Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](Ps iv 6)

1. Πολλῆς παρὰ τοῖς ἀνθρώποις ζητήσεως τυγχανούσης περὶ τοῦ τίνα τά ἀγαθά καὶ τίνα τὰ κακά· καί τινων μὲν ἀπροαίρετα λεγόυτων εἶναι τά ἀγαθά καὶ τὰ κακὰ, ώσπερεὶ τήν τδοντν ἀγαθόν ἀποφαινομένων, κακὸν δὲ τὼ πονηρόν· ἑτέρων δὲ ἐν μόνοις προαιρετικοῖς κατακλειόντων [*](8. ἀφωρίζετο] ἀφωρίζεται cat, (quae hic inc.) 10 om. μὴ A cat 11 om. ἑκάστην catg 12 ἀποστολικῆς] hactenus cat, 13 ἀπὸ τοῦ] αὐτοῦ C 23 Ru. 11. 565)

232
τὰ ἀγαθὰ καὶ τὰ κακὰ, καὶ τὰς μὲν ἀρετὰς καὶ τὰς κατʼ [*](ABC) αὐτὰς πράξεις μόνας ἀγαθὰ λεγόντων, τὰς δὲ κακίας καὶ τὰς κατὰ κακίαν ἐνεργείας κακά τρίτων δὲ ὄντων τῶν μιγνύντων, καὶ ἄμα ἐν προαιρετικοῖς καὶ ἀπροαιρέτοις λεγόντων εἶναι τά ἀγαθὰ καὶ τὰ κακά· εἰκότως ὑπό τῶν πιθανοτήτων περιελκόμενοι οἱ πολλοὶ τῶν πιστευόντων φιλομαθοῦντες εἰς τὸν περὶ ἀγαθῶν τόπον λέγοιεν ἅν τό· [*](Ps iv 6) Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ὅτι μὲν οὖν ἐν προαιρετικοῖς ἐστὶν ἠ τῶν ἀγαθῶν φύσις, πᾶς ὁστισοῦν ἀποδεχόμενος τὸν περὶ κρίσεως τόπον ἀδιστάκτως ὁμολογήσαι ἄν· ἀγαθὸν [*](Mt xxv 21,23) γάρ φησιν εἶναι ἐφʼ ᾧ ἀκούσεταί τις τό· Εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἤς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου· ἀγαθὸν δὲ καὶ τὸ ἀπὸ τοῦ ἀγαθοῦ ἀνθρώπου ἐκ τῆς καρδίας αὐτοῦ προφερόμενον, [*](Lc vi 45) ώς ὀ σωτήρ φησιν· Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὰ ἀγαθά. καὶ ἀπαξαπλῶς πᾶς καρπὸς δένδρου ἀγαθοῦ προαιρετικός ὥν ἀγαθόν ἐστιν· ὡς ἀγάπη καὶ εἰρήνη καὶ χαρὰ καὶ μακροθυμία, χρηστότης τε καὶ ἀγαθωσύνη καὶ πίστις καὶ πραύτης καὶ ἐγκράτεια· τὰ δὲ ἐναντία τούτοις κακά. εἰ δὲ καὶ κατὰ τὴν τοῦ χριστοῦ διδασκαλίαν ἔστι τι ἀγαθὸν καὶ κακὸν, καὶ ἐν ἀπροαιρέτοις ζητητέον· κᾶν ἢ δέ τι ἀγαθὸν ἢ κακὸν ἐν ἀπροαιρέτοις, ὡς ὑστερον ἐξετάσαντες τάχα δείξομεν. ἀλλʼ οὔτι γε τὰ ἀπὸ τῶν μιγνύντων τοῖς προαιρετικοῖς τὰ ἀπροαίρετα λεγόμενα ἀγαθά ἂν εἶη καὶ κακά· ἐκεῖνοι γὰρ οἶονται τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ φυχῆν, [*](566) τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἐκτός· ὁμοίως δὲ καὶ τῶν κακῶν· καὶ περὶ φυχὴν μὲν, ἀρετὴν καὶ τάς κατʼ ἀρετήν πράξεις. κακίαν καὶ τὰς κατὰ κακίαν πράξεις· περὶ σῶμα δὲ, ὑγείαν καὶ εὐεξίαν καὶ κάλλος, ἢ νόσον καὶ καχεξίαν καὶ αἶσχος· περὶ τὰ ἐκτὸς δὲ, πλοῦτον καὶ εὐγένειαν καὶ δόξαν, ἦ πενίαν καὶ δυσγένειαν καὶ ἀδοξίαν.

[*](11 εὕ δοῦλε ἀγαθὲ B 19 om. καὶ (sec.) AC 31 εὐγένειαν καὶ] πενίαν AC ἢ πενίαν] καὶ εὐγένειαν AC)
233
[*](ABC)

2. Οἰήσονται δέ τινες καὶ κατὰ τὰς γραφὰς ὁμοίως τρία γένη εἶναι τῶν ἀγαθῶν, καὶ τρία γένη τῶν κακῶν· τὰς γὰρ ἀρετὰς καὶ τὰς κακίας προσιέμενοι εἶναι ἀγαθά καὶ κακὰ, μετὰ τὰ ὁμολογούμενα καὶ ὑφʼ ἡμῶν ἐν ἀρετῇ καὶ κακίᾳ καὶ ταῖς κατʼ αὐτὰς πράξεσι, χρήσονται ῥητοῖς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτός δῆθεν ἀποφαινομένοις ἀγαθά ἢ κακὰ τυγχάνειν. καὶ περὶ μὲν ἀρετῶν καὶ κακιῶν τί δεῖ καὶ λέγειν; τῶν ἠθικῶν πραγμάτων διδασκόντων δεῖν τμᾶς μὲν αἱρεῖσθαι δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ἀνδρείαν καὶ τὰς κατʼ αὐτάς πράξεις, ἐκκλίνειν δὲ τὰ τούτοις ἐναντία. διόπερ οὐ χρεία παραδειγμάτων εἰς τὰ παρὰ τῶν προαιρετικῶν ἀγαθά· σωματικά δὲ καὶ ἐκτός ἀγαθὰ ἐκ τῆς κατὰ τὸ ῥητόν ἐκδοχῆς πολλαχόθεν δείξουσι. πλὴν ἐπὶ τοῦ παρόντος ἀρκεῖ παραθέσθαι τινὰ ἐκ τῶν ἐν Ἐξόδῳ καὶ Λευιτικῷ καὶ Δευτερονομίῳ κειμένων, ώς ἐν ἐπαγγελίᾳ πρὸς τοὺς τηροῦντας τάς ἐντολάς, καὶ ας ἐν ἀπειλῇ καὶ κατάραις πρὶς τοὺς παραβαίνοντας αὐτάς· οἶον ὅτι ἡ ὑγεία ἀγαθόν ἐστι καὶ ἡ νόσος κακὸν, ἀπὸ τῆς Ἐξόδου δείξει ταῦτα προσάγεσθαι Ἐὰν τηρήσῃς τὸς [*](Ex xv 26) ἐντολάς μου καὶ τὰ προστάγματά μου, πᾶσαν νόσον ἥν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι κύριος ὀ ἰώμενός σε. καὶ τὸ ἀπό τοῦ Δευτερονομίου δὲ πρὸς τοὺς ἁμαρτάνοντας λεγόμενον ὑπονοηθείη ἄν κακὸν μὲν παριστάνειν τάς σωματικάς πληγάς καὶ τὰς νόσους, ἀγαθὸν δὲ δηλονότι τὴν ὑγείαν καὶ τὴν τοῦ σώματος ῥῶσιν. ἔχει δὲ οὕτως ἡ λέξις· Ἐὰν μὴ ἀκούσητε ποιεῖν πάντα τὰ [*](Deut xxviii 58 ff.) ῥήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ, φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον καὶ τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν θεόν· καὶ παραδοξάσει κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγάς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηράς καὶ πλείστας. καὶ ἐπιστρέφει ἐπὶ σὲ πᾶσαν τὴν πληγὴν Αἰγύπτου τήν [*](4 ὑφʼ] ἐφʼ B 7 καὶ (sec.)] ἢ B 7, 8 δεῖ καὶ] χρη B 10 ἀν- δρ.αν C 12 παρὰ] περὶ AC)

234
πονηρὰν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσεταί [*](ABC) σοι· καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει κύριος ἐπὶ σὲ, ἕως ἄν ἐξολοθρεύσῃ σε. καὶ πάλιν τοῖς [*](Lev xxv 16) παραβαίνουσι τὰς ἐντολάς λέγεται τό· Ἐπιπέμψω ὑμῖν πυρετὸν καὶ ἱκτερον καὶ σφακελίζοντας τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τὴν ψυχήν ὑμῶν ἐκτήκουσαν. πρὸς τούτοις καὶ [*](567) ἐν τῷ Δευτερονομίῳ τοῖς ἀφισταμένοις τῆς θεοσεβείας [*](cf. Deut xxxii 24) ἀπειλεῖ ὁ λόγος ὀπισθότουον ἀνίατον.