Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

3. Mr νομιζέτω δέ τις τμᾶς τὸ Κατά προθεσιν [*](1 om. τις Cat om. τυγχάνων cat 2 καὶ τούτου] τούτου δὲ cat 3 νομίζω cat 6 τοῦ υἱοῦ] delead. vid. 11, 12 om. καί ὡς αὐτῶν ABC 15 προεγίνωσκεν] +ἐσόμενα ΑBC 16 δυνατὸν] conieci; ἀδύνατον ΑBC cat 17 δυνατὸν] ἀδύνατον BC cat 18 δυνατόν ἐστι καὶ τὸ cat 19 om. τε cat 20 om. τῶν cat 22 om. καὶ A BC 27 om. τὸ cat)

229
[*](ABC cat) σεσιωπηκέναι ὡς θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα [*](Rο viii 28 f.) συνεργεῖ εἰς ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὗσιν. ἀλλὸ προσεχέτω ὅτι τοῦ κατὰ πρόθεσιν εἶναι κλητοὺς τὴν αἰτίαν καὶ ὁ ἀπόστολος ἀποδέδωκεν εὐθέως, εἰπών· Ὅτι οὗς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ θεοῦ ἢ τοὺς ἀγαπῶντας αὑτόν; πάνυ δὲ τὴν ἐκ τοῦ ἐφʼ ἤμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως τό· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸυ θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. σχεδόν γὰρ εἶπεν ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθόν διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοί εἰσι συνεργίας οἱ ἀγαπῶντες τὸν θεόν. ἄμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινάσθωσαν τμὶν πρός ταῦτα. ἔστω καθʼ ὑπόθεσιν εἶναί τινα ἐφʼ τμῖν· καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφʼ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιής ὡν. ὄντος δή τοῦ ἐφʼ ἡμῖν, ἂρα ὁ θεὸς ἐπιβαλών τῷ εἱρμῷ τῶν ἐσομένων προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφʼ ἡμῖν ἑκάστῳ τῶν ἐχντων τὸ ἐφʼ ἡμῖν, ἢ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν Οὐ προγνώσεται, ἀγνοοῦντός ἐστι τὸν ἐπὶ πᾶσι νοῦν καὶ τὴν μεγαλωσύνην τοῦ θεοῦ. εἰ δὲ δόσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτοὺς, ἄα τὸ ἐγνωκέναι αὐτόν σιτίον ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα, διδομένου τοῦ εἶναι τὸ ἐφʼ τμῖν; ἡ ἐπεὶ ἔσται προέγνω, καὶ οὐδαμῶς ἐστὶν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφʼ ἡμῖν ἑκάστῳ; δυνατὸν οὗν ἢν τῶνδέ τινων ἀπαντησάντων μὴ τόδε ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον.

4. Τούτων οὖν καὶ τοιούτων ἄν λεχθησομένων, σὠζεται [*](4 προσέχετε ΑBC 7 μᾶλλον] ἄλλον ABC 11, 12 εἰς] - τὸ (bis) C 12 πάντα] + τὰ Α 13 συνεργήσεως AB 15 ἀπο- κρινέσθωσαν cat 22 om. τὴν ABC 23, 24 ἐρωτὴσομεν BC 25 τοῦ εἷναι τὸ] cat; τι εἷναι τοῦ AC; εἷναί τι τοῦ B 29 αὐτεξού- σιον] + εἷναι BC; hactenus Catena)

230
[*](Mt xxv 21, 23) καὶ τό· Εὐγε, ἀγαθὲ δοῦλε καὶ πιστὲ· ἐπὶ ὀλίγα ἠς πιστὸς, [*](ABC) ἐπὶ πολλῶν σε καταστήσω· εἶσελθε εἰς τὴν χαράν τοῦ κυρίου σου· καὶ πᾶς ἔπαινος. σώζεται δὲ καὶ τό εὺλογον [*](Ibid 26 f.) τοῦ· Πονηρὲ δοῦλε καὶ ὀκνηρὲ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου εἰς τράπεζαν. οὐτω δὲ σωθήσεται μόνως τὰ δικαίως [*](Ιbid 34 f.) λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν· Δεῦτε πρός με οἱ εύλογημένοι τοῦ πατρός μου. κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖνβασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· καὶ τά ἔξῆς· πρὸς δὲ τούς ἐξ εὐωνύμων· [*](Ibid 41 f.) Πορεύεσθε ἀπʼ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· καὶ τά [*](Ro i 1)ἔξῆς. ἀλλά καὶ εἴπερ τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον [*](Ga i 17) θεοῦ· καὶ τό· Ὀ ἀφορίσας με ἐκ κοιλίας μητρός μου· [*](1 Co ix 27) ἀνάγκην τινὰ περιεῖχε, πῶς ἄν εὐλόγως ἔφασκε τό· 'Yποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἁλλοις κηρύξας [*](Ibid 16) αὐτὸς ἀδόκιμος γένωμαι· καὶ τό· Οὐαὶ γάρ μοί ἐστιν ἐάν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἢν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἢν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρὸς, καὶ ἀφώρισεν αὐτόν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τήν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἁλλοις κηρύξας αὐτός ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδώς οὐαὶ αὐτῷ ἔσεσθαι ἐάν μή εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τό μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὑς ἐσιώπα ἀλλʼ εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἐώρα ὁ ἀφορίζων αὐτόν ἐκ κοιίας μητρὸς αὐτοῦ [*](2 Co xi 23 ff.) καὶ ὀ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν κόποις ἔσται περισσοτέρως, ἐν φυλακαῖς περισσευόντως, [*](1 ει BC (sed cf. p. 232 l. 11) δοῦλε ἀγαθὲ C 6 om. πρός με B (sed cl. p. 156 l. 11) 11 αἰώνιον] ἐξότερον B 15 περιέχει B 15, 16 ὑπωπιάζω C 19 ἑαυτοῦ B 24 ὑπωπιάσει C 31 περισσο- τέροις A B περισσευόντως] περισσοτέρως C)
231
[*](ΑBC (cat2)) ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Tουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν λήφεται, τρὶς ῥαβδισθήσεται, ἅπαξ λιθασθήσεται· καὶ τάδε τινά πείσεται καυχώμενος ἐν ταῖς θλίφεσι καὶ εἰδώς ὅτι ἠ θλίφις ὑπομονὴν [*](cf. Rο v3 f.) κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἢν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτόν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον θεοῦ οὐ διὸ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὼ τὸς προεγνωσμνας μὲν πρότερον πράξεις ὑστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ φαλμοῦ ῥητόν οὐκ ἦν εὔκαιρον, παρεκβατικόν γὰρ ἢν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν φαλμόν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ Ἀφωρισμένος.