In Jeremiam (Homiliae 12-20)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Τὸ ἑξῆς θέλω ἰδεῖν. δύναται καὶ ἐπὶ τὸν προφήτην κατὰ μίαν διήγησιν ἀναφέρεσθαι καὶ ἐπὶ τὸν σωτῆρα. ἴδωμεν καὶ τὰ ἑξῆς· »οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς«. »ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, οὐκ ἔχει δὲ ἐν ἐμοὶ οὐδέν«. καὶ ἀληθῶς οὐκ ὠφείλησεν. ἕκαστος δὲ ἠμῶν ὀφειλέτης ἐστὶ ταῖς ἁμαρτίαις καὶ ὀφειλέτης ἐστὶν ἔχων χειρόγραφον. μετὰ τὸ ἐξαλειφθῆναι αὐτοῦ τὸ χειρόγραφον † πόσα πεποιήκασι χειρόγραφα; »ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ«, οὐκ ἐποίησε χειρόγραφον. τί δὲ καὶ τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; πῶς διηγησόμεθα ἐπὶ τοῦ σωτῆρος τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα. καίτοιγε μοι οὐδὲ εἷς«; ὤστε οὐκ ὠφείλησεν αὐτῷ »οὐδὲ εἷς«, πᾶσι τὰ ὀφειλήματα αὐτῶν ἀφῆκεν. »ἀνθρώπῳ δανειστῷ χρεωφειλέται ἦσαν δύο· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι, ἀμφοτέρος ἐχαρίσατο«. θέλεις ἰδεῖν τοὺς δύο χρεωφειλέτας, τὸν τὰ πεντακόσια ὀφείλοντα καὶ τὸν τὰ πεντήκοντα; ἀπὸ δύο λαῶν πεπιστεύκασιν εἰς τὸν θεόν· ὁ ἐκ τῶν Ἰουδαίων λαὸς ἀπιστῶν εἰς τὸν Χριστὸν ὀφείλει τὰ πεντήκοντα, τάχαἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν οἱ πάντων ἀσεβέστεροι γεγενημένοι τὰ πεντακόσια, ἐφ᾿ οἷς καὶ λέγεται τὸ ἐπὶ τῇ πόρνῃ ἐκείνῃ τῇ μετανοούσῃ. καίτοι εἴποι τις ἄν, πῶς τὰ πεντακόσια ἐπ᾿ ἐκείνην ἀναφέρεται; ἐκ τοῦ »καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ«, πρὸς ὃ εἴρηκε τῷ Σίμωνι· »ἀνθρώπῳ δανειστῇ ἦσαν χρεωφειλέται δύο. εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ ἕτερος πεντήκοντα« καὶ τὰ ἑξῆς. ταῦτα διὰ τὸ »οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς«, ὃ ἦν ἀναγκαῖον παραστῆσαι ὑμῖν. »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις | | με«. εἰ καὶ ἀπέθανεν »ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ«.
[*](3. Joh. 14, 30. — 5ff. Vgl. in Gen. Hom. 13, 4 (Lo 8, 250ff.): Unusquisque etenim nostrum, in his quae delinquit, efficitur debitor, et peccati sui literas scribit . . . . chirographum tuum . . . . deletum est. Non reschribas ultra etc. — 6 Vgl. Kol. 2, 14. — 7 I Petr. 2, 22. — 10 ff. Vgl. Hom. 14, 3. — 16 Luk. 7, 41. 42. — 25 Luk. 7, 39. — 26 Luk. 7, 41. Vgl. in Matth. Tom. 12, 4 (Lo 3, 137): δι᾿ ἣν Σίμωνι τῷ λεπρῷ, τῷ προτέρῳ λαῷ, ὀνειδίζων ἔλεγεν ὅσα γέγραπται. — 31 Vgl. II Kor. 13, 4.)[*](2 καὶ1 Gh Co καὶ κατὰ δευτέραν Koetschau | 3 ὠφείλησα οὐδὲ ὠφείλησέ μοι Gh ὠφέλησα οὐδὲ ὠφέλησέ με S | 6 αὐτοῦ] σου? Koetschau | χειρόγραφον] hier ist eine Lücke wahrscheinlich | 7 πεποιήκασι] πεποίηκας? Koetschau | 10 τὸ Gh τοῦ S | 23 τὸ Gh | 25 ὃ Co ὃν S | 29 ὑμῖν Gh ἡμῖν S | οὐδείς Co.)Εἶτα πολλῶν διελθόντων λόγων ἦν μὲν καὶ περὶ ἑκάστου τῶν εἰρημένων εἰπεῖν, ἀλλ᾿ οὐκ ἐγχωρεῖ τοῦ χρόνου ἐποίγοντος. εἴπωμεν οὖν εἰς τὸ ἑξῆς ἀναγωνσθὲν τὸν »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. ἐκ τοῦ † τοὺς νομίζοντας ὄτι ἄνθρωπος μὲν τοῦ θεοῦ ὁ υἱὸς ἦν ὁ σωτήρ (ἐτόλμησαν γὰρ μετὰ τῶν πολλῶν τῶν ἀνθρωπίνων κακῶν καὶ τοῦτο εἰπεῖν ὅτι οὐκ ἔστι θεὸς »ὁ μονογενής«, »ὁ πρωτότοκος πάσης κτίσεως«)· »ἐπικατάρατος« γὰρ »ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. δῆλον ὅτι ἐπικατάρατοί εἰσιν οἱ ἐπ᾿ ἄνθρωπον ἔχοντες τὴν ἐλπίδα. ἐγὼ εἴποιμι ἂν ὅτι οὐκ ἐπ᾿ ἄνθρωπον ἔχω τὴν ἐλπίδα, ἐλπίζων ἐπὶ Χριστὸν Ἰησοῦν ἐγὼ ἄνθρωπον οὐκ οἶδα. οὐ μόνον ἄνθρωπον οὐκ 0ἶδα, ἀλλὰ σοφίαν οἶδα, τὴν αὐτοδικαιοσύνην, ἄνθρωπον δι᾿ οὗ »ἐκτίσηθ τὰ πάντα ἐν τοῖς ἐξουσίαι«. »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον«. κἂν μαρτυρῇ ὁ σωτὴρ ὅτι ὃν ἐφόρεσεν ἄνθρωπος ἦν — ἀλλ᾿ εἰ καὶ ἦν ἄνθρωπος, ἀλλὰ νῦν οὐδαμῶς ἐστιν ἄνθρωπος. »εἰ« γὰρ »καὶ ἔγνωμεν Χριστὸν κατὰ σάρκα, ἀλλὰ οὐκέτι γινώσκομεν«, φησὶν ὁ ἀπόστολος. ἐγὼ δι᾿ αὐτὸν οὐκέτι εἰμὶ ἄνθρωπος, ἐὰν ἀκολουθῶ αὐτοῦ τοῖς λόγοις· ἀλλὰ λέγει· »ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες«. οὐκοῦν ὡς »πρωτότοκος« ἐστὶν »ἐκ τῶν νεκρῶν«, οὕτως γέγονε πρωτότοκος πάντων ἀνθρώπων εἰς θεὸν μεταβαλών. »ἐπικατάρατος« τοίνυν »ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«, ὅστις ἂν κυρώσῃ τὰ σάρκινα, ὅστις τὴν ἐσχὺν τὴν σωματικὴν ἐὰν κτήσηται, καὶ κατὰ σάρκα στρατεύσηται. ἀλλ᾿ ὁ ἅγιος οὐχ οὕτως ἐστίν· »οὐ γὰρ στηρίζει σάρκα βραχίνος αὐτοῦ«, »πάντοτε« γὰρ »τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι« αὐτοῦ ἔχει, καὶ νεκροῖ »τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν«. νεκρώσας ταῦτα »οὐ στηρίζει σάρκα τοῦ βραχίο- [*](4ff. Vgl. Hier. Comm. 958: Si maledictus est omnis homo, qui confidit in homine, Paulus autem Samosatenus et Photinus . . . Salvatorem tamen hominem 440; vgl. ebenda Victor.): ἐφ᾿ ἑαυτὸν ἢ καὶ ἕτερόν τινα ἢ καὶ ὁ νομίζων ψιλὸν ἄνθρωπον εἶναι τὸν σωτῆρα Χριστόν, καὶ μὴ θεὸν ἐνανθρωπήσαντα. — 7 Vgl. Joh. 1, 18. — Vgl. Kol. 1, 15. — 12 Kol. 1, 16. — 16 II Kor. 5, 16. — 18ff. Vgl. in Matth. Tom. 16, 29 (Lo 4, 81): βούλεται γὰρ εἶναι κρείττονα τῆς ἀνθρωπίνης φύσεως τὴν προσιόντα τῷ λόγῳ αὑτοῦ ὁ θεὸς . . . . Διὸ καὶ πᾶσι λέγει . . . ἐγὼ εἶπα κτλ. — 19 Psal. 81, 6. — 20 Vgl. Kol. 1, 18. — 26 Vgl. II Kor. 4, 10. — 27 Vgl. Kol. 3, 5.) [*](1 ἦν Gh Co εἰ S | 4 ἐκ τοῦ] 1. πρὸς? vgl. S. 131, 2 oder ἐκ τούτοῦ ἐλέγξομεν?| 5 μὲν] 1. μόνον? vgl. S. 156, 30 | 9 ἂν Blass | 10 Ἰησοῦν] + ὃν Κoetschau Lietzmann | 22—27 Hierzu Fragm. 66 in C: Ὁ—γῆς | 23 στηρίσει V στηρίσσει S vgl. S. 125, 9 | 24 κτήσηται Gh Co κτίσηται S | 25 στρατεύσηται Koetschau στρατεύηται S.)
Ἀναγέγραπται ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ὁ σωτὴρ ἡμῶν ἐληλυθέναι παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας καὶ ἑωρακέναι »Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς«. εἶτά φησιν ὁ λόγος ὅτι ὁ σωτὴρ ἰδὼν αὐτοὺς εἶπε· »δεῦτε ὐπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. οἱ δὲ ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ«. καὶ πεποίηκεν ὁ Ἰησοῦς [*](14ff. Vgl. in Joh. Fragm. 23 (Br II, 240, 12ff.): μεταλαμβάνεται δὲ ἡ Βηθσαϊδὰ Ἑλλάδι φωνῇ εἰς τὸ Οἶκος θηρευτῶν, οἷς ὁ Ἰησοῦς εἶπε· Δεῦτε ὀπίσω μου . . . . περὶ τῶν τοιούτων θηρευτῶν . . . ἐν τῷ Ἰερεμίᾳ προφητεία φέρεται ἐκ προσώπου τοῦ θεοῦ ἔχουσα οὕτως· Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω κτλ, — Vgl. Chrysost. (Gh II, 430): τινὲς καὶ εἰς τοὺς Ἀποστόλους τοῦτό φασιν, καὶ οὐ κωλύω. τέως δὲ τῆς ἱστρίας ἐχόμεθα. Olymp. (Gh II, 430): τοὺς Ἀποστόλους λέγει. Hier. comm. 954: quod primum mittat Apostolos, quibus Salvator dixit: Venite post me . . . . et postea venatores, quos vel ecclesiasticos viros vel Angelos possumus accipere etc. — 15 Matth. 4, 18. — 18 Matth. 4, 19. 20. — 19 Vgl. Matth. 4, 19 (vgl. Hier. Übers.) od. Luk. 5, 4. 5 Joh. 21, 6?) [*](5 ἐπ᾿ Blass πρὸς S | 8 Ἀμήν] + ὁμιλία ιε΄ S | 9—12 Εἰς—αὐτῶν nach H: De eo quod scriptum est: Ecce ego mitto piscatores multos, dicit Dominus, usque ad eum locum in quo ait: Peccatum Juda scriptum est in stilo ferreo, in unque adamantino sculptum super pectus cordis eorum, vgl. 141, 19ff. 27 ff. u. d. Hexapla; in S ist ein freier Raum gelassen | 11 γραφείῳ Blass γραφίω S, so stets in Hom. 16 | 13 Homilia XIIH | 14—S. 133, 30 Hierzu Fragm. 62 in C: Πέμπει—ἑώρακεν | 15 καὶ] et ibi H | 17 ὁ σωτὴρ] Jesus H | 19 Ἰησοῦς] Salvator H.)
Ἀλλ᾿ ἐκεῖνοι οἱ ἰχθύες οἱ ἄψυχοι ἀνελθόντες ἐν ταῖς σαγήναις καὶ ἐν τοῖς ἀμφιβλήστροις καὶ ἐν τοῖς δικτύοις ἢ ἐν τοῖς ἀγκίστροις, ἀποθνῄσκουσι θάνατον οὐχὶ διαδεχομένης ζωῆς τὸν θάνατον. ὁ δὲ συλληφθεὶς ὑπὸ τῶν ἁλιέων Ἰησοῦ καὶ ἀνελθὼν ἀπὸ τῆς θαλάσης, καὶ αὐτὸς μὲν ἀποθνῄσκει, ἀποθνῄσκει δὲ τῷ κόσμῳ, ἀποθνῴσκει τῇ ἁμαρτίᾳ, καὶ μετὰ τὸ ἀποθανεῖν τῷ κόσμῳ καὶ τῷ ἁμαρτίᾳ ζωοποιεῖται ὑπὸ τοῦ λόγου τοῦ θεοῦ καὶ ἀναλαμβάνει ἄλλην ζωήν. ὡσεὶ ἐδύνω καθ᾿ ὑπόθεσιν νοῆσαι τὴν τοῦ ἰχθύος ψυχὴν μεταβάλλουσαν μετὰ τὸ ἐξελθεῖν ἀπὸ τοῦ σώματος τοῦ ἰχθυακοῦ καὶ γινομένην τι κρεῖττον παρ᾿ ἰχθῦν (παράδειγμα ἔλαβον, μὴ ἀφορμάς τις λαμβανέτω † ὧς οὐκ ἤκουσε), τοιοῦτον δὴ τι νοήσεις. ἀνελήλυθας ἀπὸ τῆς θαλάσσης ὑποπεσὼν τοῖς δικτύοις τῶν μαθητῶν Ἰησοῦ, ἐξελθὼν μετα- [*](1 ff. Vgl. Matth. 4, 21. — 6 Vgl. in Matth. Tom. 10, 12 (Lo 3, 31): σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐν παντοδαπῶν καὶ ποικίλων νοημάτων παλαιὰν καὶ νέαν γραφήν. — 13 ff. Vgl. in Matth. αὐτοῖς συμβαίνει, τὸ ὑπὸ τὴν σαγήνην εὑρεθῆναι· τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς στερίσκονται. — 17 ff. Vgl. Röm. 6, 2. 8—11.) [*](1 ἐπὶ—ἁλιεύειν] de piscatoribus piscium, piscatores homnimum H | ἀνθρώπων Koetschau | τὸ Ru τοῦ S | 2 εὗρεν] + Dominus H | 3 πατρὸς] + Zebedaeo HNT | 5 κατενόησε] + juxta hanc historiam c. discipulos Salnatoris H | ἀπὸ θεοῦ] 〈 Η | 6/7 πεπλεγμένην—ἀμφίβληστρον] ita Scripturarum ratione contextam ut retia H | 6 πεπλεγμένην nach H (s. ob.) πεπληρωμένην S | ὡς Co ut H ἣν S | συγκειμένην Hu συγκειμένων S | 7/8 τῶν—πλέγμα] humanas gyro artificis H | 8 κατενόησε δὲ nach H: et consideret κατανοῆσαι δὲ S | 9 ὄψεται nach H: videbit | 13 οἱ ἄψυχοι] 〈 Η | 14 καὶ ἐν τοῖς δικτύοις] 〈 Η | 15 οὐχὶ—θάνατον] 〈 Η | 18/19 καὶ1—ζωήν] ut consurgens Christo, vivat Deo H (vgl. Röm. 6, 8) | 19/20 ὡσεὶ ἐδύνω Hu Si ergo possis H ὡς εἰ ἐδύνου S | 22/23 παράδειγμα—νοήσεις] tunc scies quo nobis profecerit exemplum. Nemo blasphemet, nemo male laceret, non vocetur crimen guod ad alterius adductum est intelligentiam H | 23 νοήσεις Koetschau νοήση S.)
Ἀναβὰς οὖν σὺ ἀπὸ τῆς θαλάσσης καὶ συλληφθεὶς τοῖς δικτύοις τῶν μαθητῶν Ίησοῦ, μετάβαλε ἀπὸ τῆς θαλάσσης, ἐπιλάθου αὐτῆς, ἧκε ἐπὶ τὰ ὄρη, τοὺς προφήτας, καὶ ἐπὶ τοὺς βουνούς, τοὺςς δικαίους, καὶ ποιοῦ ἐκεῖ τὰς διατριβάς, ἵνα μετὰ ταῦτα, ὅταν ὁ καιρός σοι τῆς ἁλιεῖς. τίνες δ᾿ ἂν εἶεν οὗτοι ἢ οἱ [ἐπι]τεταγμένοι ἐπὶ τὸ παραλαμβάνειν τὰς ψυχὰς τὰς ἐν βουνοῖς, τὰς μὴ κάτω κειμένας; καὶ ὅρα εἰ μὴ κέκραγε μυστικῶς ταῦτα λέγων ὁ προφήτης καὶ τοῦτον παριστὰς τὸν νοῦν ἐν τῷ »ἰδού, ἐγὼ ἀποστέλλω ἀλιεῖς πολλούς, λέγει κύριος, καὶ ἁλιεύσουσιν αὐτούς· καὶ μετὰ ταῦτα ἀποστελῶ πολλοὺς θηρευτάς, καὶ [καὶ] θηρεύσουσν αὐτοὺς ἐπάων παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ«.
εἴπερ οὖν θέλεις συλληφθῆναι ὑπὸ τῶν θηρευτῶν, ὅρα μὴ τὰς διατριβὰς ποιήσῃ ἐν ταῖς κοιλάσι μηδὲ κάτω που διατρίψῃς, ἀλλὰ ζήτει τὰ ὄρη. ἀνάβα εἰς τὸ ὄρος ὅπου Ἰησοῦς μετεμορφώθη, | ἀνάβα εἰς τὸ ὄρος ἐφ᾿ οὗ <ἰδὼν τοὺς ὄχλους ἀναβέβηκεν> ὁ Ἰησοῦς, καὶ ἠκολούθησαν αὐτῷ οἱ μεθηταί, ἔνθα »ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδαξε λέγων· μεκάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν« καὶ τοὺς ἑξῆς τούτων μακαρισμούς.
[*](5 ff. II Kor. 3, 18. — 26 Vgl. Matth. 17, 1 Par. — 27 f. Vgl. Matth. 5, 1. — Matth. 5, 3.)[*](7 γε] τε S | 9 διατριβὰς ποιεῖται] sit conversatio tua H (= δ. ποιείτω?) | 11 οἳ ὀνομάζονται θηρευταί] quos venatores Scriptura nuncupat H οἷον ὀνομάζονται θηρευταί S οἷον ὀνομάζονται θηρευτῶν Hu | 13/14 ἀναβὰς—Θαλάσσης] de locis altioribus: ibi sit deambulatio tua, ibi mens, gressus et statio H | 14 μετάβαλε Ru μετέβαλες S | ἐπιλάθου Hu obliviscere H ἐπελάθου S | αὐτῆς] + obliviscere vallium ac profundorum H | 16 ὅταν Blass Koetschau ὅτε S | 17 πεφθῶσιν S | πολλοὶ] 〈 Η | 18 τεταγμένοι Blass constituti H | τὸ Blass τοῦ S | 19 τὰς2—κειμένας] et te cum caeteris sanctis de colle (+ et Vall.). de monte. de altiori loco accipiant H | 23 καὶ2] 〈 H | 24 εἴπερ οὖν θέλεις] Si vis et tu H | 26/27 ἀλλὰ—ὄρος] quaere colles, quaere montem H | 28 ἔνθα] ex quo H | 29 ἐδίδαξε] + eos H | 30 τούτων] septem H.)Καὶ οὐκ ἔξεστί γε τούτοις τοῖς θηρευταῖς ἀλλαχόθεν συλλαβεῖν ἢ ἀπὸ τῶν ὀρέων καὶ τῶν βουνῶν καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν. ταῦτα γὰρ τὰ τρία λέλεκται ἐν τῷ προφήτῃ· »ἀποστελῶ γὰρ πολλοὺς θηρευτάς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους καὶ ἐπάνω παντὸς βουνοῦ καὶ ἀπὸ τῶν τρυμαλιῶν τῶν πετρῶν«. πόθεν οὖν νοήσω τὰς πέτρας καὶ τὰς ἐν ταῖς πέτραις τρυμαλιάς; ἔρχομαι ἐπὶ τὴν Ἔξοδον, ζητῶ ἴχνος εὑρεῖν διηγήσεως τῶν τρυμαλιῶν τῶν πετρῶν, εὑρίσκω Μωσσέα ἐκεῖ βουλόμενον γνῶναι τὸν θεόν, καὶ τὸν θεὸν ἐπαγγελλόμενον αὐτῷ καὶ λέγοντα· »ἰδού, θήσω σε εἰς ὀπὴν τῆς πέτρας, καὶ κατανοήσεις μου τὰ ὀπίσω· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι«. ἐὰν νοήσῃς ἐκεῖ τὴν πέτραν καὶ ἴδῃς ἐκεῖ τὴν ὀπὴν τὴν ἐν τῇ πέτρᾳ ἰδὼν βλέπει τὸν θεὸν διὰ τῆς ὀπῆς τῆς πέτρας, ὄψει καὶ τὰς πολλὰς πέτρας καὶ τὰς τρυμαλιὰς αὐτῶν. τίς οὖν ἐκείνη ἡ πέτρα ἡ πέτρα ἡ μία; »ἡ πέτρα δὲ ἦν ὁ Χριστός«· »ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας«, καὶ »ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου« ἐν τῷ ἐνάτῳ καὶ τριακοστῷ λέγεται Ψαλμῷ. τίς ἡ ὀπὴ ἡ ἐν τῇ πέτρᾳ; ἐὰν ἴδῃς τὴν Ἰησοῦ ἐπιδημίαν, ὅλον αὐτὸν νοήσας πέτραν, ὄψει τὴν ὀπὴν κατὰ τὴν ἐπιδημίαν αὐτοῦ, δι᾿ ἧς ὀπῆς θεωρεῖται τὰ μετὰ τὸν θεόν. τοιοῦτον γὰρ νοεῖται ἐν τῷ »καὶ ὄψει τὰ ὀπίσω μου«.
Ἀλλ᾿ εὗρον μίαν ὀπὴν μιᾶς πέτρας, μεταβαίνω τῷ λόγῳ ἀπὸ τῆς ὀπῆς ἐπὶ τὴν τρυμαλιὰν τῆς πέτρας, ζητῶ καὶ τὰς πολλὰς πέτρας. ἐὰν ἔλθω ἐπὶ τὸν χορὸν εἴτε τῶν προφητῶν εἴτε τῶν ἀποστόλων εἴτε καὶ ἐπαναβεβηκότων ἁγίων ἀγγέλων, λέγω ὅτι πάντες οἱ Χριστοῦ μιμηταί, ὡς ἐκεῖνος πέτρα ἐστί, πέτραι γίνονται. καὶ ὥσπερ ἐκεῖνος [*](9 Exod. 33, 22. 23. — 15 I Kor. 10, 4. — Vgl. in Psal. 36 Hom. 4, 1 (Lo 12, 204. 205). — 16 Psal. 39, 2. — 20 Exod. 33, 23. — 24 ff. Vgl. in Matth. Tom. 12, 10 (Lo 3, 147): Πέτρα γὰρ πᾶς ὁ τοῦ Χριστοῦ μαθητής κτλ.) [*](1 ἀλλαχόθεν] + homines H | 3—5 ταῦτα—πετρῶν] 〈 Η | 4/5 παντὸς ὄρους καὶ ἐπάνω Co ἀπὸ S | 6—S. 136, 10 Hierzu Fragm. 63 in C: Τίνες — Ἰησοῦ | 6 οὖν] 〈 Η | 7 ζητῶ nach H: quaero ζητῶν S | διηγήσεως S1 a. R. mit d. Zeichen γρ΄.; διηγήματος S* interpretationis H | 9 ἐπαγγελόμενον S* ἐπαγγελλόμενον S1 | 12 ὁ] Moyses H | στὰς Blass ἱστὰς S | καὶ] + de H (= κατὰ?) | 14 πολλὰς] caeterae H, doch vgl. Z. 15. 22 | 15 ἡ μία] 〈 Η | 17 ἐννάτω S | 18/19 ἐὰν—αὐτοῦ] Vide eum apud Deum Patrem, Verbum Deum, videbis integram petram: vide dispensationem assumpti corporis, videbis foramen petrae H κατὰ μὲν τὴν θεότητα πέτρα χρηματίζων . . . . κατὰ δὲ τὴν οἰκονομίαν ὀπή C; der gleiche Sinn scheint in S weniger gut ausgedrückt zu sein | 20 θεωρεῖται—θεόν] τὰ μετὰ θεὸν θεωρεῖται C posteriora Dei juxta possibilitatem imbecillitatis suae humanus intuetur aspectus H | τὰ CH τὸ S | 22 ἀλλ᾿] 〈 Η | 22/23 μεταβαίνω—qui docuit H | πέτραι Blass Lietzmann petrae H πέτρα S.)
ἀλλὰ παραδείγματός μοι χρεία, ἵνα παραστήσω, πῶς ἔστιν ἐλθόντα ἐπὶ ἄγγελον καὶ δι᾿ ἀγγέλου τὸν θεὸν ἰδεῖν. γέγραπται γὰρ ἐν τῇ Ἐξόδῳ· »ὤφθη ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς βάτου τῷ Μωσεῖ. καὶ ὁρᾷ Μωσῆς, ὁτι ὁ βάτος καίεται πυρί, καὶ ὁ βάτος οὐ κατακαίεται«. καὶ οὐκ εἶπεν ἡ γραφή, ὥσπερ εἶπε κατὰ τὴν ἀρχην ὅτι »ὤφθη ἄγγελος«, οὕτως εἶπεν ὅτι ἄγγελος κυρίου, ἀλλ᾿ »ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ«. ἦν οὖν ἐκεῖ ὁ θεὸς ἐν τῷ ἀγγέλῳ θεωρούμενος, ὡς διὰ τῆς πέτρας θεὸς γινωσκόμενος καὶ τῆς ὀπῆς τῆς ἐν αὐτῷ.
Οὐκ οἶδας οὖν, πότε πέμπονται οἱ θηρευταί. διὰ τοῦτο μηδέποτε ἀπὸ τῶν ὀρέων καταβῇς μηδὲ καταλίπῃς τοὺς βουνοὺς μηδὲ ἔξω 20 γίνου τῶν τρυμαλιῶν τῶν πετρῶν· ἐὰν γὰρ ἔξω εὑρεθῇς, λεχθήσεταί σοι ὡς ἔξω τυγχάνοντι καὶ λέγοντι τὰ τῶν ἔξω· »ἄφρον, ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ· ἅ δὲ ἡτοίμασας, τίνι ἔσται«; λεχθήσεται [σοι ταῦτα· λεχθήσεται] δέ σοι [καὶ] ταῦτα, ἐὰν φάσκῃς· »καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ ἐρῶ τῇ ψυχῇ μου· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου«. ὁρᾷς τὸν κάτω τῶν ὀρέων, τὸν κάτω τῶν βουνῶν, τὸν ἔξω τῶν τρυμαλιῶν τῶν πετρῶν, πῶς πλανᾶται καὶ ἐν τῇ περὶ ἀγαθῶν κρίσει, οἰόμενος ταῦτα εἶναι ἀγαθά. διό φησι· »καὶ ἐρῶ τῇ ψυχῇ μοῦ· ψυχή, ἔχεις ἀγαθὰ κείμενα εἰς ἔτη πολλά«. τὸν σῖτον καὶ τὴν εὐφορίαν τῶν γηΐνων ἀγαθὰ εἶναι νενόμικεν· οὐ γὰρ εἶδεν ὅτι [*](7 Sachar. 1,9 u. ö. — 11ff. Exod. 3,2. — 14 Exod. 3,6. — 21 Luk. 12, 20 — 24 Luk. 12,18. 19. — 28 Luk. 12,19.) [*](2 τοῦ Hu τὸ S || 3 αὑτῷ] αὐτῷ S | ὀνομάσαι] intelligere petram, et petrae H | 4.11.12 μωυσέως etc. S | 5 αὐτοῦ] 〈 CH | λόγους Co H λόγος S | 6/7 κατὰ— ἐν τῷ »ὁ ἄγγελος« nach C: κατὰ τὸ ὁ ἄγγελος u. H: juxta illud Propheticum: Angelus κατὰ—ἐν τῷ εὐαγγελίῳ S | 7/8 καὶ—πέτρας] 〈 Η | 8 βλέπω1 Blass βλέπων S | βλέπω2 Blass Koetschau video H βλέπων S || 11 πυρὸς] 〈 Η |14 ἄγγελος1] + Domini H | οὕτω + et in reliquis subsecuta est Η wohl richting | εἶπεν] ἐνθράδε Co | ὅτι] + Εgo H | 23 λεχθήσεταί1—ταῦτα2] Dicentur autem tibi ista H λεχθήσεται δὲ σοι ταῦα Co | 24 μου] 〈 Η | 28 καὶ] 〈 Η | 29 εἰς ἔτη] 〈 Η | 30 γηΐνων] + fructuum. H, besser. )
»Οἱ« γὰρ »ὀφθαλμοί μου« φησὶν »ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν«. τῶν τοιούτων, τῶν ἐπὶ τὰ ὄρη τὰς διατριβὰς ποιουμένων καὶ ἐν τοῖς βουνοῖς καὶ ἐν ταῖς τρυμαλιαῖς τῶν πετρῶν [καὶ] ἐπὶ τὰς ὁδοὺς πάσας ὁ θεὸς ἔχει τοὺς ὀφθαλμούς. »καὶ οὐκ ἐκρύβησαν ἀπὸ προσώπου μου« οἱ τοιοῦτοι· οἱ γὰρ φαῦλοι κρύπτονται ἀπὸ προσώπου τοῦ θεοῦ. ἢκουσεν Ἀδὰμ μετὰ τὴν παράβασιν »τὴν φωνὴν κυρίου τοῦ θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν« καὶ ἐκρύβη, ὁ δὲ ἅγιος οὐ κέκρυπται, ἀλλ᾿ ἔχει καρδίαν μετὰ παρρησίας τῆς κατὰ τὴν ἁγίαν πολιτείαν πρὸς τὸν θεόν. »ἐὰν« γὰρ »ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ, ἔχει παρρησίαν πρὸς τὸν θεόν, καὶ ὃ ἂν αἰτώμεθα λαμβάνομεν παρ᾿ αὐτοῦ«. ὁ μὲν οὖν Ἀδὰμ εἰ καὶ ἥμαρτεν, οὐκ εἰς ὑπερβολὴν χαλεπὴν ἁμαρτίαν ἅμαρτεν· διὰ τοῦτο ἐκρύβη »ἀπὸ προσώπου τοὺ θεοῦ«. ὁ δὲ ἁμαρτωλότερος αὐτοῦ Κάϊν καὶ ἀσεβέστατος ὁ ἀδελφοκτόνος τί πεποίηκεν; »ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ«. ὥστε συγκρίσει κακῶν ἔλαττον εἶναι τὸ κρυβῆναι ἀπὸ προσώπου τοῦ θεοῦ· καὶ γὰρ οὗτος κρύπτεται οὐκ ἀπερυθριῶν, ἀλλ᾿ αἰδούμενος τὸν θεόν. »οὐκ ἐκρύβησαν« οὖν »ἀπὸ προσώπου μου«. οὗτοι, οἱ ταῦτα [*](3f. Vgl. Matth. 6,19 20. — 5 Luk. 12,20. — 15 Vgl. Philo leg. alleg. III I,87M: ὁ φαῦλος φυγάς ἐστιν .... εὐθὺς ἀποκέκρυπται θεόν. — 16.22 Vgl. Gen. 3,8. — 19 I Joh. 3,21. 22. — 24 Vgl. Gen. 4,16.) [*](2 καὶ] 〈 CoH | 3 ἀπὸ—γῆς] sublata sruce H (vgl. Matth. 16,24 Par.) | 5 τί] 〈 HuH | 6 θηρευταί] + et H | οὐ—ἀλλὰ] 〈 Η |8 ταῦτα] illum H | αὐτὰ] cum eis pariter H | 9 ἐκείνης ὅπου] sublimi et H | 11 οἱ γὰρ] quia H | φησίν] 〈 Η |12—20 Hierzu Fragm. 64 in C: Τῶν—θεόν | 13 καὶ2] 〈 HC | 15 οἱ τοιοῦτοι] Qui sancti sunt, non se abscondunt a facie Dei H | 16 παράβασιν] + coelestis mandati H | 18 Οὐ κέκρυπται] hoc non facit H | 20 ἔχει] so NT codd. B 29 ἔχομεν C habemus H 22 ὑπερβολὴν—ἥμαρτεν] perfectam malitiam mens ejus corruit H | 23 αὐτοῦ Κάϊν] 〈 Η | 24 θεοῦ] + et habitavit in terra Naid H | 26 θεοῦ] + quam fugere eum H | 26/27 καὶ—θεόν] In alio quippe conscientiae vulnus inflictum tenebras et secreta perquirens, levare oculos non patitur ad coelum. In alio autem ex desperatione nata contumacia negligit Dominum H | 27 μου] + neque absconditae sunt iniquitates eorum contra oculos meos H, vgl. LXX Luc. u. Hexapla | 27—S. 137,1 οὗτοι—ποιήσαντες] Hi super quas injustitias non se absconderunt a facie Dei? H.)
ἵν᾿ οὖν μὴ ὑπολαμβάνωσιν οἱ ἁλιευθέντες καὶ μετὰ ταῦτα εἰς τὰ ὄρη ἐλθόντες, ὅτι ἐκ δικαιοσύνης αὐτοῖς ταῦτα γεγένηται, ὑπομιμνῄσκει οὐ μόνον ἐκείνους, ἀλλὰ καὶ ἡμᾶς ὁ λόγος τῶν προτέρων ἁμαρτημάτων. διὸ λέγεται μετὰ τὰς εὐεργεσίας· »καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου«.
Τὰ ἑξῆς ἀγῶνα μέλλει ἡμῖν ἐμποιεῖν. εἴτε γὰρ νοοῦμεν ὡς ἀκό- λουθα, φροντίσομεν ἐπιμελῶς περὶ τῆς ἀνταποδόσεως τῶν ἁμαρτημάτων· εἴτε δοκεῖ οὐκ ἀκόλουθα εἶναι τοῖς προαποδεδομένοις περὶ ἁλιευομένων καὶ θηρευομένων, καὶ οὕτως εἰς ἀγῶνα ἡμᾶς ἐμβάλλει οὐ τὸν τυχόντα. »καὶ ἀνταποδώσω« γὰρ φησι »πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν καὶ τὰς ἁμαρτίας αὐτῶν, ἐφ᾿ αἷς ἐβεβηλοῦσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων καὶ ἐκ ταῖς ἀνομίαις αὐτῶν, ἐν αἷς ἔπλησαν τὴν κληρονομίαν μου«. τὸ »πρῶτον« εἴτε μὴ νοήσαντες ἐξεῖλάν τινες τῶν γεγραμμένων εἴτε καὶ οἰκονομήσαντες ἐξελεῖν οἱ Ἑβδομήκοντα, θεὸς ἂν εἰδείη. ἡμεῖς μέντοιγε συγκρίναντες ταῖς λοιπαῖς ἐκδόσεσιν εὕρομεν καίμενον· »καὶ ἀνταποδώσω πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν«, ἵνα δηλωθῇ ὅτι εἰ καὶ ἄξιοι διὰ τὰ δεύτερα αὐτῶν ἔργα μακαριότητος εἶεν, ἐπεὶ ἄνθρωποί εἰσι καὶ ἐν ἁμαρτίαις γεγόνασι, πρῶτον δεῖ ἀπολαβεῖν αὐτοὺς τὰς ἁμαρτίας αὐτῶν. καὶ ὅρα εἰ μὴ ὁ λόγος ἐστὶν ἀληθής. τίς οὐκ ἀπολήψεται τὰς ἁμαρτίας ἢ ὁ μετὰ τὸ πιστεῦσαι καὶ λαβεῖν ἄφεσιν ἁμαρτημάτων (ὡς ἀκοῦσαι τοῦ Ἰησοῦ λέγοντος· »ἀγέωνταί σοι αἱ ἁμαρτίαι«) μηκέτι ἁμαρτάνων; εἰ δὲ μετὰ τὴν ἄφεσιν τῶν ἁμαρτημάτων καὶ τὴν οἰκονομίαν τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἁμαρτάνοιμεν, ὥσπερ ἡμεῖς οἱ πολλοὶ οἱ μὴ τελειωθέντες ὡς οἱ ἀπόστολοι, μετὰ τὸ ἁμαρτάνειν δὲ καὶ σὺν τῷ ἁμαρτάνειν τινὰ δεόντως πράττοιμεν, τί ἡμᾶς περιμένει, κατανοητέον. Ἆρα ἐὰν ἐξέλθωμεν τὸν βίον ἔχοντες ἁμαρτήματα, ἔχοντες δὲ καὶ ἀνδραγαμήματα, σωθησόμεθα μὲν διὰ τὰ ἀνδραγαθήματα, ἀπολυθησόμεθα δὲ περὶ τῶν ἐν γνώσει ἡμαρτημένων; ἢ κολασθησόμεθα μὲν διὰ τὰ ἁμαρτήματα, οὐδαμοῦ δὲ μισθὸν ληψόμεθα τῶν [*](14f. Vgl. d. Hexapla:※ Α'Θ' πρῶτον' u. Hier. Comm. 955. — 23 Matth. 9,2. — Vgl. Joh. 5,14 8,11. — 24 Vgl. Tit. 3,5.) [*](1 ποτὲ nach H: Aliquando τότε S | 3 ὅτι] + non ex misericordia Dei sed H | 7 ὡς ἀκόλουθα Lietzmann nach H: ea cohaerere superioribus vgl. S. 123, 1 | 8 φροντίσομεν Co φροντίσωμεν S pertimescimus H | 9 εἴτε nach H: sive εἰ δὲ S | 11 γάρ φησι] illi H | 15 τῶν γεγραμμένων S* τὸ γεγραμμένον Scorr. | ἑβδομήκοντα] + sicut et caetera H | 16 εἰδείη Hu οἰδείη S | συγκρίναντες Blass συγκρίνοντες S 19 μακαριότητος] + Die H | 23 ἁμαρτάνων] ἁμάρτανε S | 27 πράττοιμεν Blass Koetschau πράττομεν S | 29 ἀπολυθησόμεθα Hu ἀπολλυθησόμεθα S.)