Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

5. Τὰν μὲν πρός τὸν ἔταῖρον, ὦ φίλε, λόγον ἴκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ν γὰρ προλαβών ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς· ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεὸς, ποιότητες δὲ τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητής ὁ θεός. οὕτος μὲν οὖν ὀ λόγος πρός ἐκεῖνον εἰρήσθω καλῶς· ἐμοὶ δὲ φεῦδος δοκεῖ τὴν ὕλην ἄποιον ἀἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας, ὥς ἐστιν ἄποιος· ἀλλὰ μήν καὶ ἐν ῷ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἠ ὕλη διαγραφόμενος· ὅπερ ἐστὶ ποιότητος εἶδος. ὅθεν εἰ σοὶ φίλον ἐστὶν ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου· ἐμοὶ γὸρ ἠ ὕλη ποιότητας ἀνάρχῳ ἔχειν δοκεῖ· οὗτως γὰρ καὶ τὰ κακά ἐκ τῆς ἀπορροίας αὑτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ἦ, τούτων δʼ ἀπάντων ή ὕλη αἰτία.

Γὴν μὲν προθυμίαν τὴν σήν ἀποδέχομαι, ὡ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδτν ἐπαινῶ· προσῆκε γὰρ ώς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ ἀπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλʼ ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γάρ εἰ ὀ προσζητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμήν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατήν πείσει· ἀλλʼ εἴ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο [*](2 ταῦτα εἷναι] ταυτὶ τὰ Εu; ταῦτα τὰ D Ph ; ταῦτα Di 3 ἔσται Εu 5 ἑταῖρον] C; ἕτερον AB Εu Me De Ph * 6 προ- λαβων ἔδωκε] προύλαβον B; προύλαβεν A; προύλαβες C Εu * 7 ὼς ἀληθῶς] ἀληθῶς (cum praec. conj. omissis ὠς et γὰρ) Me De 8 ἄποιος] +γὰρ Da * 12 om.εῖναι ABC Ph * 13 ἀλλὰ μή καὶ] καὶ γὰρ ΛBC Εu * 16 ποιότητας ἀνάρχους Di; ἀνάρχως ποιότ. AB Εu; ἀνάρχως post ἔχειν C 23 ποιήσασθαι ABC Εub * : 26 πείσει τὸ λοιπόν Meʼ?; πεισάτω λοιπόν De * 27 εἰ τι] fors. legendum εἰ ὅ τι ex coni. Vigerii)

221
[*](ABC Eu Da Di Ph) λέξει παρών· δυοῖν γὰρ θάτερον ἔσται· ἦ γὰρ καὶ πρὸς δ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὀφεληθήσεται, ἦ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι ἔμποιον εἶναι ἀνάρχως τὴν ὕλην· εἰ γὰρ τοῦθʼ οὕτως ἔχει, τίνος ἔσται ποιητής ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι φαμέν· οἵτ’ σὔ πάλιν ποιοτήτων, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίας τε οὗσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργόν λέγειν τὸν θεόν. ἴνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναί μοι νῦν ἐρωτώμενος· τίνι τρόπῳ δημιουργόν εἶναι φῇς τὸν θεόν; πότερον ὅτι τάς οὐσίας ἔτρεφεν εἰς τὸ μηκέθʼ ὑπάρχειν ἐκείνας, αἴπερ ἠσάν ποτε, ἀλλʼ ἑτέρας παρʼ αὐτὰς γενέσθαι; ἦ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας, αἵπερ τσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεφεν αὐτῶν;

6. Οὔτι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι· καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται· τροπὴυ δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθʼ ἄς δημιουργὸν εἶναι λέγω τὸν θεόν. καὶ ὡσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφʼ ὤν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἱ λίθοι· τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος· οὗτω μοι δοκεῖ καὶ τόν θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθʼ ἤν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω.

Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρός τοῦ θεοῦ γεγονέναι φὴς, ἀπόκριναί μοι βραχέα πυθέσθαι [*](1 om. γὰρ (pr.) Εu (del. Da) * 3 om. δέ M Da *x 4 ἔμποιον εἶναι ἀνάρχως τὴν ὕλην] sic restitui; ἐμποιον είναι Da; εἰ ἐμποιος ἢν ἀνάρχως ἡ ολη Ph; ‘dan die M. gceigenschaftet sci’ Me; ποιότητας τὴν ὕ. ἀνάρχους ἔχειν Di; τὴν ὔ. ἄνωθιν ποιότητας ἔχειν ΑBC Εu 6 om. ἐροῦμεν ABC * προεῖναι] +ταύτας Εu; ταύτην ABC ποιοτήτας Εuο Da Ph 7 om. λέγομεν Εu * 14 πρὸ τούτου] πρὸ τοῦ ABC; om. Di x 19 ἔνεστιν Da Ph 25 λέγω] φημί ΑBC Ph 26, 27 om. ἐπεὶ—φὴς ABC :x 26 om. τῶν De Di x)

222
προαιρουμένῳ. λέγε δή, εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακά [*](ABC Εu Da Di Ph) ποιότητες εἶναι τῶν οὐσιῶν;

Δοκεῖ.

Ἀυωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὑλῃ, ἢ ρχὴν ἔσχον τοῦ εἶναι;

Συνεῖναί φημι ἀγενήτως τῇ ὑλῃ ταυτασὶ τὰς ποιότητας.

Οὐχὶ δὲ τὸν θεὸν φὴς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι;

Τοῦτό φημι.

Πότερον οὖν εἰς τὸ κρεῖττον, ἢ εἰς τό χεῖρον ;

Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.

Οὐκοῦν εἰ ποιότητες ὑλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεφεν ὁ θεὸς, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτε ἤσαν τῇ φύσει· ἢ εἰ μὲν πρότερον οὐκ ἦσαν αἱ ποιότητες κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φης, αἶτιος ἔσται τῶν κακῶν ὁ θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς· ἢ τὰς μὲν κακάς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέφοι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον, τῆς διακοσμήσεως ἕνεκα πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις;

Οὕτως ἄνωθεν εἶχον ἐγώ.