Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

5. Πῶς δὲ οὐκ ἠλίθιον ἐπὶ τοῖς κακοῖς μέγα φρονεῖν καὶ αὐχεῖν τοὺς ὄντας ἐν αὐτοῖς; εἰ γάρ κακαὶ αἱ θλίφεις, [*](cf. Rο v 3) φησὶ δὲ ὁ ἀπόστολος καυχᾶσθαι ἐν ταῖς θλίφεσι, δῆλον ὅτι καυχᾶται ἐν κακοῖς· τοῦτο δὲ ἠλίθιον, καὶ ὁ ἀπόστολος οὐκ ἠλίθιος· οὐκ ἄρα κακὰ τὰ τοιάδε γυμνάσματα τοῦ [*](cf.2Coiv8f.; vi 9 f.) ἁγίου, ὅστις ἐν παντὶ θλιβόμενος οὐ στενοχωρεῖται, ἀπορούμενος οὐκ ἐγκαταλείπεται, πειραζόμενος οὐ θανατοῦται, oμιζόμενος εἶναι πτωχὸς πολλοὺς πλουτίζει, καὶ ὑπολαμβανόμενος [*]( σαρεφθὰ A; σαραφθᾶ C ἐλισαῖος A 15 ὁμολογήσασι γὰρ αὑτοῖς A 16 ἀπαιτήσωμεν A 29 κακὰ τὰ τοιάδε] καλὰ δὲ τὰ τοιαῦτα Β)

237
[*](ΑBC) μηδὲν κεκτῆσθαι πάντα κατέχει· τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. ἔτι δὲ ἕπεται τοῖς ὑπολαμβάνουσι κατὰ τὴν γραφὴν τρία [*](569) γένη τῶν ἀγαθῶν εἶναι, δῆλον δὲ ὅτι καὶ τῶν κακῶν, τοὺς δικαίους ἀεὶ ἐν πολλοῖς κακοῖς εἶναι· ἀληθευούσης τῆς λεγούσης προφητείας· Πολλαὶ αἱ θλίφεις τῶν δικαίων. [*](Ps xxxiv (xxxiii) 19) οὐκ ἄκαιρον δὲ καὶ τῶν τῷ Ἰὼβ συμβεβηκότων ὑπομνῆσαι τοὺς οἰομένους τάδε τινὰ κακὰ εἶναι· ᾦ ὁ χρηματισμὸς μετὰ τὸ ἐνεγκεῖν γενναιότατα τοὺς περιστάντας ἀγῶνάς φησιν· Οἴει δέ με ἅλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς [*](Job xl 3) δίκαιος; εἰ γὰρ οὐκ ἄλλως ἀναφαίνεται ἁ Ἰὼβ δίκαιος ἢ ἐκ τοῦ τάδε τινὰ καὶ τάδε αὐτῷ συμπτώματα γεγονέναι, πῶς ἄν αὐτῷ κακά λέγοιμεν ὑπάρχειν τὰ αἴτια τοῦ ἀναφῆναι αὐτοῦ τὴν δικαιοσύνην; ἑπόμενα δʼ ἄν τούτοις εἶη, μηδὲ τὸν διάβολον τῷ ἁγίῳ κακὸν τυγχάναιν. τῷ γοῦν Ἰὼβ ὁ διάβολος κακὸν οὐκ ἦν· ἐπεὶ τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα [*](cf. Rο viii 28) συνεργεῖ εἰς ἀγαθὸν ὁ θεὸς, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ἔτι δὲ πρὸς τούτοις παρὰ τὸ ἐναργὲς εἶναἰ φαμεν τὸ τὸν δίκαιου ἐν ταῖς κατὰ τὸ ῥητόν εὐλογίαις ἔσεσθαι τῶν ἐν ταῖς γραφαῖς ἐγκειμένων νομιζομένων ἀγαθῶν· πολλή γὰρ ἱστορία ἡ περὶ τοῦ ἁγίου ἐξεταζομένη ἐναντιοῦται ταῖς τοιαύταις ἐκδοχαῖς. καὶ ἀνόητόν ἐστι τὸ ὑπολαμβάνειν δανειστήν τὸν ἅγιον ἔσεσθαι, πολλῶν ἐθνῶν τραπέζας κατὰ [*](cf. Deut xv 6) πόλιν ἀνοίγοντα, καὶ περισπώμενον περὶ τὰς δόσεις καὶ λήρεις, καὶ ποιοῦντα πράγματα ἀπηγορευμένα· Τὸ ἀργύριον [*](Ps xv (xiv) 5) γὰρ αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ ὀ δίκαιος καὶ δῶρα ἐπʼ ἀθῴοις οὐκ ἔλαβε· καί· Ὀ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα. καὶ κατὰ τὸν Ἀεζεκιήλ ὁ ἄγιος ἐπὶ τόκῳ [*](cf. Ezek xviii 8) καὶ πλεονασμῷ οὐκ ἔδωκε τὸ ἀργύριον. τὸ δὲ καὶ πυρετὸν νομίζειν διὰ τὰς ἁμαρτίας γίνεσθαι ἀπαιδεύτων εἰς ὑπερβολήν ἐστι δόγμα, πολλάκις τῶν αἰτίων τῆς τοιᾶσδε νόσου προδήλων ὄντων· ἤ γὰρ διὰ τὸ περιέχον ἤ διὰ τοιάδε ὕδατα [*](8 ὥ] ὡς ΑC 10 οἴη Α 11 om. ὁ B 15 συντιγχάνειν Α 16 om. οὐκ B 24 καὶ (sec.)] + τὰς B 26 om. ὁ δίκαιος ΑC)
238
ἤ διὰ τοιάσδε τροφάς. καὶ εἰ ἂθλα τοῖς δικαίοις ὑγεία καὶ [*](ABC) πλοῦτος, ἐχρῆν μηδένα τῶν ἀσεβῶν ὑγιαίνειν μηδὲ πλουτεῖν. ὑγείαν δὲ τὴν τοιάνδε κατάστασιν τῆς ψυχῆς ζητητέον, καὶ πλοῦτον τὸν κατὰ Σολομῶντα λύτροι τυγχάνοντα τῆς [*](Prov xiii 8) ψυχῆς, λέγοντα· Λύτρον ἀνδρὸς φυχῆς ὁ ἴδιος πλοῦτος· φευκτέου δὲ πενίαν, καθʼ ἤν ἀναγέγραπται· Πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. ἔτι δὲ τραύματα καὶ μώλωπας καὶ νόσους ἐκληπτέον τὰ γινόμενα διὰ τὴν κακίαν ταῖς ἀπροσεκτούσαις ψυχαῖς· περὶ ὧν καὶ ὁ προφήτης μέμφεται τοὺς [*](Ιsa i 6) ἐν τοῖς τοιούτοις τυγχάνοντας, λέγων· Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὔτε τραῦμα οὗτε μώλωφ οὗτε πληγὴ φλεγμαίνουσα· οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὗτε ἔλαιον οὗτε καταδέσμους.

6. Ταῦτα μὲν οὗν αὐτάρκη τοῖς μὴ πάνυ ἀμβλέσι, πρός τό ἀπό τούτων ἑαυτοῖς ἀναλεξαμένοις τά περισπῶντα ῥητὰ τῶν γραφῶν ἐπιβάλλειν τῇ ἀξίᾳ νοήσει τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος. ἔτι δὲ ὑπὲρ τοῦ δυσωπήσαι τοὺς οἰομένους τάδε εἶναι τά ἀγαθά τὰ τοῖς ἀγίοις δοθησόμενα καὶ τάδε τὰ κακὰ τοῖς ἁμαρτωλοῖς, καὶ ταῦτα προσθετέον· [*](570) ὅτι πᾶν τὸ διά τι ἔλαττόν ἐστι τοῦ δἰ ὅ ἐστιν· οἶον τομαὶ καὶ καυτῆρες καὶ ἔμπλαστροι δἰ ὑγείαν παραλαμβανόμενα ἐλάττονα τυγχάνει τῆς ὑγείας. κᾶν ὡς ἐν ἰατρικοῖς δὲ βοηθήμασι ἀγαθὰ λέγηται ταῦτα, χρὴ ἐκλαμβάνειν ὅτι οὐκ ἔστι τελικά ἰατρικῆς ἀγαθὰ ἀλλὰ ποιητικά· τελικόν δὲ κατά τὴν ἰατρικὴν ἀγαθόν ἠ τοῦ σώματος ὑγεία. οὕτω τοίνυν καὶ εἰ τάσδε τὰς ἐντολάς τηρητέον ὑπὲρ τοῦ τῶνδε τῶν ἀγαθῶν τυχεῖν, τὰ δὲ ἂθλα τὰ σωματικά ἐστι καὶ τὰ ἐκτός· αἱ ἀγαθαὶ πράξεις ἔσονται οὐκ ἀγαθαὶ ὡς τελικαὶ, ἀλλʼ ἄρα ὡς ποιητικαὶ ἀγαθῶν· καὶ ἔσται διαφέρων ὀ πλοῦτος, ὅν οἶονται ἐπαγγέλλεσθαι τὴν γραφήν, καὶ ἠ τοῦ σώματος ὑγεία, τῆς δικαιοσύνης καὶ αὐτῆς δὲ τῆς ὁσιότητος καὶ τῆς εὐσεβείας καὶ τῆς θεοσεβείας τῶν τηλικούτων ἀνδραγαθημάτων. [*](1 ῆ διὰ] καὶ B 8 ἐκλεκτέον C; καί ἐγκλητέον B 16 ῥή- ματα B 32 om. καὶ τῆς θεοσεβείας B)

239
[*](ABC) ἅπερ παραδέξασθαι ἀνθρώπων ἐστὶ τὸ ἀξίωμα τῆς ἀρετῆς μὴ γινωσκόντων, ἀλλὰ τὰ ὑλικὰ αὐτῆς προτιμώντων· πάντων γάρ ἐστιν ἀτοπώτατον τὸ τῶν ἀνδραγαθημάτων λέγειν διαφέρειν τὸ πλουτεῖν καὶ τὸ γιαίνειν σωματικῶς. διὰ τά μοχθηρὰ δὴ ταῦτα δόγματα ἀκολούθως τινὲς προσήκαντο καὶ μετά τὴν ἀνάστασιν ἐν ταῖς πρώταις ἐπαγγελίαις ἐσθίειν τμᾶς μέλλειν τὰ τοιάδε βρώματα καὶ πίνειν, τινὲς δὲ καὶ τεκνοποιεῖν. ταῦτα δὲ φθάσαντα καὶ εἰς τοὺς ἀπὸ τῶν ἐθυῶν μεγάλης εὐηθείας δόξαν ἀπενέγκασθαι ποιήσει τὸν χριστιανισμὸν, πολλῷ βελτίονα δόγματα ἐχόντων τινῶν ἀλλοτρίων τῆς πίσεως.