Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

11. Ἐπεὶ δὲ εἰρήκαμεν ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ θεὸς, ζητούμενόν τι ῥητὸν ἀπό τῆς Ἐξόδοῦ [*](Ex iv 11) ὅρα εἰ δυνάμεθα οὔτω σαφηνίσαι· Τίς ἐποίησεν δύσκωφον καὶ κωφὸν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ κύριος ὁ θεός; ἵνα τὸν αὐτὸν τυφλόν καὶ βλέποντα πεποιηκὼς ἦ, βλέποντα μὲν τὰ ἐνεστηκότα τυφλὸν δὲ πρός τὰ μέλλοντα· τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. ὅτι μέντοι γε πολλῶν τῶν ἐφʼ μῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφʼ ἡμῖν ἐστὶ, καὶ ἡμεῖς ὁμολογήσομεν· ὦν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφʼ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφʼ ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφʼ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφʼ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρʼ ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφʼ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ θεοῦ μὴ εἶναι καταναγκαστικὴυ τῶν προεγνασμένων πάντας.

[*](1 om. ἡμᾶς ΑBC 3 ἐγένετο Εug; om. ABC 5 ἔχομεν γὰρ καὶ] Εug: ἔχομεν καὶ γὰρ ABC; γὰρ καὶ ἔχομεν Εu codd aliqq 13 κωφὸν] + καὶ Εug 20 τῶν]] τὰ ABC: om. Εugi 21, 22 προ- γενομένοις] τρογεγραμμένοις (bis) B 25 om. τινὰ BC 29 πάντως] φέρε δὴ κ.τ.λ. Εu (v. infra p. 10 l. 2))
199
[*](U+05D0ABC)

12. Ὁ μὲν Κέλσος οἴεται διὰ τοῦτο γίνεσθαι τὸ ὑπό τινος προγνώσεως θεσπισθὲν, ἐπεὶ ἐθεσπίσθη· ἡμεῖς δὲ τοῦτο οὐ διδόντες φαμὲν οὐχὶ τόν θεσπίσαντα αἴτιον εἶναι τοῦ ἐσομένου, ἐπεὶ προεῖπεν αὐτὸ γενησόμενον, ἀλλὰ τὸ ἐσόμενον, ἐσόμενον ἂν καὶ μή θεσπισθὲν, τὴν αἰτίαν τῷ προγινώσκοντι παρεσχηκέναι τοῦ αὐτὰ προειπεῖν. καὶ ὅλον γε τοῦτο ἐν τῇ προγνώσει τοῦ θεσπίζοντος αὐτό τυγχάνει· δυνατοῦ δὲ ὄντος τοῦδέ τινος γενέσθαι, δυνατοῦ δὲ καὶ μὴ γενέσθαι, ἔσται τὸ ἕτερον αὐτῶν τόδε τι. καὶ οὔ φαμεν ὅτι ὁ προγινώσκων, ὑφελὼν τὸ δυνατὸν εἶναι γενέσθαι καὶ μὴ γενέσθαι, οἱονεὶ τοιοῦτόν τι λέγει· τόδε πάντως ἔσται, [*](406) καὶ ἀδύνατον ἑτέρως γενέσθαι. καὶ τό τοιοῦτο φθάνει ἐπὶ πᾶσαν τὴν περὶ τοῦ ἐφʼ τμῖν τινὸς πρόγνωσιν, εἴτε κατὰ τὰς θείας γραφὰς εἴτε κατὰ τὰς Ἑλλήνων ἱστορίας. καὶ ὁ καλούμενός γε παρὰ τοῖς διαλεκτικοῖς ἀργὰς λόγος, σόφισμα τυγχάνων, οὐκ ἔσται μὲν σόφισμα, ὅσον ἐπὶ τῷ Κέλσῳ, κατὰ δὲ τὸν ὑγιῆ λόγον σόφισμά ἐστιν. ἵνα δὲ τὸ τοιοῦτο νοηθῇ, ἀπὸ μὲν τῆς γραφῆς χρήσομαι ταῖς περὶ τοῦ Ἰούδα προφητείαις, ἢ τῇ τοῦ σωτῆρος τμῶν περὶ αὐτοῦ ὡς προδώσοντος προγνώσει· ἀπὸ δὲ τῶν Ἑλληνικῶν ἱστοριῶν τῷ πρὸς τὸν Λάῖον χρησμῷ, συγχωρῶν ἐπὶ τοῦ παρόντος εἶναι αὐτὸν ἀληθῆ, ἐπεὶ μὴ λυπεῖ τὸν λόγον. περὶ τοῦ Ἰούδα τοίνυν ἐν ἑκατοστῷ καὶ ὀγδόῳ λέγεται ἐκ προσώπου τοῦ σωτῆρος φαλμῷ, σὖ ἡ ἀρχή· Ὁ θεὸς, τὴν [*]( Ps cix (cviii)​ 1 f.) αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ if. στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη. καὶ τηρήσας γε τὰ ἐν τῷ φαλμῷ εἰρημένα εὑρήσεις ὅτι, ὡς προέγνωσται προδώσων [*](3 C. Cels ii. 20 (Ru. 1. 405) 10 om. δὲ (pr.) U+05D0 10, 11 om. δυνατοῦ δὲ καὶ μὴ γεν. U+05D0 14 φθάνειν U+05D0B 16 τὰς (sec.)] + τῶν ABC 18 τυγχάνον U+05D0 21 om. τοῦ (pr.) U+05D0 25 περὶ τοῦ Ἰούδα τοίνυν] τὸν περὶ τοῦ Ἰουδαίου νῦν 29 U+05D0 γεγραμμένα U+05D0)

200
τὸν σωτῆρα, οὕτω καὶ αἴτιος ὢν τῆς προδοσίας καὶ ἄξιος [*](U+05D0ABC) τῶν ἐν τῇ προφητείᾳ λεγομένων διὰ τὴν κακίαν αὐτοῦ [*](Ps cix (cviii) 16) ἀρῶν. τάδε γὰρ παθέτω, Ἀυθʼ ὧν, φησὶν, οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχόν. οὐκοῦν ἐδύνατο μνησθῆναι τοῦ ποιῆσαι ἔλεος καὶ μὴ καταδιῶξαι ὃν κατεδίωξε· δυνάμενος δὲ οὐ πεποίηκεν, ἀλλὰ προέδωκεν· ὥστε ἄξιος εἶναι τῶν ἐν τῇ προφητείᾳ κατʼ αὐτοῦ ἀρῶν. καὶ πρὸς Ἕλληνας δὲ χρησόμεθα τῷ εἰρημένῳ τοῦτον τὸν τρόπον πρὸς τὸν Λάϊον, εἴτε αὐταῖς λέξεσιν εἴτε τὸ ἰσοδυναμοῦν αὐταῖς ἀναγράψαντος τοῦ τραγικοῦ. λέγεται τοίνυν πρὸς αὐτὸν ἀπὸ τοῦ προεγνωκότος [*](Ex) δὴ τὰ ἐσόμενα· [*](Phoen)
  • Μὴ σπεῖρε παίδων ἄλοκα δαιμόνων βίᾳ·
  • Εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φὺς,
  • Καὶ πᾶς σὸς οἶκος βήσεται δι᾿ αἵματος.
  • καὶ ἐν τούτῳ τοίνυν σαφῶς δηλοῦται ὅτι δυνατὸν μὲν ἧν τῷ Λαΐῳ μή σπείρειν παίδων ἄλοκα· οὐκ ἂν γὰρ τὸ μὴ δυνατόν προσέταξεν αὐτῷ ὁ χρησμός· δυνατὸν δὲ ἦν καὶ τὸ σπείρειν, καὶ οὐδέτερον αὐτῶν κατηνάγκαστο. τκολούθησε δὲ τῷ μὴ φυλαξαμένῳ σπεῖραι παίδων ἄλοκα παθεῖν ἐκ τοῦ ἐσπαρκέναι τὰ τῆς κατὰ Οἰδίποδα καὶ Ἰοκάστην καὶ τοὺς υἱοὺς τραγῳδίας.