Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](Ro i 1)

1. Τρίτον ἔστιν ἵειν τό· Ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ καὶ ἐν τῇ πρὸς Παλάτας ὀ ἀπόστολος περὶ ἑαυτοῦ Ga i 15 f. τοιαῦτά φησιν· Ὀτε δὲ εὐδόκησεν ὁ θεὸς, ὀ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύφαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τόν ἐκ προγνώσεως θεοῦ προωρισμένον σἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἶουται διά τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφʼ τμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, [*](Ps lviii (lvii) 3) συγχρώμενοι καὶ τῷ Ἀπηλλοτριόθησαν οἱ ἁμαρτωλοὶ ἀπό μήτρας· ἐν φαλμοῖς εἰρημένῳ. πρός μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντήσαι, ἐρωτῶντας περὶ τῆς ἐξῆς λέξεως· [*](Ps lviii (Ivii) 3 f.) γέραπται γάρ· Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν φευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ώς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἄμα τῷ ἐξελθεῖν ἀπὸ γαστρὸς τῆς μητρός αὐτῶν ἐπλανήθησαν καὶ τῆς σωζούσης ὀδοῦ ἐσφάλησαν, αὐτοὶ εἰς τοῦτο ἐνεργήσαντες. πῶς δὲ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἀπό γαστρὸς ἐπλανήθησάν τε καὶ ἐλάλησαν φευδῆ; οὐ γὰρ δῆ δείξουσιν ὅτι ἄμα τῷ γεννηθῆναι ἔναρθρον φωνὴ προήκαντο, φευδῆ [*](2 om. δὲ B 7 Ru. IV. 462 23 ἀσαφεῖ C 24 τῶ] τὸ AB)

227
[*](ABC (cat)) τινὰ προφερόμενοι. ἀλλʼ εἰ προσέχομεν τοῖς προτεταγμένοις τοῦ προορισμοῦ ἐν τῇ ἐξεταζομένῃ ἐπιστολῇ λεγομένοις, δυνησόμεθα, τὰ περισπῶντα τοὺς ἁπλουστέρους πρὸς παραδοχὴν τοῦ ἀδικίαν κατηγοροῦντος κατὰ τοῦ θείου δόγματος καθελόντες, ἀπολογήσασθαι περὶ τοῦ ἐκ κοιλίας μητρὸς ἀφορίζοντος καὶ εἰς εὐαγγέλιον θεοῦ ἀφορίζοντος τὸν δοῦλον Ἰησοῦ Χριστοῦ κλητὸν ἀπόστολον Παῦλον. οὕτω δὲ ἔχει τὰ ῥητά· Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν [*](Ro viii 28 ff.) θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατά πρόθεσιν κλητοῖς οὐσιν· ὅτι οὕς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὕς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὕς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὗς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν.

2. Πρόσχωμεν ὄην τῇ τάξει τῶν λεγομένων. δικαιοῖ ὁ θεὸς καλέσας πρότερον, οὐκ ἄυ δικαιώσας οὗς μή ἐκάλεσεν· καλεῖ δὲ πρὸ τῆς κλήσεως προορίσας, οὐκ ἄν καλέσας οὗς μὴ προώρισεν· καὶ ἔστιν αὐτῷ ἀρχή τῆς κλήσεως καὶ τῆς δικαιώσεως οὐχ ὀ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, κἄν πιθανώτατα ἐκράτουν οἱ παρεισάγοντες τὸν περὶ φύσεως ἄτοπον λόγον· ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἠ πρόγνωσις· Οὕς γὰρ προέγνω, φησὶ, καὶ προώρισεν συμμόρφους [*](Ro viii 29) τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπήν τοῦ ἐφʼ ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετά τὴν ῥοπήν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατʼ ἀρετὴν ζῆν, προέγνω αὐτοὺς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα· καὶ οὕς οὐτω προέγνω, προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υοῦ [*](8 ῥήματα B om. δὲ (sec.) A 9 είς] + τὸ C οὗσι κλητοῖς C 13 οὑς ὅε] καὶ οὑς B 15 δικαιοῖ] +γὰρ AB; hic inc. catena post aliq. praefat. 16 μὴ] cat; οὐκ ABC 19 ἦν] + ἡ ΑBC 20 κάν πιθ. ἐκράτουν] πιθ. ἄν ἔλεγον cat 21 ἀτόπως ΑBC 26 ὄλους cat)

228
[*](cf. Col i 15) αὐτοῦ. ἔστιν οὖν τις ὁ υἱὸς τοῦ θεοῦ, εἰκὼν τυγχάνων τοῦ [*](ΑBC cat) θεοῦ τοῦ ἀοράτου, καὶ τούτου εἰκών ή λεγομένη εἰκών τοῦ [*](463) υἱοῦ τοῦ θεοῦ· ἥντινα νομίζομεν εἶναι ἥν ἀνέλαβεν φυχήν ὁ υἱός τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὸ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα. ταύτης δὲ, ἥν οἰμεθα εἰκόνος εἰκόνα εἶναι τοῦ υἱοῦ τοῦ θεοῦ, συμμόρφους προώρισεν γενέσθαι ὁ θεός, σὕς διὰ τήν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν τὴν πρόγνωσιν τοῦ θεοῦ· ἀλλʼ ἐπεὶ ἔμελλεν γίνεσθαι κατʼ ἰδίας [*](cf. Sus 42) ὁρμὰς τοῦ ποιοῦντος, διὰ τοῦτο προέγνω, εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν· καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνι καὶ προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλίοῦ δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρός ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἅ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· φήσομεν ὅτι δυνατόν μὲν μὴ γενέσθαι· οὐχὶ δὲ, εἰ δυνατὸν μὴ γενέσθαι, ἀνάγκη μὴ γενέσθαι ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν τόπος, ἴνα ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς φυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοήσαι, πῶς καὶ μέχρι τῶν τυχόντων οὐκ ἐμποδίζεται τὸ εἶναί τι εἰς πολλά δυνατόν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνωσμένου τε οὑτωσὶ, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης δὲ ἔσται, ἀλλʼ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι ἔσται τὸ οὐ στοχαστικῶς εἰρημένον ἀλλʼ ἀληθῶς προεγνωσμένον.