Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

7. Πῶς τοίνυν αὐτόν τάς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἦ τιὸ δύνασθαι μή ἔχοντα; εἰ μὲν γάρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτόν σιτίον τούτων εἰπεῖν ἀνάγκη. ὅτι δυνάμενος ποιήσαι μή εἶναι κακὰ συνεχώρησεν αὐτά μένειν ὡς ἥν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἠρξατο. εἰ γὰρ μηδʼ ὅλως ἔμελεν [*](1 βουλομένω ABC : δή] δὲ ABC : ὁμοίως εἰ ABC; ὁμοίως Da * x 1—3 om. τὰ- δοκεῖ ΑBC 2 ποιότητας Εu 6 συνεῖναι] εὖ εἷναι AB; εἷναι C 9 τοῦτο] + δὲ ABC 12 ποιότητες] + τῆς ABC Εu 16 om. αἱ ABC Εu x 20, 21 διάφοροι Εu'Mea) Ph * 23 ἔσχον Εu w 24 om. αὐτὸν ABC Ph *)

223
[*](ABC Eu Da Di Ph) αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι οὕτως ἐᾷ δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττου, αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπʼ ὄλέθρῳ οὖ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ· τοῦθʼ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπʼ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι, τό μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. καί μοι ἐπʼ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γάρ εἰκονισθῇ καὶ ζῶον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφʼ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴυ αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει· καὶ τοῦθʼ ὅπιρ ἐπʼ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ δʼ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακά τὸ μή πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν· τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. εἰ μὲν οὖν τὸυ θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα λέξεις τοῦ θεοῦ τὰ κακὰ νικῶντα τῆς προαιρέσεως αὐτοῦ τήν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτα ἔσονται θεοὶ, νικᾷν κατὰ τὸν [*](2 ἐδημιούργει Εu * εἴα Εu Di 3 κἀκεῖνα Εu 11 νυνὶ ABC Εu 13 λάβε τὸ παράδ. ABC Ph * 14 μηθενὸς (vel μεθʼ ἑνὸς] Εu * x 20, 21 om. τὸ μὴ πεπαῦσθαι λέγεις Me Di 22 τῶ] τῆ Da Di Ph; τὸ B 26 λέξεις) ἔσται ABC Εu x)
224
λόγον τὸν σὸν δυνάμενα τὸν θεόν, εἶπερ θεὸν ἐκεῖνό φαμεν [*](ABC Eu Da Di Ph) ὅ τὴν ἀπάντων ἐξουσίαν ἔχει;

8. Βραχέα δέ σου καὶ περὶ τῆς ὑλης αὐτῆς πυθέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ τις ἢν ἠ ὕλη ἢ σύνθετος; ἠ γὰρ διαφορά τῶν γεγονότων εἰς τοιαύτην με περιΐστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γάρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει, ἀδύνατον τοῦτον ἐξ ὑλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἶόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. εἰ δʼ αὗ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινῶν συυτεθεῖσθαι φήσεις· εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἢν ποτὲ καθʼ ἔαυτὰ τὰ ἀπλᾶ, ὥν συντεθέντων γέγονεν τ ὕλη· ἐξ οὗπερ καὶ γενηττ οὗσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τἠν σύστασιν ἔχει, ἦν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν· εἰ δὲ ἢν ποτὲ καιρός ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἧν, οὐκ ἔσται ἀγένητος ἠ ὕλη· τὸ δʼ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. εἰ γάρ ἧν ἀγένητος ὁ θεὸς, ἦν δὲ ἀγένητα καὶ τὰ ἀπλᾶ ἐξ ὥν ἠ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;

Δοκεὶ.

Ἀυτίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ;

Ἀντικεῖσθαί μοι φαίνεται.

Ὀμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος, καὶ τῷ ψυχρῷ τὸ θερμόν; πρὸς δὴ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν;

Οὕτως ἔχειν μοι δοκεῖ.

Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, [*](1 δυνἀμενοι Εu Da x 2 δ] ὅπερ ABC; (ἐκεῖνον) ὅς Di x 9, 10 om. ἀδύνατον- σύστασιν ἔχειν ABC Εu * 15 σύνθετον Εucodd aliqq Da * x 19 om. τιὸ (pr.) B Da Ph * 21 om. ἦν δὲ ἀγένητα ABC Εu * x)

225
[*](ABC Eu Da Di Ph) ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων;

Δοκεῖ.

Εἷναι δὲ τῆς ὑλης μέρη τό τε πῦρ καὶ τό ὕδωρ, ὀσαύτως δὲ καὶ τὰ λοιπά;

Οὕτως ἔχω.

Τί δέμ οὐ δοκεῖ σοι ἀναιρετικόν μὲν εἶναι τοῦ πυρός τό ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τούτοις παραπλήσια;

Δοκεῖ.

Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικὰ, ταῦτα δὲ ἀλλήλων ἀναιρετικά τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὑλης μιᾶς. ἀλλὰ μήν οὐδʼ αὐτά ἔσονται ὑλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν, κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐδὲ γάρ ἐστί τι ἑαυτῷ ἀντικείμενον· τά γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέφυκεν· οἶον τὸ λευκὸυ αὐτό ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται· καὶ τὸ φῶς ὁμοίως ἔαυτῷ μή ἀντικεῖσθαι δείκνυται, πρός δὲ τὸ σκότος οὐτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὥλη μία τις ἦν, οὐκ ἄν αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὐτω δὲ τῶν ἀντικειμένων ἐχόντων τό μή εἶναι τήν ὕλην δείκνυται.

[*](ABC)

Τλφτλ Δυὸ ττο Ζʼ ΛὀΓο τῆιι Εὐψ U+03F2εβιουεδίοτ το ΠαλαιU+03F2τιναίογ εὐαγγελικῆ U+03F2 προπαραψκευῆ U+03F2 ἠντληται, όντα ὥς φη U+03F2ι Μαξίμου oὐx ἀ U+03F2ηθο ἐκ τοῖc χρι U+03F2τιανοῖ U+03F2 cγrραφέω U+03F2 αὐτολεΞεὶ αἐ τετα ηὕπηται κείμενα ]ἐκ τῶ [*](1 om. ἀλλήλοις- ἀντίκ. ABC Εu 3 ποθέσθαι] + σου Εu * 13, 14 om. οὐκ ἔστιν- ταῦτα δὲ Da * 14 om. ταῦτα δὶ— τυγχάνει Εu * ταῦτα δέ] Me Ph ; τὰ δέ τῆς θVης ΑΒΧ * τυγχάνει] ἐστὶν ABC * 24 οὐτως οἰν Da Ph 28 om. τοῖς B )

226
Ὠριγένου U+03F9 πρὸ U+03F9 αἱρκιων ἀφορι U+03F9μὸ U+03F2 καὶ ἀλλου αἰρετικου U+03F9 [*](ΑBC) αιαλογῳ, Εὐτροπίου αικάζοντο U+03F9, Μεγεθίου Δ ἀντιέ γοντο U+03F9.