Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](ABC Εu)

15. *Eστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τά ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν ὅτι οὐχ οὐτως ἔχει· πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπό τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμός ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. εἰ γάρ τοῦτο ἀμήχανον, καθʼ ὃ δή ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου ἀληθὲς, σαφὲς τό μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τά παρεληλυθότα καὶ γενόμενα πρό τοῦ οὗτως ἔχειν αὐτούς. εἰ δὲ τοῦτο, τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας ἀλλὰ τῷ σημαίνειν μόνον. ἐάν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μῆ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γενέσεως αἰτίους γεγονέναι, τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον, τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος [*](15)σχηματισμοῦ τῆς τοῦ δεῖνος γενέσεως· παραστησάτω τὴν διαφορὰν τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι ὅτι τάδε μὲν νενόηται ἀληθῆ ὡς ἀπό ποιούντων, τάδε δὲ ὡς ἀπό σημαινόντων μόνον. μή ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν εὐγνωμόνως συγκαταθήσονται τῷ μηδὲν τῶν κατά τοὺς ἀνθρώπους ἀπ τὢν ἀστέρων γίνεσθαι, ἀλλʼ ὡς προειρήκαμεν, εἰ ἄρα, σημαίνεσθαι· ὡς εἰ καὶ μή ἀπό τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τά μέλλοντα, ἀλλʼ ἀπὸ τοῦ νοῦ τοῦ θεοῦ διά τινος λόγου προφητικοῦ. ὥσπερ γὰρ προαπεδείξαμεν ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφʼ ἡμῖν λόγον τὸ τὸν θεόν εἰδέναι τά πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ζὃ ἔταξεν ὁ θεός εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφʼ ἡμῖν· ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανός δύναται, οἱονεὶ βίβλος ὢυ θεοῦ, περιέχειν τὰ μέλλοντα. διόπερ ἐν τῇ προσευχῇ [*](3 πευσόμεθα BC 7 γὰρ] δὲ ABC 22 om. τῶ Εu 24 μὴ καὶ Εu 29 τὸ (sec.)] τῶ ΑC)

204
τοῦ Ἰωσήφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπό τοῦ [*](ABC Εu) [*](cf. Test Aser 7) Ἰακώβ· Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν. τάχα δὲ καὶ τό· [*](Ιs xxxiv 4) Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον· τοὺς λόγους τοὺς περιςχομένους σημαντικοὺς τῶν ἐσομένων δηλοῖ ἀπαρτισθησομένους καὶ, ἳνʼ οὗτως εἶπω, πληρωθησομένους, ὣσπερ λέγονται καὶ αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν [*](Ge i 14) λέγουσαν φωνήν· Ἑστωσαν εἰς σημεῖα. ὁ δὲ Ἱερεμίας ἐπιστρέφων ἡμᾶς πρός ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις [*](Jer X 2) ἐκεῖθεν ἔρχεσθαι, φησίν· Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε.

16. Ἵδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοὶ ἀλλʼ, εἰ ἄρα, σημαντικοί. ἀπὸ πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τά περὶ ἑνός ἀνθρώπου· τοῦτο δὲ καθʼ ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπʼ ἀνθρώπων δύνασθαι. φέρε γὰρ εἰπεῖν, περὶ τοῦ τόνδε πείσεσθαι τόδε καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, καὶ ἀπὸ τῆς ἑκάστου αὐτῶν. περιέχειν γάρ οἶονται τὴν ἑκάστου γένεσιν ἀδελφόν ὑπὸ λῃστῶν τεθνηξόμενον, ὁμοίως καὶ τὴν τοῦ πατρός καὶ τὴν τῆς μητρός καὶ τὴν τῆς γαμετῆς καὶ τῶν υἱῶν αὐτοὺ καὶ τῶν οἰκετῶν καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν [*](16) ἀναιρούντων. πῶς οὗν δυνατόυ τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριςχόμενον γίνεσθαι ὑπό τοῦ σχηματισμοῦ τῶν ἀστέρων τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; ἀπίθανον γὰρ καὶ τὸ φάσκειν τὸν σχηματισμὸν τὸυ ἐν τῇ ἰδία τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι ἀλλὰ σεσημαγκέναι [*](4 ὡσεὶ B 7 om. καὶ Εu 22 om. καὶ Εu 26 οἰκετῶν] +αὐτοῦ ABC φιλτάτων] + αὐτοῦ ABC 30 om. καὶ ABC)

205
[*](ΑBC Εu) μόνον· ήλίθιον γὰρ τὸ εἰπεῖν ὅτι ἡ πάντων γένεσις περιςῖχε καθ᾿ ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέσεσιν, καθʼ ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. οὐκ οἶδʼ ὅπως δυνήσονται σῶσαι τὸ τῶν μὲν ἐν ουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμόν ἐπὶ τῆς γενέσεως, ώς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους τὰ μόρια καὶ ἑλκουμένους καὶ φλεγμονῇ περιπεσουμένους καὶ τραύμασι, καὶ ἄμα τῇ εἰς τόν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν σμαηλίταις τοῖς κατὰ τήν Ἀραβίαν τοιόνδε, ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς· τοῦτο γάρ ἱστόρηται περὶ αὐτῶν· καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοφι τοῖσδε τάς κόγχας τῶν γονάτων περιαιρεῖσθαι, καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. πῶς γάρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθυεσιν; οἶμαι ὅτι εἰ ἐπιστήσαιμεν οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. τοσούτων δὲ φερομένων ὀδών προγνωστικῶν, οὐκ οἵδ᾿ ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τό τήν μὲν οἰωνιστικήν καὶ τήν θυτικήν μή λέγειν περιέχειν τό ποιοῦν σιτίον, ἀλλὰ σημαίνειν μόνον, καὶ τήν ἀστεροσκοπικήν, οὐκ ἔτι δὲ τήν [*](17) γενεθλιαλογικήν. εἰ γὰρ ἐπεὶ γινώσκεται, ἴνα καὶ χαρισώμεθα τό γινώσκεσθαι, γίνεται ἐκεῖθεν ὅθεν τ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τά γινόμενα, καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων ἢ ἀπό τῶν διαταττόντων ἀστέρων; ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.