Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

3. Γὰ δὲ ἐκτός οἱ βουλόμενοι ἀγαθὰ κατὰ τὸν θεῖου ἐπαγγέλλεσθαι λόγον τοῖς μὲν ἀπό τοῦ Λευιτικοῦ, τούτοις [*](Lev xxvi 3 ff.) χρήσονται· Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς, δώσω τὰν ὑετὸν ὑμῖν ἐν καιρῷ αὐτοῦ, καὶ ἡ γῆ δώσει τὰ γενήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων δώσει τόν καρπόν αὐτῶν· καὶ καταλήψεται ὑμῖν ὀ ἀλοητός τὸν τρυγητόν, καὶ ὀ τρυγητὸς καταλήφεται τὸν σπόρον, καὶ φάγεσθε τὸν ἄρτον μῶν εἰς πλησμονήν, καὶ κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν· καὶ τὰ ἐξῆς. ἐκ δὲ τοῦ Δευτερονομίου [*](Deut xxviii 1 ff.) τούτοις χρήσονται· Καὶ ἔσται ὡς ἄυ διαβῆτε τὸν ορδάνην εἰς τὴν γῆν ἥν κύριος ὁ θεὸς δίδωσιν ὑμῖν, καὶ φυλάσσεσθε ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ ἅς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε κύριος ὀ θεός σου ὑπεράνω πάντων, καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐάν ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου. εὐλογημένος σὺ ἐν πόλει, καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ· εὐλογημένα τὰ ἔγγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶυ σου καὶ τὰ ποίμνια τῶν προβάτων σου· εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλίμματά σου· καὶ τὰ ἑξῆς. ὡς πάλιν ἐκ τῶν ἐναντίων τοῖς ἀσεβοῦσι λέγεται τό· Ἐπικατάρατος σὺ ἐν πόλει, καὶ [*](1 προσώπων AB 3 τοῦ ν. τούτου] τούτω τοῦ ν, C 6 σφα- καλλίζοντας C; σφακελιζούσας A 13 φυλάσσητε B ποιῆτε AC 16 ἀλωητὸς B om. ὁ (sec.) C 26 om. καὶ C 27 ἔκγονα C 29, 30 ἐγκαταλείμματά CC)

235
[*](ABC) ἐπικατάρατος σὺ ἐν ἀγρῷ· ἐπικατάρατοι αἱ ἀποθῆκαί σου [*](Deut. xxviii 16 ff.) καὶ τὰ ἐγκαταλίμματά σου· ἐπικατάρατα τά τέκνα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου· ἐπικατάρατα τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου. καὶ ἄλλα δὲ δυσεξαρίθμητα ἐνεγκοῦσιν οἱ βουλόμενοι ἐν σωματικοῖς καὶ τοῖς ἐκτός εἶναι ἀγαθά καὶ κακά· ἐφἀφονταί τε καὶ τῶν εὐαγγελίων, λέγοντες τόν σωτῆρα ἐληλυθότα ὡς κακὰ ἀφῃρηκέναι ἀπὸ τῶν ἀνθρώπων τὴν τυφλότητα τὴν σωματικὴν καὶ τὴν κωφότητα καὶ τὴν πάρεσιν τῶν μελῶν, καὶ πάσαν νόσον καὶ πᾶσαν μαλακίαν [*](cf. Mt iv 23; ix 35) τεθεραπευκέναι, ἀγαθά ἀντὶ τῶν προκατειληφότων κακῶν δωρούμενον τό τε διορατικὸν τὸ σωματικὸν καὶ τὸ ἀκουστικόν καὶ τὴν ἄλλην ὑγείαν καὶ ῥῶσιν· καὶ δυσωπήσουσί σε φάσκοντες, εἰ μή καὶ ἡμεῖς ὁμολογήσομεν κακὸν εἶναι τὸ δαιμονιζν καὶ τὸ σεληνιάζεσθαι, [*](cf. Mt iv 24) ὡς πάλιν ἐκ τοῦ ἐναντίου ἀγαθόν τὸ τούτων ἀπηλλάχθαι. ἀλλά καὶ οἱ ἀπόστολοι χαρίσματα ἰαμάτων καὶ ἐνεργήματα δυνάμεων ἐπιτελοῦντες κατʼ αὐτί τό ἐνεργεῖν ἀγαθά ἐποίουν τοῖς ἀνθρώποις καὶ κακῶν αὐτοὺς ἀπήλλαττον. διαβήσονται δὲ οἱ τὰ τοιαῦτα λέγοντες καὶ ἐπὶ τὸν μέλλοντα [*](568) αἰῶνα, φάσκοντες τῷ κακὸν εἶναι τὸν πόνον τοὺς ἁμαρτωλοὺς πυρὶ αἰωνίῳ παραδίδοσθαι· εἰ δὲ κακόυ ὁ πόνος, ἀνάγκη τὴν ἡδονὴν ἀγαθόν εἶναι.

4. Σαφῆ μὲν οὖν ἐκ τῶν εἰρημένων τὰ δυνάμενα ἐπὶ πλεῖον δυσωπῆσαι τοὺς οὐχ οἶους τε λῦσαι τὰ προσαγόμενα περὶ τοῦ τρία γένη τῶν ἀγαθῶν εἶναι καὶ τρία τῶν κακῶν κατὰ τ ν λόγον τῶν γραφῶν. ταύτην τοίνυν τήν ἀπάτην οὐ μόνον οἱ ὁμολογουμένως ἀκέραιοι τῶν πεπιστευκότων ήπάτηνται, ἀλλά καί τινες τῶν ἐπαγγελλομένων σοφίαν τὴν κατὰ Χριστὸν, οἰόμενοι τοῦ δημιουργοῦ τοιάσδε τινὰς εἶναι ἐπαγγελίας, καὶ πέρα τῶν ἀπὸ τῆς λέξεως δηλουμένων μηδὲν [*](2 ἐγκαταλείμματά AC 5 ἐνέγκουσιν AB; ἐνέγκωσιν C; cf. p. 241 1 17 14, 15 ὁμολογήσωμεν A B 21 τῶ] C (corrr. pr. m.); τὸ A BC* om. τὸν πόνον B 22 κακὸς BC)

236
σημαίνεσθαι κατὰ τὰς ἀπειλάς. πρὸς πάντας τοίνυν τοὺς [*](ABC) τὰ τοιαῦτα ἐκ τῶν γραφῶν τὑπολαμβάνοντας ἐπαπορητέον, εἰ τετηρήκασι τὸν νόμον οἱ προφῆται, ὡν ἁμαρτήματα οὐ κατηγορεῖται· οἶον Ἠλίας ὁ ἀκτημονέστατος, ὡς μηδὲ ὥρτον ἔχειν παρʼ ἑαυτῷ φαγεῖν καὶ διὰ τοῦτο πέμπεσθαι πρὸς [*](cf 1 Reg xvii 8 f.) γυναῖκα εἰς Σάρεπτα τῆς Σιδωνίας· καὶ λισσαῖος, ὅς παρὰ [*](cf. 2 Reg iv 8 ff.; xiii 14) τῇ Σουμανίτιδι βραχυτάτην ἔλαβε κατάλυσιν καὶ σκιμπάδιον καὶ λυχνίαν εὐτελῆ, ὅς καὶ ἀρρωστήσας ἐτελεύτησε· [*](cf. Isa xx 3) καὶ Ἠσαΐας ὁ πορευθεὶς γυμνὸς καὶ ἀνυπόδετος τρισὶν ἔτεσι· [*](cf. Jer xxxviii (xlv) g; ix 2)καὶ Ἱερεμίας ὁ ἐμβληθεὶς εἰς λάκκον βορβόρου καὶ ἀεὶ μυκτηρισθεὶς, ὥστε καὶ ἐρημίας οἰκῆσαι εὔξασθαι· καὶ ὁ [*](cf. Mt iii 4)Ἰωάννης ὁ ἐν ταῖς ἐρημίαις διατρίβων καὶ πλήν ἀκρίδων καὶ μέλιτος ἀγρίου μηδενὸς μεταλαμβάνων, δέρματι περιεζωσμένος τὴν ὀσφὺν καὶ ἀπό τριχῶν καμήλου ἠμφιεσμένος. ὁμολογήσουσι γὰρ αὐτοὺς τετηρηκέναι τὸν νόμον. καὶ ἀπαιτήσομεν εἰ ἅ νοοῦσιν ἀγαθὰ τοῖς τετηρηκόσι τούτοις ὑπῆρκται. οὐκ ἔχοντες δὲ δεῖξαι, περικλεισθήσονται εἰς τὸ ἤτοι φευδεῖς εἶναι τὰς ἐπαγγελίας τὰς λεγομένας δίδοσθαι τοῖς θεοσεβέσιν ἥ ἀληθεῖς τυγχανούσας ἀναγωγῆς δεῖσθαι· εἰ δʼ ἐπʼ ἀλληγορίαν ἀναγκασθέντες ἔλθωσιν, ἀθετηθήσεται αὐτῶν ἡ ὑπόληψις ἡ περὶ τοῦ τὸν νόμον ἀπειλεῖν νόσον σωματικὴν καὶ τὰ ἐκτός νομιζόμενα κακὰ τοῖς τσεβηκόσιν, ἢ ἐπαγγέλλεσθαι ὑγιαίνοντα εἶναι τὰ σώματα καὶ περιουσίαν ἔσεσθαι τοῖς τῷ θεῷ κατηκολουθηκόσι.