Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

17. Ὀπερ δὲ συγκεχωηήκαμεν, οὐ γάρ ἐλύπει τόν λόγον, [*]((γ΄)) ώς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα καὶ ὦν ἐστὶ σημεῖα, [*](7 om. τὰ μόρια Εu 14 om. τοῖσδε ABC 16 στῆναι ABC; for-itan legendum σημανθῆναι 21 ἐπεὶ γιν.] ἐπιγιν.A Εu 22 γίνεται] + δὲ Εu 25 διαττόντων Εu 29 συνεχωρήσαμεν BC)

206
τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. φασὶ τοίνυν οἱ [*](ABC Eu) περὶ ταῦτα δεινοὶ τὸν μέλλοντα τὰ κατά τὴν γενεθλιαλογίαν ἀκριβῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὸ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστήρ, ἀλλά καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου καὶ κατά ποίου ἑξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατά ποίου ἑξηκοστοὺ τοῦ ἑξηκοστοῦ. καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφʼ ἑκάστου τῶν πλανωμένων, ἐξετάζοντα τὴν σχέσιν τήν πρός τοὺς ἀπλανεῖς. πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασὶν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπʼ αὐτοῦ, ἀλλὰ καὶ τήν μοῖραν καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τό πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. πῶς τοίνυν τῆς ὤρας πλατεῖ λόγῳ ἤμισυ δωδεκατημορίου περιςχούσης δύναταί τις λαβεῖν τὸ ἔξηκοστόν, μή ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε φέρε εἰπεῖν εἰδέναι ὅτι γεγέννηται ὁ δεῖνα ὥρα τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ; παραπολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τήν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλά καὶ ποστημορίου αὐτῆς. ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τό μεταξὺ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπʼ αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τήν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων, καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον [*](18) ὑπό τῶν νομιζομένων τὴν ὡραν τετηρηκέναι. οὐδεὶς γὰρ δύναται λέγειν ὅτι μεταξὺ τῆς τοῦδε γενέσεως πρὸς τὴν τοῦδε ἐστὶν ὤρας τριακοστόν. ἀλλʼ ἔστω συγχωρημένα αὐτοῖς τὰ κατά τὸ ἐκλαμβάνειν τὴν ὥραν.

18. Φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν [*](3 ἀκριβῶς] ἀληθῶς Εu om. τὸ BC 7 ἐκαστῶ AΒC 9 αὖ] οὔν C Εu 12 om. τὸ πρῶτον Α BC 18 φησι BΕu 19 om. και B Εu- 26 δτι] + τὸ Εunon i τοῦδε τῆς Εu 27, 28 συγκεχωρημένον αὐτοῖς τὸ Εu)

207
[*](ABC Εu) ἐπὶ ἀνατολάς δἰ ἑκατόν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου, ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος· τὰ δὲ ἀποτελέσματά φασιν εὑρίσκεσθαι οὐκ ἐκ τοῦ μορφώματος, ἀλλʼ ἐκ τοῦ νοητοῦ ζωδίου· ὅπερ οὐ πάνυ τι δυνατόν καταλαμβάνεσθαι. ἔστω δῆ καὶ τοῦτο συγκςχωρημένον, τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθὲς, ἀλλά τήν γε σύγκρασιν παρʼ αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων καὶ αὐτοὶ ὁμολογήσουσιν οὐχ οἶοί τε σῶσαι κατʼ ἀξίαν, ἀμαυρουμένου τοῦ δηλουμένου φέρε εἰπεῖν χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτόυ ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε ἢ τοσόνδε ἀμαυρουμένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέφεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι, χειρόνων ὄντα σημαντικόν. καὶ οἶμαι ἐπιστήσαντά τινα τοῖς τόποις ἀπογνῶναι τὴν περὶ τούτων κατάληφιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλʼ, εἰ ἄρα, μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικόν τῶν λεγόντων καὶ αὐτῶν τῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. καὶ Ἠσαίας γοῦν, ώς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρός τήν θυγατέρα τῶν Χαλδαίων τῶν ταῦτα μάλιστα παρά πάντας ἐπαγγελλομένων· Στήτωσαν [*](Ιs xlvii 13) καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοὺ οὐρανοῦ, ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι. διὰ γὰρ τούτων διδασκόμεθα μἠ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν, ἅ βεβούληται κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.

[*](12 κατὰ πᾶν Εu 19 ἐγκειμένην ABC 20 σανθῆναι B; σωθῆναι Εu; om. C 21 γένηται A B; γένοιτο C 29 om. πάνυ ΑBC 31 ἐπαγαγεῖν] hactenus Eusebius)