Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

13. Ἀλλὰ καὶ ὁ ἀργὸς καλούμενος λόγος, σόφισμα ὢν, τοιοῦτός ἐστι λεγόμενος ἐπὶ ὑποθέσεως πρὸς τὸν νοσοῦντα καὶ ὡς σόφισμα ἀποτρέπων αὐτὸν χρῆσθαι τῷ ἰατρῷ πρὸς ὑγίειαν, καὶ ἔχει γε οὕτως ὁ λόγος· Εἰ εἵμαρταί [*](407) σοι ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, ἀναστήσῃ· ἀλλὰ καὶ εἰ εἴμαρταί σοι μὴ ἀναστῆναι ἐκ τῆς νόσου, ἐάν τε εἰσαγάγῃς τὸν ἰατρὸν ἐάν τε μὴ εἰσαγάγῃς, οὐκ ἀναστήσῃ· ἤτοι δὲ εἴμαρταί σοι [*](7 προδέδωκεν AB; παρέδωκεν C 9 τούτω τῶ τρόπω ABC 13 παίδων] τέκνων Εur (codd.) αὔλακα ABC 14 σʼ ὁ φὺς] σε ὄφις A 15 αἱμάτων U+05D0 16 om. σαφῶς U+05D0 17 αυλακα ABC 20 παίδων] τέκνων ABC)

201
[*](U+05D0ΑBC) ἀναστῆναι ἐκ τῆς νόσου, ἢ εἶμαρταί σοι μή ἀναστῆναι· μάτην ἄρα εἰσάγεις τόν ἰατρόν. ἀλλὰ χαριέντως τούτῳ τῷ λόγῳ τοιοῦτόν τι ἀντιπαραβάλλεται· Εἰ εἶμαρταί σοι τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ ἐάν τε μὴ συνέλθῃς, τεκνοποιήσεις· ἀλλά καὶ εἰ εἶμαρταί σοι μὴ τεκνοποιῆσαι, ἐάν τε συνέλθῃς γυναικὶ ἢ μὴ συνέλθῃς, οὐ τεκνοποιήσεις· ἤτοι δὲ εἶμαρταί \σοι τεκνοποιῆσαι ἢ μὴ τεκνοποιῆσαι· μάτην ἄρα συνέρχῃ γυναικί. ὡς γάρ ἐπὶ τούτου, ἐπεὶ ἀμήχανον καὶ ἀδύνατον τεκνοποιῆσαι τόν μή συνελθόντα γυναικὶ, οὐ μάτην παραλαμβάνεται τό συνελθεῖν γυναικί· οὕτως, εἰ τὸ ἀναστῆναι ἐκ τῆς νόσου ὀδῷ τῇ ἀπὸ ἰατρικῆς γίνεται, ἀναγκαίως παραλαμβάνεται ὁ ἰατρός· καὶ φεῦδος τό· Μάτην εἰσάγεις τόν ἰατρόν. ὅλα δὲ ταῦτα παρειλήφαμεν, δἰ ἄ παρέθετο ὀ σοφώτατος Κέλσος εἰπών· ‘Θεὸς ὦν προεῖπε, καὶ πάντως ἐχρῆν γενέσθαι τό προειρημένον.’ εἰ γὰρ τοῦ πάντως ἀκούει ἀντὶ τοῦ κατηναγκασμένως, οὐ δόσομεν αὐτῷ· δυνατὸν γὰρ ἦν καὶ μή γενέσθαι. εἰ δὲ τὸ πάντως λέγει ἀντὶ τοῦ ἔσται, ὅπερ οὐ κωλύεται εἶναι ἀληθὲς, κἂν δυνατόν ἦ τὸ μή γενέσθαι, οὐδὲν λυπεῖ τόν λόγον· οὐδὲ γὰρ τκολούθει τῷ προειρηκέναι τὸν τησοῦν ἀληθῶς τὰ περὶ τοῦ προδότου, ἦ τά περὶ τοῦ ἀρνησαμένου Πέτρου, τὸ αὑτὸν αὐτοῖς σἴτιον γενέσθαι ἀσεβείας καὶ ἀνοσίου πράξεως. ὁρῶν γὰρ αὐτοῦ τό μοχθηρόν θος ὁ καθʼ ἡμᾶς γιγνώσκων [*](cf. Jn iii 25) τί ἦν ἐν τῷ ἀνθρώπῳ, καὶ ὀρῶν ἄ τολμήσει ἔκ τε τοῦ φιλάργυρος εἶναι καὶ ἐκ τοῦ μὴ βεβαίως περὶ τοῦ διδασκάλου φρονεῖν ὅ ἐχρῆν, εἶπε μετά πολλῶν καὶ τό· Ὀ ἐμβάφας [*](Mt xxvi 23) μετʼ ἐμοῦ τὴν χεῖρα εἰς τὸ τρυβλίον, ἐκεῖνός με παραδώσει.

[*](3 παραβάλλεται U+05D0C 6 ἢ] |ἐάν τε BC 8 ἐπει] εἴπερ ABC 9 om. καὶ ἀδύνατον ABC om. τὸν Α BC 20 om. γὰρ U+05D0 om. ἀληθῶς U+05D0 21 om. πέτρου 23 ὁρῶν] ἰδὸν U+05D0 27 ἐν τῶ τρυβλίω C)
202
[*]((β))

14. Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας [*](ΑBC Εu) μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. σαφὲς δή ὅτι εἰ ὅδε τις ὁ σχηματισμός τῶν ἀστέρων ποιητικός νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον· ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον· οὐκ ἄν ὀ σήμερον φέρε εἰπεῖν γενόμενος σχη ματισμὸς περὶ τόνδε δύναιτο νοεῖσθαι πεποιηκέναι τα παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους· πᾶν γάρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. ὅσον δὲ ἐπὶ τοῖς [*](14) μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων, πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται περὶ τοὺς ἀνθρώπους. ἐπαγγέλλονται γὰρ τόνδε τινά τόπον τήν ὣραν λαβόυτες τοῦδε τοῦ ἀνθρώπου καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ καθέτου, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου ἢ τῶν ἐν αὐτῷ λεπτῶν, καὶ ποῖος ἀστήρ τοῦ ζωδιακοῦ κατά τοὔ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατά τοῦ μεσουρανήματος, καὶ τίς κατά τοῦ ἀντιμεσουρανήματος. καὶ ἐπάυ θῶσι τοὺς ἀστέρας, οὗς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατά τόν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρΟνῳ τῆς ἀποτέξεως τοῦ περὶ σἦ σκοποῦσιν, οὐ μόνον τά μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένα· περὶ πατρός, ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τό σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἦ πολυκτήμων, τήνδε τήν πρᾶξιν ἢ τήνδε ἔχων· τά δʼ αὐτὰ καὶ περὶ τῆς μητρός, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐάν τύχωσιν ὄντες.

[*](2 Ru. 11. 13. Εus. Praep. Εv. vi. 11 8 δύναται AC Εu δυνασθαι B* 13 τόπον] ABC Εug1; τρόπον Εucodd aliqq 16 ποῖος] +ὁ AB 25 γεγενημένου AC Εunon)