Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

6. Ἀποδεικνύντες δὲ ὡς ἐν ἐπιτομῇ περὶ τῆς θεότητος Ἰησοῦ, καὶ χρώμενοι τοῖς περὶ αὐτοῦ λόγοις προφητικοῖς, συναποδείκνυμεν θεοπνεύστους εἶναι τὰς προφητευούσας περὶ αὐτοῦ γραφάς· καὶ τὰ καταγγέλλοντα τὴν ἐπιδημίαν αὐτοῦ γράμματα καὶ διδασκαλίαν μετὰ πάσης δυνάμεως καὶ ἐξουσίας εἰρημένα, καὶ διὰ τοῦτο τῆς ἀπὸ τῶν ἐθνῶν ἐκλογῆς κεκρατηκότα. λεκτέον δὲ ὅτι τὸ τῶν προφητικῶν λόγων ἔνθεον, καὶ τὸ πνευματικόν τοῦ Μωσέως νόμου, ἔλαμψεν ἐπιδημήσαντος Ἰησοῦ. ἐναργῆ γὰρ παραδείγματα περὶ τοῦ θεοπνεύστους εἶναι τὰς παλαιὰς γραφὰς πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ παραστῆσαι οὐ πάνυ δυνατὸι ἦν· ἀλλʼ ἡ Ἰησοῦ ἐπιδημία δυναμένους ὑποπτεύεσθαι τὸν νόμον καὶ τοὺς προφήτας ὡς οὐ θεῖα εἰς τοὐμφανὲς [*](162) ἤγαγεν ὡς οὐρανίῳ χάριτι ἀναγεγραμμένα. δὲ μετʼ ἐπιμελείας καὶ προσοχῆς ἐντυγχάνων τοῖς προφητικοῖς λόγοις, παθὼν ἐξ αὐτοῦ τοῦ ἀναγινώσκειν ἴχνος ἐνθουσιασμοῦ, διʼ ὦν πάσχει πεισθήσεται οὐκ ἀνθρώπων εἶναι συγγράμματα τοὺς πεπιστευμένους ἡμῖν εἶναι θεοῦ λόγους. καὶ τὸ ἐνυπάρχον δὲ φῶς τῷ Μωσέως νόμῳ, καλύμματι ἐναποκεκρυμμένον, συνέλαμψε τῇ Ἰησοῦ ἐπιδημίᾳ, περιαιρεθέντος [*](cf. 2 Cο iii 16; He x 1) τοῦ καλύμματος, καὶ τῶν ἀγαθῶν κατὰ βραχυ εἰς γνῶσιν ἐρχομένων, ὦν σκιὰν εἶχε τὸ γράμμα.

7. Πολὺ δʼ ἂν εἴη νῦν ἀναλέγεσθαι τὰς περὶ ἑκάστου τῶν μελλόντων ἀρχαιοτάτας προφητείας, ἴνα δι᾿ αὐτῶν ὁ

13
[*](ABD) ἀμφιβάλλων πληχθεὶς ὡς ἐνθέων, διψυχίαν πᾶσαν καὶ περισπασμὸν ἀποθέμενος, ὅλῃ ἕαυτὸν ἐπιδῷ τῇ ψυχῇ τοῖς λόγοις τοῦ θεοῦ. εἰ δὲ μὴ καθʼ ἕκαστον τῶν γραμμάτων τοῖς ἀνεπιστήμοσι προσπίπτειν δοκεῖ τὸ ὑπὲρ ἄνθρωπον τῶν νοημάτων, θαυμαστὸν οὐδέν· καὶ γὰρ ἐπὶ τῶν τῆς ἁπτομένης τοῦ παντὸς κόσμου προνοίας ἔργων, τινὰ μὲν ἐναργέστατα φαίνεται, ᾖ προνοίας ἐστὶν ἔργα, ἕτερα δὲ οὕτως ἀποκέκρυπται, ὡς ἀπιστίας χώραν παρέχειν δοκεῖν τῆς περὶ τοῦ τέχνῃ ἀφάτῳ καὶ δυνάμει διοικοῦντος τὰ ὅλα θεοῦ. οὐχ οὕτω γὰρ σαφὴς ὁ περὶ τοῦ προνοοῦντος τεχνικὸς λόγος ἐν τοῖς ἐπὶ γῆς, ὡς ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις· καὶ οὐχ οὕτῳ δῆλος ἐν τοῖς κατὰ τὰ ἀνθρώπινα συμπτώματα, ὡς ἐν ταῖς ψυχαῖς καὶ τοῖς σώμασι τῶν ζώων, σφόδρα τοῦ πρὸς τί καὶ ἕνεκα τίνος εὑρισκομένου τοῖς τούτων ἐπιμελομένοις, περὶ τὰς ὁρμὰς καὶ τὰς φαντασίας καὶ φύσεις τῶν ζώων, καὶ τὰς κατασκευὰς τῶν σωμάτων. [*](163) ἀλλʼ ὥσπερ οὐ χρεοκοπεῖται ἡ πρόνοια διὰ τὰ μή γινωσκόμενα παρὰ τοῖς γε ἅπαξ παραδεξαμένοις αὐτὴν καλῶς· οὕτως οὐδὲ ἡ τῆς γραφῆς θειότης διατείνουσα εἰς πᾶσαν αὐτὴν, διὰ τὸ μὴ καθʼ ἑκάστην λέξιν δύνασθαι τὴν ἀσθἐνειαν ἡμῶν παρίστασθαι τῇ κεκρυμμένῃ λαμπρότητι τῶν δογμάτων ἐν εὐτελεῖ καὶ εὐκαταφρονήτῳ λέξει ἀποκειμένῃ. ἔχομεν γὰρ θησαυρὸν ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα λάμφῃ [*](2 Co iv 7) ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ θεοῦ, καὶ μὴ νομισθῇ εἶναι ἐξ ἡμῶν τῶν ἀνθρώπων. εἰ γὰρ αἱ κατημαξευμέναι τῶν ἀποδείξεων ὀδοὶ παρὰ τοῖς ἀνθρώποις ἐναποκείμεναι τοῖς βιβλίοις κατίσχυσαν τῶν ἀνθρώπων, ἡ πίστις ἡμῶν ἄν [*](1 Co ii 4 f.) εὐλόγως ὑπελαμβάνετο ἐν σοφίᾳ ἀνθρώπων, καὶ οὐκ ἐν δυνάμει θεοῦ· νῦν δὲ τῷ ἐπάραντι τοὺς ὀφθαλμοὺς σαφὲς, ὅτι ὁ λόγος καὶ τὸ κήρυγμα παρὰ τοῖς πολλοῖς δεδύνηται οὐκ ἐν πειθοῖς σοφίας λόγοις, ἀλλʼ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. διόπερ δυνάμεως ἡμᾶς οὐρανίου, ἢ [*](15 ἐπιμελωμένοις B; ἐπιμελουμένοις A)
14
καὶ ὑπερουρανίου, πληττούσης ἐπὶ τὸ σέβειν τὸν κτίσαντα [*](AB(C)(D)) [*](He vi I) ἡμᾶς μόνον, πειραθῶμεν ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ χριστοῦ λόγον, τουτέστι τῆς στοιχειώσεως, ἐπὶ τὴν τελειότητα [*](Ι Co ii 6 f.) φέρεσθαι, ἵνα ἡ τοῖς τελείοις λαλουμένη σοφία καὶ ἡμῖν λαληθῇ. σοφίαν γὰρ ἐπαγγέλλεται ὁ ταύτην κεκτημένος λαλεῖν ἐν τοῖς τελείοις, ἑτέραν τυγχάνουσαν παρὰ τὴν σοφίαν τοῦ αἰῶνος τούτου καὶ τὴν σοφίαν τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τὴν καταργουμένην· αὕτη δὲ ἡ [*](164) [*](Rο xvi 25 ff.) σοφία ἡμῖν ἐντυπωθήσεται τρανῶς, κατὰ ἀποκάλυφιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ [*](2 Τi i 10) νῦν διά τε γραφῶν προφητικῶν καὶ τῆς ἐπιφανείας τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾦ ἡ δόξα εἰς τοὺς σύμπαντας αἰῶνας. ἀμήν.

8. Μετὰ τὸ ὡς ἐν ἐπιδρομῇ εἰρηκέναι περὶ τοῦ θεοπνεύστους εἶναι τὰς θείας γραφὰς, ἀναγκαῖον ἐπεξελθεῖν τῷ τρόπῳ τῆς ἀναγνώσεως καὶ νοήσεως αὐτῶν, πλείστων ἁμαρτημάτων γεγενημένων παρά τὸ τὴν ὀδὸν τοῦ πῶς δεῖ ἐφοδεύειν τὰ ἅγια ἀναγνώσματα τοῖς πολλοῖς μὴ εὐρῆσθαι. οἵ τε γἀρ σκληροκάρδιοι καὶ ἰδιῶται τῶν ἐκ περιτομῆς εἰς τὸν σωτῆρα ἡμῶν οὐ πεπιστεύκασι, τῇ λέξει τῶν περὶ αὐτοῦ προφητειῶν κατακολουθεῖν νομίζοντες, καὶ αἰσθητῶς [*](Is lxi 1) μὴ ὁρῶντες αὐτὸν κηρύξαντα αἰχμαλώτοις ἄφεσιν, μηδὲ [*](Is xiv 13) οἰκοδομήσαντα ἥν νομίζουσιν ἀληθῶς πόλιν εἶναι τοῦ θεοῦ, [*](Zech ix 10) μηδὲ ἐξολοθρεύσαντα ἄρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ [*](Ιs vii 15) Ἱερουσαλὴμ, μηδὲ βούτυρον καὶ μέλι φαγόντα, καὶ πρὶν γνῶναι αὐτὸν ἤ προελέσθαι πονηρὰ ἐκλέξασθαι τὸ ἀγαθόν. [*](Is xi 6 f.) ἔτι δὲ λύκον τὸ ζῶον τό τετράποδον οἰόμενοι προφητεύεσθαι μέλλειν βόσκεσθαι μετὰ ἀρνὸς, καὶ πάρδαλιν ἐρίφῳ συναναπαύεσθαι, μοσχάριόν τε καὶ ταῦρον καὶ λέοντα ἅμα βοσκηθήσεσθαι ὑπὰ μικροῦ παιδίου ἀγόμενα, καὶ βοῦν καὶ ἄρκον ἅμα νεμηθήσεσθαι, συνεκτρεφομένων αὐτῶν ἀλλήλοις τῶν παιδίων, καὶ λέοντα ὡς βοῦν φάγεσθαι [*](18 τοῖς πολλοῖς] incipit C 31 νεμηθήσεσθαι] + καὶ Β)

15
[*](ABC) ἄχυρα· μηδὲν τούτων αἰσθητῶς ἑωρακότες γεγενημένον ἐν [*](165) τῇ τοῦ πεπιστευμένου ἡμῖν χριστοῦ ἐπιδημίᾳ, οὐ προσήκαντο τόν κύριον ἡμῶν Ἰησοῦν, ἀλλʼ ὡς παρὰ τὸ δέον χριστὸν ἑαυτὸν ἀναγορεύσαντα ἐσταύρωσαν. οἵ τε ἀπὸ τῶν αἱρέσεων ἀναγινώσκοντες τό· Πῦρ ἐκκέκαυται ἐκ τοῦ [*](Jer xv 14) θυμοῦ μου· καί· Ἐγὼ θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας [*](Εx xx 5) πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν· καί· Μεταμεμέλημαι χρίσας τόν Σαοὺλ εἰς βασιλέα· καί· Ἐγὼ [*](cf. I Sam xv 11, 17, 35) θεὸς ποιῶν εἰρήνην καὶ κτίζων κακά· καὶ ἐν ἅλλοις τό· [*](Is xlv 7) Οὐκ ἔστι κακία ἐν πόλει, ἥν κύριος οὐκ ἐποίησεν· ἔτι δὲ [*](Am iii 6) καὶ τό· Κατέβη κακὰ παρὰ κυρίου ἐπὶ πύλας Ἰερουσαλήμ· [*](Mic i 12) καί· Πνεῦμα πονηρὸν παρὰ θεοῦ ἔπνιγε τὸν Σαοὓλ· καὶ [*](1 Sam XVi 14) μυρία ὅσα τούτοις παραπλήσια· ἀπιστῆσαι μὲν ὡς θεοῦ ταῖς γραφαῖς οὐ τετολμήκασι, πιστεύοντες δὲ αὐτὰς εἶναι τοῦ δημιουργοῦ, Ἰουδαῖοι λατρεύουσιν, ᾠήθησαν, ὡς ἀτελοῦς καὶ οὐκ ἀγαθοῦ τυγχάνοντος τοῦ δημιουργοῦ, τὸν σωτῆρα ἐπιδεδημηκέναι τελειότερον καταγγέλλοντα θεόν, ὅν φασι μή τὸν δημιουργόν τυγχάνειν, διαφόρως περὶ τούτου κινούμενοι· καὶ ἅπαξ ἀποστάντες τοῦ δημιουργοῦ, ὅς ἐστιν ἀγέννητος μόνος θεός, ἀναπλασμοῖς ἑαυτούς ἐπιδεδώκασι, μυθοποιοῦντες ἑαυτοῖς ὑποθέσεις, καθʼ ἅς οἴονται γεγονέναι τὰ βλεπόμενα, καὶ ἕτερά τινα μὴ βλεπόμενα, ἅπερ ἡ ψυχὴ αὐτῶν ἀνειδωλοποίησεν. ἀλλὰ μὴν καὶ οἱ ἀκεραιότεροι τῶν ἀπὸ τῆς ἐκκλησίας αὐχούντων τυγχάνειν τοῦ μὲν δημιουργοῦ μείζονα οὐδένα ὑπειλήφασιν, ὑγιῶς τοῦτο ποιοῦντες· τοιαῦτα δὲ ὑπολαμβάνουσι περὶ αὐτοῦ, ὁποῖα οὐδὲ περὶ τοῦ ὠμοτάτου καὶ ἀδικωτάτου ἀνθρώπου.

9. Αἰτία δὲ πᾶσι τοῖς προειρημένοις ψευδοδοξιῶν καὶ ἀσεβειῶν, ἢ ἰδιωτικῶν περὶ θεοῦ λόγων, οὐκ ἄλλη τις εἶναι δοκεῖ ἥ ἡ γραφὴ κατὰ τὰ πνευματικά μὴ νενοημένη, ἀλλʼ [*](166) ὡς πρὸς τὸ ψιλὸν γράμμα ἐξειλημμένη. διόπερ τοῖς πειθομένοις μὴ ἀνθρώπων εἶναι συγγράμματα τὰς ἱερὰς [*]( om. εἰς B 20 om. θεὸς B; qui eat omnium Deus Ruf.)

16
βίβλους, ἀλλʼ ἐξ ἐπιπνοίας τοῦ ἁγίου πνεύματος βουλήματι [*](ΑB(c)(D)) τοῦ πατρὸς τῶν ὄλων διὰ Ἰησοῦ Χριστοῦ ταύτας ἀναγεγράφθαι καὶ εἰς ἡμᾶς ἐληλυθέναι, τὰς φαινομένας ὀδοὺς ὑποδεικτέον, ἐχομένοις τοῦ κανόνος τῆς Ἰησοῦ Χριστοῦ κατά διαδοχήν τῶν ἀποστόλων οὐρανίου ἐκκλησίας. καὶ ὅτι μὲν οἰκονομίαι τινές εἰσι μυστικαὶ, δηλούμεναι διὰ τῶν θείων γραφῶν, πάντες καὶ οἱ ἀκεραιότατοι τῶν τῷ λόγῳ προσιόντων πεπιστεύκασι· τίνες δὲ αὗται, οἱ εὐγνώμονες καὶ ἄτυφοι ὁμολογοῦσι μὴ εἰδέναι. εἰ γοῦν ἐπαπορήσαι [*](cf. Ge xix 30 ff.) τις περὶ τῆς τοῦ Λὼτ θυγατρομιξίας, καὶ τῶν δύο [*](cf. Ge xvi cf. Ge xxix 21 ff.) γυναικῶν τοῦ Ἀβραὰμ, δύο τε ἀδελφῶν γεγαμημένων τῷ Ἰακὼβ, καὶ δύο παιδισκῶν τετεκνωκυιῶν ἐξ αὐτοῦ, οὐδὲν ἄλλο φήσουσιν ἥ μυστήρια ταῦτα τυγχάνειν, ὑφʼ ἡμῶν μὴ [*](cf. Εx xxv ff.) νοούμενα. ἀλλὰ καὶ ἐπὰν ἡ κατασκευὴ τῆς σκηνῆς ἀναγινώσκηται πειθόμενοι τύπους εἶναι τὰ γεγραμμένα, ζητοῦσιν ᾧ δυνήσονται ἐφαρμόσαι ἕκαστον τῶν κατὰ τὴν σκηνὴν λεγομένων· ὅσον μὲν ἐπὶ τῷ πείθεσθαι ὅτι τύπος τινός ἐστιν ἡ σκηνὴ, οὐ διαμαρτάνοντες· ὅσου δὲ ἐπὶ τῷ, τῷδέ τινι ἀξίως τῆς γραφῆς ἐφαρμόζειν τὸν λόγον οὗ ἐστι τύπος ἡ σκηνή, ἔσθʼ ὅτε ἀποπίπτοντες· καὶ πᾶσαν δὲ διήγησιν νομιζομένην περὶ γάμων ἀπαγγέλλειν ἢ παιδοποιιῶν ἥ πολέμων, ἢ ὧν δήποτε ἱστοριῶν ἄν παρὰ τοῖς πολλοῖς δεχθησομένων, ἀποφαίνονται εἶναι τύπους· ἐν δὲ τῷ τίνων, πῆ μὲν διὰ τὴν ἔξιν οὐ πάνυ συγκεκροτημένην, πῆ δὲ διὰ τὴν προπέτειαν, ἔσθʼ ὅτε κἂν συγκεκροτημένος τις τυγχάνῃ καὶ ἀπρόπτωτος, διὰ τὴν εἰς ὑπερβολὴν χαλεπωτάτην εὕρεσιν [*](167) τῶν πραγμάτων τοῖς ἀνθρώποις, οὐ πάνυ σαφηνίζεται ὁ περὶ τούτων ἑκάστου λόγος.

10. Καὶ τί δεῖ λέγειν περὶ τῶν προφητειῶν, ἃς πάντες ἴσμεν αἰνιγμάτων καὶ σκοτεινῶν λόγων πεπληρῶσθαι; κἃυ ἐπὶ τὰ εὐαγγέλια δὲ φθάσωμεν, κἀκείνων ὁ ἀκριβὴς νοῦς, ἄτε νοῦς ὢν Χριστοῦ, δεῖται χάριτος τῆς δοθείσης τῷ [*](20 post ἀποπίπτοντες desunt duo folia in C 23 λεχθησομένων BΕ 30 πεπληρῶσθαι λόγων AD)

17
[*](ABD) εἰρηκότι· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν· ἴνα εἰδῶμεν τὰ [*](Ι Co ii 16; 12 f.) ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἅ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος. καὶ τὰ ἀποκεκαλυμμένα δὲ τῷ Ἰωάννῃ τίς οὐκ ἄν ἀναγνοὺς καταπλαγείη τὴν ἐπίκρυψιν ἀπορρήτων μυστηρίων καἰ τῷ μὴ νοοῦντι τὰ γεγραμμένα ἐμφαινομένων; αἱ δὲ τῶν ἀποστόλων ἐπιστολαὶ τίνι τῶν βασανίζειν λόγους ἐπισταμένων δόξαιεν ἂν εἶναι σαφεῖς καὶ εὐχερῶς νοούμεναι, μυρίων ὅσων κἀκεῖ, ὡς διʼ ὀπῆς, μεγίστων καὶ πλείστων νοημάτων βραχεῖαν ἀφορμὴν παρεχόντων; διόπερ τούτων οὕτως ἐχόντων, καὶ μυρίων ὅσων σφαλλομένων, οὐκ ἀκίνδυνον ἐν τῷ ἀναγινώσκειν εὐχερῶς ἀποφαίνεσθαι νοεῖν τὰ δεόμενα τῆς κλειδὸς τῆς γνώσεως, ἥντινα ὁ σωτήρ φησιν εἶναι παρὰ τοῖς νομικοῖς · καὶ ἀπαγγελλέτωσαν οἱ μὴ βουλόμενοι παρὰ τοῖς πρὸ τῆς ἐπιδημίας τοῦ χριστοῦ τὴν ἀλήθειαν τυγχάνειν, πῶς ἡ τῆς γνώσεως κλεὶς ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγεται παρʼ ἐκείνοις τυγχάνειν, τοῖς, ὤς φασιν αὐτοὶ, μὴ ἔχουσι βίβλους περιεχούσας τὰ ἀπόρρητα τῆς γνώσεως καὶ παντελῆ μυστήρια. ἔχει γὰρ οὗτως ἡ λέξις· Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἥρατε τὴν [*](Lc xi 52) κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.