgl. Z. 27) | 26 πικρίδων SC amaritudine H | φάγεσαι] + Simul autem H | 27 τῷ θεῷ] pascha Dei H | 28—S. 123, 1 τὸ δὲ ἀκόλουθον] De amaritudine vero quod sequitur H.)
»Ἵνα τί οἱ μισοῦντές με κατισχύουσι«; πολλὰ ἔσχε πράγματα, ἔπασχεν ἀπὸ τῶν μὴ θελόντων ἀκούειν τὸ ἀληθές, καὶ ἦσαν αὐτοῦ ἐκεῖνοι δυνατώτεροι [δὲ] ἐνταῦθα ἐν τῷ αἰῶνι τούτῳ, ἐπειδὴ οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλὰ ἀπὸ τῶν κρειττόνων χωρίών, ὥς φησιν ὁ σωτήρ· »εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις«. οἱ λυποῦντες οὖν τὸν προφήτην κατίσχυον [*](3ff. I Kor. 5, 8. — 9 Gal. 4, 16. — 10 II Kor. 11, 27. 28. — 15 Joel 2, 26 cod. 233. — 22 Vgl. Joh. 18, 36. — 23 Joh. 18, 36.) [*](4. 6f. εἰλικρινείας usw. Blass εἰλικρινίας S | 6 ἔχε δὲ Co Habeto H (= ἔχε δὴ?) ἐχει δὲ S | 7 ἔσονταί σοι] te sequentur H | ἔσθίεις μετὰ πικρίδων] manducabis H | 9 καὶ—ἤσθιε2] sequebatur eum amaritudo H | 10 πῶς] 〈 Η | 11 καὶ1] 〈 Η | 12 ἢ—πικρίδων2] quae pro totius mundi salute pandebat, et quae eum faciebant praesidem beritatis azyma cum amaritudinibus manducare H | ἢ Blass Koetschau vgl. S. 122, 24 εἰ S | 14/15 ἐπί τινων ἄλλων Koetschau ἐπ᾿ ἄλλων C et in alio loco de quibusdam H | 15 δὲ C vero H | 16 λέγων ὅτι οὐχὶ SC non ait H | 17/18 ὅση—μεταλαβεῖν] hoc est, in me tantum saeculi persecutionum pondus incubuit, ut plenus amaritudine fierem H | 19 κατισχύουσι] + in me H (= μου? vgl. 124, 1) + με Co (vgl. 124, 6) | 19—S. 124, 15 Hierzu Fargm. 61. in C: Ἐπεβου- λεύετο—γίνεται | 19/20 ἔσχι πράγματα, ἔπασχεν] passus est Jeremias H; ἔπασχεν ist wohl Glossem | 20 μὴ θελόντων Hu qui . . . . nolebant H δυσαρεστουμένων C | τὸ ἀληθὲς] veritatem H τῇ ἀληθείᾳ C | ἦσαν C erant H ἤκουσαν S | 21 ἐκεῖνοι] 〈 CH | δὲ] 〈 CH | ἐνταῦθα] 〈 CH | 22 θεοῦ SH δικαίου C | 23 τῶν κρειττόνων χωρίων] alia quadam viventium regione H | 25 οἱ — προφήτην] 〈 H.)
»Ἡ πληγὴ μου στερεά, πόθεν ἰαθήσομαι;« οἱ κατισχύοντές με πλήσσουσί με, καὶ ἡ πληγή μου ἐστὶ στερεά. εἴτε προφητεύει τὸν σταυτόν τοῦ κυρίου (στερεὰ γὰρ πληγή ἐστιν ὁ σταυρός, ὅσον ἐπὶ τοῖς σταυροῦσιν αὐτόν), εἴτε περὶ πάντων τῶν δικαίων λέγεται ἐν οἷς πληγὴν στερεὰν λαμβάνει, εἴτε καὶ ἐπὶ τοῦ προφήτου ἀκούεις τοῦτο (καὶ γὰρ καὶ αὐτὸς πέπονθε τὰ ἀνγεγραμμένα ἐν τῇ προφητείᾳ), τὸν αὐτὸν ἐπιδέχεται [τὸν] νοῦν κατὰ τὴν λέγουσαν λέξιν· »ἡ πληγή μου στερεά«. »πόθεν ἰαθήσομαι;« κἂν ὁ σωτὴρ λέγῃ· »πόθεν ἰαθήσομαι«, τὴ ἀνάστασιν τὴν ἐκ νεκρῶν προφητεύει μετὰ τὴν στερεὰν πληγήν, κἂν ἐπὶ τοῦ δικαίου δὲ λαμβάνηται, μετὰ τὰς πληγὰς γίνεται πάλιν ἴασις. »γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδές, οὐκ ἔχον πίστιν«· οὐ γὰρ με΄νει ἠ πληγή, ἀλλὰ παρέρχεται. »Διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε«. ταῦτα πάλιν λέγεται πρὸς ἕκαστον, ὃν παρακαλέσει ὁ θεὸς ἐπιστρέψαι πρὸς αὐτόν. μυστήριον δέ μοι δοκεῖ ἐνταῦτθα κηλοῦσθαι ε'ν τῷ »ἀποκαταστήσω σε«. οὐδεὶς ἀποκαθίσταται εἴς τινα τόπον μηδαμῶς ποτε γενόμενος ἐκεῖ, ἀλλ᾿ ἡ ἀποκατάστασίς ἐστιν εἰς τὰ οἰκεῖα. οἷον ἔξαρθρόν μου ἐὰν γένηται μέλος, ὁ ἰατρὸς πειρᾶται ἀποκατάστασιν ποιῆσαι τοῦ ἐξάρθρου. ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι- καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ δύνασθαι πάλιν ἐν τῇ πατρίδι εἶναι κατὰ τοὺς νόμους, ἀπεκατέστη ἐπὶ τὴ πατρίδα τὴ ἑαυτοῦ. τὸ αὐτ[ο νόει μοι καὶ ἐπὶ στρατιώτου ἐκβληθέντος ἀπὸ τῆς ἰδίας παρατάζεως καὶ ἀποκαθισταμένου. λέγει οὖν ἐνθάδε πρὸς ἡμᾶς τοὺς [*](1 ἰσχύουσι] justus debilior sit a persequentibus se H | 3 Χριστὸς δικαζόμενος, κτλ. SC vgl. S. 112, 24. 26; Christus habitat, judicatur etc. H | 4 καὶ1—καταδικά- ζεται] et ad mortemusque subjectus, confortatis inimicis suis adversum se H | 5 πόθεν ἱαθήσομαι] 〈 Η | 6 με1] in me H | 7 τοῦ κݲυݲ Blass Domini H ἑαυτοῦ S | 7.8 στερεὰ—αὐτόν] 〈 Η |8 εἴτε περὶ Co sive de H | 8/9 πάντων—λαμβάνει] justis | 9 ἀκούεις Koetschau volueris accipere H ἄκουσον S | 10 καὶ1—προφητείᾳ] 〈 Η | 11 τὸν—νοῦν] so Koetschau | 12 κἂν . . . . λέγῃ] vgl. Z. 14; καὶ . . . . λέγει S Et . . potest dicere H | 13 προφητεύει] annuntians H | 15 ἐγενήθη LXX facta est H ἐγεννήθη S | μοι] + (subauditur plaga) H vielleicht richtig |ὡς ὕδωρ ψευδές Hu sicut aqua mendax H | 16 πληγή] + mea H | 17 καὶ] 〈 H | 20/21 εἰς—οἰκεῖα] nisi in eum locum unde ante discesserat H | 23—25 εἴτε—ἑαυτοῦ] in exsilium mittitur, eet postea per indulgentiam eorum qui possunt exsules solvere, redditur libertati, et redit unde fuerat expulsus H | 27 καὶ Lietzmann | ἀποκαθισταμένου] + ordini, si acceperit veniam H, also wohl εἰς τὴ παράταξιν, ἐὰν συγγνώμης τύχῃ | ἡμᾶς] mortale genus, id est ad nos homines H.)
Οἱ μακαρίζοντες τοὺς προφήτας καὶ τῷ μακαρίζειν αὐτοὺς εὐχόμενοι τὴν μερίδα ἔχειν μετὰ τῶν προφητῶν συναγαγόντως ἀπὸ τῶν λόγων τῶν προφητικῶν τὰ ἐξαίρετα τῆς προφητείας αὐτῶν· ζητοῦντες οὖν πεισθεῖεν ἂν, ἂν κατὰ αὐτὰ βιώσωσιν (εἰκαὶ σκληρὸν αὐτοῖς ἀπαντήσεται ἐν τῷ βίῳ τούτῳ μιμεῖσθαι τὸν βίον τὸν προφητικόν), ὅτι τεύξονται τῆς ἀναπαύσεως καὶ τῆς μακαριότητος μετὰ τῶν προφητῶν. πολλαχόθεν μὲν οὖν ἔστι συναγαγεῖν τὰ ἐξαίρετα | τῶν προφητῶν, τὸ ἐλεύθερον αὐτῶν, τὸ εὔτονον, τὸ ἐγρηγορός, τὸ διεγηγερμένον, ὅτι οὐκ ἐφρόντιζον ἐν ταῖς περιστάσεσι γινόμενοι διὰ τὴν ἐλευθερίαν, μόνον ἵνα ἐλέγξωσιν, ἵνα ἐπιστρέψωσιν ὡς [οἱ] προφῆται ἐκ τοῦ μετὰ παρρησίας τὸν λόγον τοῦ θεοῦ λέγειν ἐπιπληκτικῶς τῶν ἁμαρτανόντων, εἰ καὶ ἐδόκουν μεγάλα δύνασθαι οἱ ἐλεγχόμενοι. πλὴν εἰ καὶ πανταχόθεν ἔστι τοῦτο ποιεῖν, ἴδωμεν καὶ ἐκτῶν σήμερον ἀναγνωσθέντων.
[*](3 Act. 3, 21. — 11ff. Vgl. Hom. 14, 14. — 17ff. Vgl. c. Cels. 7, 7 (Orig. II, 159, 7ff.): τοιούτους γὰρ καὶ ὁ λόγος αἱρεῖ δεῖν εἶναι τοὺς . . . . προφήτας, οἵτινες παίγνιον ἀπέφηναν τὴν Ἀντισθένους . . . . εὐτονίαν. δι᾿ ἀλήθειαν γοῦν καὶ τὸ ἐλευθερίως ἐλέγχειν τοὺς ἁμαρτάνοντας »ἐλιθάσθησαν κτλ. — 19ff. Vgl. in I Kor. 4, 13 (Cat. Cram. V, 84, 30ff.): πότε γὰρ οὐ κινδυνεύει, ἐλέγχων τὸν ἁμαρτάνοντα, πολλάκις ἰσχυρότερον ὑπάρχοντα ἐν τῷ βίῳ καὶ κολάσαι δυνάμενον. — 21 Vgl. Act. 4, 29. 31.)[*](1 ἀποστρέψαντας Lietzmann nach H: aversi ἐπιστρέψαντας S | 6 Ἀμήν] + ὁμιλία ιδ΄ S | 7 οἴμοι Co οἴμμοι S, so meist in Hom. 15 | 9 στηρίσει Hu LXX στηρίσσει S | 12 συναγαγόντων] vgl. Z. 17. u. S. 115, 13 119, 23ff. συνόντες S συνάγοντες Gh | 14 ἂν1 Blass | 20 οἱ streicht Gh | 24 ἐκ Gh.)Πολλοὺς ἤλεγξεν ὁ προφήτης καὶ πρὸς πολλοὺς εἶπεν ὁ προφήτης· καὶ γὰρ γένονε κατὰ ἁμαρτωλοὺς γενομένους, ὡς δῆλον ἐκ τοῦ τὴν αἰχμαλωσίαν γεγονέναι κατὰ τοὺς χρόνους αὐτοῦ. πολλοὺς ἐλέγξας, ὑπὸ πολλῶν κριθεὶς φθέγγεταί τινα τοιαῦτα.
πρῶτον γὰρ ἀπὸ τοῦ προφητικοῦ λόγου ἴδωμεν, εἶτα καὶ κατὰ ἀναγωγήν, ἐὰν πρόρησίαν προφήτου. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« ὦ μῆτερ, ὡς τί με γεγέννηκας ἄνδρα δικαζόμενον πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς καὶ διακρίνεσθαι πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; προέκειτο γὰρ τῷ προφήτῃ καὶ τούτῳ καὶ τῷ Ἡσαΐᾳ καὶ τοῖς λοιποῖς τὸ προφητικόν, διδάσκειν, ἐλέγχειν καὶ ἐπιστρέφειν. προέκειτο τοιγαροῦν καὶ τούτῳ τῷ προφήτῃ διακρίνειν, ἐλέγχειν, δικάζειν δυναμένῳ καὶ δικάζεσθαι μετὰ τῶν ἁμαρ- τωλῶν, ἐλέγχειν τὰ ἁμαρτήματα τοῦ λαοῦ. καὶ ὅσα αὐτοῖς πεποιήκασιν οἱ ἀπὸ τοῦ λαοῦ, τί δεῖ καὶ λέγειν; ἄλλον ἐλιθοβόλησαν, ἄλλον ἔπρισαν, ἄλλον ἀπέκτειναν »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, τοῦτον εἰς λάκκον βορβόρου ἔβαλον ἐλεγχόμενοι. καὶ ἐπὶ πᾶσιν ὁ σωτὴρ ἡμῶν τοῦτο πεποίηκε καὶ κρειττόνως γε ἢ οὗτοι, ἅτε κύριος προφητῶν ὤν. καὶ γάρ, εἴπερ αὐτὸς ἐμαστιγώθη καὶ ἐσταυρώθη καὶ παρεδόθη ὑπὸ τῶν Ἰουδαίων ἢ ὑπὸ τῶν διδασκάλων τῶν Ἰουδαίων καὶ τοῦ ἡγουμένου τοῦ λαοῦ, εἶπεν· »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί«· καὶ ἐπιλέγει καθ᾿ ἕκαστον »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί«· καὶ ἐπιλέγει καθ᾿ ἕκαστον »οὐαί« καὶ »διὰ τοῦτο« τόδε καὶ τόδε. καὶ ἡμεῖς οὖν, εἰ σπουδάζομεν ἐπὶ τοὺς μακαρισμοὺς τῶν προφητῶν, ταὐτὰ ποιήσωμεν, ὥστε, διὰ τὸ λέγειν καὶ διὰ τὸ κριθῦναι πρὸς πολλοὺς ἀνθρώπους, καὶ εἰπεῖν· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;«
Κυριώτερόν γε τοῦτο δύναται τὸ προφητικὸν εἶναι ἀναφερόμενον ἐπὶ τὸν σωτῆρα. ἔστω γὰρ τὸν προφήτην τοῦτο λέγειν, ἀλλ᾿ οὐκ [*](15f. Vgl. Hebr. 11, 37. — 16 Vgl. Matth. 23, 35. — 17 Vgl. Jerem. 45, 6. — 19 Vgl. Matth. 20, 18. 19. — 21 Matth. 23, 13. — 22ff. Vgl. Matth. 23, 14—29. 34. — 28ff. Vgl. Hom. 14, 5. Vgl. Hier. Comm. 946: Potest hoc συνεκδοχικῶς de Jeremia intelligi quod non in toto orbe terrarum, sed in terra Judaea sit judicatus. Vere autem Domino competit Salvatori, qui loquitur in Evangelio: In judicium ego in istum mundum veni ect.) [*](1 προφήτης1] ης in Ras. Scorr. | 2 γενομένους Blass Koetschau γενόμενος S | 11 διδάσκειν GhCo διδάσκων S | 12 ἐπιστρέφειν GhCo vgl. S. 125, 20 ἐπιστροφὴν S | προέκειτο GhCo Vgl. Z. 10 προσέκειτο S | διακρίνειν Blass Diels διακρίναι S | 15—17 θοβόλησαν — λά von and. Hand in S w. e. sch. | 16 ἔπρισαν Gh ἔπρησαν S vgl. S. 119, 26 u. bes. in Matth. Tom. 10, 18 (Lo 3, 49): τὸ γὰρ ἐπρίσθησαν ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται | 18 κρειττόνως γε] κρεῖττον ὥστε S | 23 συπουδάζωμεν Hu | 24 ταὐτὰ] ταῦτα S | 27 τὸ] oder Komma nach εἶναι?)
Ἀλλὰ τὸν κύριον ἡμῶν ἀλλὰ καὶ ἀγαπῶντας, ἀγανακτοῦντας καὶ λέγοντας ὅτι οὐχὶ ὁ σωτὴρ λέγει, ὅτι ἡ φωνὴ οὐκ ἔστι κατὰ τὸν υἱὸν τοῦ θεοῦ. δεῖ δὲ δεῖξαι, ὅτι οὐκ ἀλλότριον τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »οἴμοι ἐγώ, μῆτερ«; »περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου«, καὶ »ἡ ψυχή μου τετάρακται«, καὶ τῶν ἐν τοῖς προφήταις εἰρημένων ὁμοίως καὶ ἐνθάδε· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ«, ἢ ὅταν ἀπόλωλεν ἐπιφυλλὶς τοῦ εὑρεῖν βότρυν· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. τίς ἐκεῖ λέγει τὸ »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ«; ἆρα γὰρ ὁ προφήτης συνῆγε καὶ θέλει συνάγειν; ἆρα γὰρ ἀγρὸν ἔχει ὁ προφήτης; ἀλλ᾿ οὐδενός ἐστι συνάγειν [καὶ] πάντα ἀπὸ τοῦ θερισμοῦ καὶ τῶν ἐσπαρμένων, εἰ μὴ τοῦ κκυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. ἐπεὶ οὖν πολλὰ πτώματα ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν ἡμῖν τοῖς ἁμαρτήματα λέγων· »οἴμοι ἐγώ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην«. ἕκαστος ἡμῶς ἑαυτὸν ἐξεταζέτω· ἆρα στάχυς ἐστίν; ἆρα εὑρήσει ἐν αὐτῷ τρυγῆσαι ἢ θερίσαι ὁ υἱὸς τοῦ θεοῦ; εὑρήσομεν ὅτι ἀνεμόφθοροί τινές ἐσμεν· ἐὰν ἄρα ὀλίγον ἔτι ἔχοντες, ἐν αὑτοῖς, κόκκους δύο ἢ τρεῖς, αἱ ἁματρίαι ἡμῶν πολλαί εἰσιν ἐφ᾿ ἡμῖν. ὁρῶν οὖν καὶ τὰς ἐκκλησίας, τὰς χρηματιζούσας, πεπληρωμένας ἁμαρτωλῶν λέγει· »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν [*](3 Vgl. Joh. 9, 39. — Psal. 50, 6. — 11/12 Vgl. in Thren. Fragm. XI: Οἰόμεθα δὲ τὸ μὲν ἀγαπᾶν θειότερον εἶναι καί, ἵω᾿ ἵν᾿ οὕτως εἴπω, πνευματικόν, τὸ δὲ φιλεῖν σωματικὸν καὶ ἀνθρωπικώτερον. — 14ff. Vgl. Hom. 14, 6. — 15 Matth. 26, 38 Mark. 14, 34. — 16 Joh. 12, 27. — 18 Vgl. Micha 7, 1. Vgl. Hier. Comm 946. — 19ff. Micha 7, 1. 2. — 21. 27. 32 Micha 7, 1.) [*](12 ἀγανακτοῦντας Blass ἀγανακτεῖν S | 13 λέγει] οὐ λέγει Gh Co | 21. 27 ἐγενήθην Hu ἐγεννήθην S vgl. S. 111, 14. 19 | 21 ὡς Co vgl. LXX u. Z. 27 | 22 καὶ] 1. ἢ? | 23 καὶ streicht Co | 30 ἄρα Gh ἆρα S | αὑτοῖς] αὐτοῖς S.)
Ταῦτα ὡς ἐν παρεκβάσει μοι εἰρήσθω εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ«. ὅτι οὐκ ἀλλότριόν ἐστι τῆς τοῦ σωτῆρος ἡμῶν θειότητος, καθορῶντος τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, νῦν τὸ λέγειν τὸ »οἴμοι«, τοῦ σωτῆρος οὐχὶ ᾗ θεὸς ἀλλ᾿ ᾗ ἄνθρωπος, οὐχ ᾗ σοφία ἀλλ᾿ ᾗ ψυχή, ἐκεῖνο παρεθέμην τὸ προφητικόν· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. ἦλθεν ἐπὶ τὸν βίον τὸν ἀνθρώπινον ἡ ψυχὴ ἡ μακαρία, ἀνέλαβε σῶμα ὑπὲρ τῶν ἀνθρώπων. ἐὰν ἴδῃ τὰ ἁμαρτήματα, λέγει πρὸς τὸν πατέρα· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς;« ἀλλὰ ἐφ᾿ ἡμῖν μὴ λεγέτω τὸ »οἴμοι«, ἐφ᾿ ἡμῖν μὴ λεγέτωσαν οἱ ἄγγελοι τῶν οὐρανῶν. τοῦ σωτῆρος ἡμῶν λέγοντος τὸ »οἴμοι« καὶ αὐτοὶ ἐροῦσιν »οἴμοι«· οὐ γὰρ κρείττονές εἰσι τοῦ σωτῆρος ἡμῶν, καὶ αὐτοὶ ἡμῶν τὰ πταίσματα βλέπουσιν. ἀλλὰ μακάριοι ἐκεῖνοι ἐφ᾿ οἷς οἱ ἄγγελοι οὐκ ἐροῦσι τὸ »οἴμοι«, ἀλλὰ μακαρίζονται· »χαρὰ« γὰρ »ἐν οὐρανῷ γίνεται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα, οἳ οὐ χρείαν ἔχουσι μετανοίας«. ταῦτα ἐν παραμυθίᾳ. »Οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;« τίνα λέγει μητέρα; οὐκ ἐν γυναιξὶ δύναται καὶ τὴν ψυχὴν λέγειν καὶ τὴν Μαρίαν; εἰ δέ τις παραδέχεται τὸ »ἄρτι ἔλαβέ με ἡ μήτηρ μου τὸ ἅγιον πνεῦμα, καὶ ἀνήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα τὸ Θαβὼρ« καὶ τὰ ἑξῆς, δύναται αὐτοῦ ἰδεῖν τὴν μητέρα. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« δικάζεται πάσῃ τῇ γῇ καὶ διακρίνεται καὶ μέλλει πρὸς ἕκαστον λέγειν· ἐγὼ πεποίηκα τάδε καὶ τάδε, καὶ ἡ οἰκονομία μου ἔπραξε τάδε καὶ τάδε, καὶ τῇ σωτηρίᾳ σου ὑπέμεινα. ταῦτα λέγοντος τοῦ σωτῆρος τί ποιήσωμεν; μέλλει γὰρ διακρίνεσθαι ἐν πάσῃ τῇ γῇ.
[*](2 Vgl. Jes. 5, 1. — Psal. 79, 9. — 3 Jerem. 2, 21. — 6 Psal. 8, 2. — 11ff. Vgl. Hier. Comm. 946. — 12 Micha 7, 1. 2. — 15ff. Vgl. Hom. 14, 6. — Psal. 29, 10. — 22 Luk. 15, 7. — 27ff. Hebraeerevgl. Fragm. 4 (Zahn). Vgl. Ropes TU XIV,2,99f. 163f.)[*](8 εἰρήσθω εἰς] notwendig, vgl. z. B. in Joh. Tom. 32, 32 (Br II, 210, 6f.): ἀλλὰ τοῦτο μὲν διὰ μέσου ἐν παρεκβάσει εἰς τὸ εἰρημένον εἰρήσθω | 11 ἦ 3 und 4] Gh ᾖ S | 11/12 ἐκεῖνο παρεθέμην τὸ Gh ἐκεῖνος παρεθέμην S | 16 με übergesch. S1 | 23 ἐνεννήκοντα εννέα S | οἳ Gh ἢ S.)