Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

[*](168)

11. Ἡ τοίνυν φαινομένη ἡμῖν ὀδός τοῦ πῶς δεῖ ἐντυγχάνειν ταῖς γραφαῖς καὶ τὸν νοῦν αὑτῶν ἐκλαμβάνειν ἐστὶ τοιαύτη, ἀπʼ αὐτῶν τῶν λογίων ἐξιχνευομένη. παρὰ τῷ Σολομῶντι ἐν ταῖς Παροιμίαις εὑρίσκομεν τοιοῦτόν τι προστασσόμενον περὶ τῶν γεγραμμένων θείων δογμάτων· Καὶ σὺ δὲ ἀπόγραφαι αὐτὰ τρισσῶς ἐν βουλῇ καὶ γνώσει, [*](Prov xxii 20f.) τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. οὐκοῦν τριχῶς ἀπογράφεσθαι δεῖ εἰς τὴν ἑαυτοῦ ψυχὴν τὰ τῶν ἀγίων γραμμάτων νοήματα· ἵνα ὁ μὲν ἁπλούστερος οἰκοδομῆται ἀπὸ τῆς οἱονεὶ σαρκὸς τῆς γραφής, [*](5 ἐπίκρυψιν] +τῶν ABa? E 7, 8 ἐπισταμένων λόγους AD 8 δόξαιεν ἄν] Ε; δόξαι ἄν AB; δόξαιεν D 22 ἐκωλύσετε B)

18
οὕτως ὀνομαζόντων ἡμῶν τὴν πρόχειρον ἐκδοχήν· ὁ [*](ΑB(C)(D)) δὲ ἐπὶ ποσὸν ἀναβεβηκώς, ἀπὸ τῆς ὡσπερεὶ ψυχῆς αὐτῆς· ὁ δὲ τέλειος καὶ ὅμοιος τοῖς παρὰ τῷ ἀποστόλῳ λεγομένοις· [*](1 Co ii 6 f.) Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἶῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἦν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἀπὸ τοῦ πνευματικοῦ νόμου, [*](Ηe x 1) σκιὰν περιέχοντος τῶν μελλόντων ἀγαθῶν. ὥσπερ γὰρ ὁ ἄνθρωπος συνέστηκεν ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος· τόν αὐτὸν τρόπον καὶ ἡ οἰκονομηθεῖσα ὑπὸ θεοῦ εἰς ἀνθρώπων σωτηρίαν δοθῆναι γραφή. διὰ τοῦτο ἡμεῖς καὶ τὸ ἐν τῷ ὑπό τινων καταφρονουμένῳ βιβλίῳ, τῷ Ποιμένι, περὶ τοῦ προστάσσεσθαι τὸν Ἑρμᾶν δύο γράψοι βιβλία, καὶ μετὰ ταῦτα αὐτὸυ ἀναγγέλλειν τοῖς πρεσβυτέροις τῆς ἐκκλησίας ἅ μεμάθηκεν ὑπ τοῦ πνεύματος, οὕτω διηγούμεθα. [*](Ηerm Vis ii 4) ἔστι δὲ ἡ λέξις αὕτη· Γράψεις δύο βιβλία, καὶ δώσεις ἕν Κλήμεντι καὶ ἓν Γραπτῇ· καὶ Γραπτὴ μὲν νουθετήσει τὰς χήρας καὶ τοὺς ὀρφανούς· Κλήμης δὲ πέμψει εἰς τὰς ἔξω πόλεις· σὺ δὲ ἀναγγελεῖς τοῖς πρεσβυτέροις [*](169) τῆς ἐκκλησίας. Γραπτὴ μὲν γὰρ, ἡ νουθετοῦσα τὰς χήρας καὶ τοὺς ὀρφανοὺς, αὐτὸ ψιλόν ἐστι τὸ γράμμα, νουθετοῦν τοὺς παῖδας τὰς ψυχάς, καὶ μηδέπω πατέρα θεὸν ἐπιγράψασθαι δυναμένους, καὶ διὰ τοῦτο ὀρφανοὺς καλουμένους· νουθετοῦν δὲ καὶ τὰς μηκέτι μὲν τῷ παρανόμῳ νυμφίῳ χρω μένας, χηρευούσας δὲ τῷ μηδέπω ἀξίας αὐτὰς τοῦ νυμφίου γεγονέναι. Κλήμης δὲ, ὁ ἤδη τοῦ γράμματος ἐξιστάμενος, εἰς τὰς ἔξω πόλεις λέγεται πέμπειν τὰ λεγόμενα, ὡς εἰ λέγοιμεν τὰς ἔξω τῶν σωματικῶν καὶ τῶν κάτω νοημάτων τυγχανούσας ψυχάς. οὐκέτι δὲ διὰ γραμμάτων, ἀλλά διὰ λόγων ζώντων, αὐτὸς ὁ μαθητής τοῦ πνεύματος προστάσσεται [*](5 om. οὐδὲ τ. ἀ. τ. αἰ. τούτου BD 6 τὴν καταργουμένην D 16 μεμάθηκεν] AΕ; didici Ruf.; μεμαθήκαμεν BD 26 -μένος] rursus inci C 31 ξώντων λόγων AC)
19
[*](ΑB(C)(D)) ἀναγγέλλειν τοῖς τῆς πάσης ἐκκλησίας τοῦ θεοῦ πρεσβυτέροις πεπολιωμένοις ὑπὸ φρονήσεως.

12. Ἀλλʼ ἐπεί εἰσί τινες γραφαὶ τὸ σωματικὸν οὐδαμῶς ἔχουσαι, ὡς ἐν τοῖς ἑξῆς δείξομεν, ἔστιν ὅπου οἱονεὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα τῆς γραφῆς μόνα χρὴ ζητεῖν. καὶ τάχα διὰ τοῦτο αἱ ἐπὶ καθαρισμῷ τῶν Ἰουδαίων ὑδρίαι [*](Jn ii 6) κεῖσθαι λεγόμεναι, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ ἀνέγνωμεν, χωροῦσιν ἀνὰ μετρητὰς δύο ἢ τρεῖς· αἰνισσομένου τοῦ λόγου περὶ τῶν παρὰ τῷ ἀποστόλῳ ἐν κρυπτῷ Ἰουδαίων, [*](Ro ii 29) ὡς ἄρα οὗτοι καθαρίζονται διὰ τοῦ λόγου τῶν γραφῶν, ὅπου μὲν δύο μετρητὰς, τὸν ἴνʼ οὕτως εἴπω ψυχικὸν καὶ τὸν πνευματικὸν λόγον χωροῦντος· ὅπου δὲ τρεῖς, ἐπεί τινες ἔχουσι πρὸς τοῖς προειρημένοις καὶ τὸ σωματικὸν οἰκοδομῆσαι δυνάμενον. ἕξ δὲ ὑδρίαι εὐλόγως εἰσὶ τοῖς ἐν κόσμῳ καθαριζομένοις, γεγενημένῳ ἐν ἓξ ἡμέραις ἀριθμῷ τελείῳ.

13. Ἀπὸ μὲν οὖν τῆς πρώτης ἐκδοχῆς καὶ κατὰ τοῦτο ὠφελούσης ὅτι ἔστιν ὄνασθαι, μαρτυρεῖ τὰ πλήθη τῶν [*](170) γνησίως καὶ ἁπλούστερον πεπιστευκότων· τῆς δὲ ὡς ἄν εἰς ψυχὴν ἀναγομένης διηγήσεως παράδειγμα τὸ παρὰ τῷ Παύλῳ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους κείμενον. Γέγραπται [*](1 Co ix 9 f. cf. Deutxxv4) γάρ φησιν· οὐ φιμώσεις βοῦν ἀλοῶντα. ἔπειτα διηγούμενος τοῦτον τὸν νόμον ἐπιφέρει· M τῶν βοῶν μέλει τῷ θεῷ; ἢ ὄι᾿ ἡμᾶς πάντως λέγει; ὄι᾿ ἡμᾶς γὰρ ἐγράφη, ὅτι ὀφείλει ἐπʼ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾷν, καὶ ὁ ἀλοῶν ἐπʼ ἐλπίδι τοῦ μετέχειν. καὶ πλεῖσται δὲ περιφερόμεναι τοῖς πλήθεσιν ἁρμόζουσαι ἑρμηνεῖαι, καὶ οἰκοδομοῦσαι τοὺς ὑψηλοτέρων ἀκούειν μὴ δυναμένους, τὸν αὐτόν πως ἔχουσι χαρακτῆρα. (13) πνευματικὴ δὲ διήγησις τῷ δυναμένῳ ἀποδεῖξαι, ποίων ἐπουρανίων ὑποδείγματι καὶ [*](He viii 5 He x i) σκιᾷ οἱ κατὰ σάρκα Ἰουδαῖοι ἐλάτρευον, καὶ τίνων μελ. [*](6 ὑδρεῖαι C 12 χωρούντων] CΕ 13 τὸ] τὸν C 14 ὑδρεῖαι AC 17 οῦν] C; igitur Ruf.; om. οὗν AB 28 ὑψηλότερον B 29 post ἔχουσι χα desunt multa folia in C)

20
λόντων ἀγαθῶν ὁ νόμος ἔχει σκιάν. καὶ ἀπαξαπλῶς ἐπὶ [*](ABD) πάντων, κατὰ τὴν ἀποστολικήν ἐπαγγελίαν, ζητητέον [*](1 Co ii 7 f.) σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν τῶν δικαίων, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε. φησὶ δέ που ὁ αὐτὸς ἀπόστολος, χρησάμενός τισι ῥητοῖς ἀπὸ τῆς Ἑξόδου [*](1 Co x 11) καὶ τῶν Ἀριθμῶν, ὅτι Ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ διʼ ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. καὶ ἀφορμὰς δίδωσι τοῦ τίνων ἐκεῖνα τύποι ἐτύγχανον, [*](1 Co x 4) λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ χριστός. καὶ τὰ περὶ τῆς σκηνῆς δὲ ἐν [*](He viii 5; cf. Ex xxv 40) ἑτέρᾳ ἐπιστολῇ ὑπογράφων ἐχρήσατο τῷ· Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. ἀλλὰ μὴν καὶ ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ, οἱονεὶ ὀνειδίζων τοῖς ἀναγινώσκειν νομίζουσι τὸν νόμον καὶ μὴ συνιεῖσιν αὐτὸν, μὴ συνιέναι κρίνων ἐκείνους, ὅσοι μὴ ἀλληγορίας [*](171) [*](Ga iv 21 ff.) εἶναι ἐν τοῖς γεγραμμένοις νομίζουσι· Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, καὶ τὰ ἑξῆς. παρατηρητέον γὰρ ἕκαστον τῶν εἰρημένων ὑπʼ αὐτοῦ, ὅτι φησίν· Οἱ ὑπὰ νόμον θέλοντες εἶναι, οὐχί· Οἱ ὑπὸ τὸν νόμον ὄντες· καί· Τὸν νόμον οὐκ ἀκούετε; τοῦ ἀκούειν ἐν τῷ νοεῖν καὶ γινώσκειν κρινομένου. καὶ ἐν τῇ πρὸς Κολασσαεῖς δὲ ἐπιστολῇ, διὰ βραχέων τὸ βούλημα τῆς πάσης ἐπιτεμνόμενος [*](Col ii 16 f.) νομοθεσίας, φησί· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας ἢ σαββάτων· ἅ ἐστι σκιὰ τῶν μελλόντων. ἔτι δὲ καὶ ἐν τῇ πρὸς Ἐβραίους, περὶ τῶν ἐκ περιτομῆς διαλεγόμενος, [*](8 κατήντηκεν AD 12 τῶ] τὸ ABD 21 γεγένηται A 23 εἰ- σιν] + αἱ Α 29 κρινέτω] + ἢ AD)
21
[*](ΑBD) γράφει· Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν [*](He viii 5) ἐπουρανίων. ἀλλʼ εἰκὸς διὰ ταῦτα περὶ μὲν τῶν πέντε Μωσέως ἐπιγεγραμμένων βιβλίων μὴ ἄν διστάξαι τοὺς τὸν ἀπόστολον ἅπαξ ὡς θεῖον ἄνδρα προσιεμένους· περὶ δὲ τῆς λοιπῆς ἱστορίας βούλεσθαι μανθάνειν, εἰ κἀκείνη τυπικῶς συνέβαινε. παρατηρητέον δὲ ἐκ τῆς πρὸς Ῥωμαίους τό· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ [*](Ro xi 4; cf. I Reg xix 18) ἔκαμψαν γόνυ τῇ Βάαλ· κείμενον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν· ὅτι ὁ Παῦλος εἴληφεν ἀντὶ τῶν κατʼ ἐκλογὴν Ἰσραηλιτῶν, τῷ μὴ μόνον τὰ ἔθνη ὠφελῆσθαι ἀπὸ τῆς Χριστοῦ ἐπιδημίας, ἀλλὰ καί τινας τῶν ἀπὸ τοῦ θείου γένους.

14. Τούτων οὔτως ἐχόντων τοὺς φαινομένους ἡμῖν χαρακτῆρας τῆς νοήσεως τῶν γραφῶν ὑποτυπωτέον. [*](172) καὶ πρῶτόν γε τοῦτο ὑποδεικτέον, ὅτι ὁ σκοπὸς τῷ φωτίζοντι πνεύματι προνοίᾳ θεοῦ διὰ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου τοὺς διακόνους τῆς ἀληθείας, προφήτας καὶ ἀποστόλους, ἢν προηγουμένως μὲν ὁ περὶ τῶν ἀπορρήτων μυστηρίων τῶν κατὰ τοὺς ἀνθρώπους πραγμάτων· ἀνθρώπους δὲ νῦν λέγω τὰς χρωμένας ψυχὰς σώμασιν· ἴν᾿ δυνάμενος διδαχθῆναι ἐρευνήσας, καὶ τοῖς βάθεσι τοῦ νοῦ τῶν λέξεων ἑαυτὸν ἐπιδοὺς, κοινωνὸς τῶν ὅλων τῆς βουλῆς αὐτοῦ γένηται δογμάτων. εἰς δὲ τὰ περὶ τῶν ψυχῶν, οὐκ ἅλλως δυναμένων τῆς τελειότητος τυχεῖν χωρὶς τῆς πλουσίας καὶ σοφῆς περὶ θεοῦ ἀληθείας, τὰ περὶ θεοῦ ἀναγκαίως ὡς προηγούμενα τέτακται, καὶ τοῦ μονογενοῦς αὐτοῦ· ποίας ἐστὶ φύσεως, καὶ τίνα τρόπον υἱὸς τυγχάνει θεοῦ, καὶ τίνες αἱ αἰτίαι τοῦ μέχρι σαρκὸς ἀνθρωπίνης αὐτὸν καταβεβηκέναι καὶ πάντη ἄνθρωπον ἀνειληφέναι· τίς τε καὶ ἡ τούτου ἐνέργεια, καὶ εἰς τίνας καὶ πότε γινομένη. ἀναγκαίως δὲ ὡς περὶ συγγενῶν καὶ τῶν ἄλλων λογικῶν θειοτέρων τε καὶ ἐκπεπτωκότων [*](10 τῶ] τὸ BD; om. A ὠφελεῖσθαι D 11 om. ἀπὸ B 24 οὐκ ἄλλως] οὐ καλῶς B)

22
τῆς μακαριότητος, καὶ τῶν αἰτίων τῆς τούτων ἐκπτώσεως, [*](ABD) ἐχρῆν εἰς τοὺς λόγους τῆς θείας ἀνειλῆφθαι διδασκαλίας· καὶ περὶ τῆς διαφορᾶς τῶν ψυχῶν, καὶ πόθεν αἱ διαφοραὶ αὗται ἐληλύθασι· τίς τε ὁ κόσμος, καὶ διά τί ὑπέστη. ἔτι δὲ πόθεν ἡ κακία τοσαύτη καὶ τηλικαύτη ἐστὶν ἐπὶ γῆς, καὶ εἰ μὴ μόνον ἐπὶ γῆς, ἀλλὰ καὶ ἀλλαχοῦ, ἀναγκαῖον ἡμᾶς μαθεῖν.

15. Τούτων δὴ καὶ τῶν παραπλησίων προκειμένων τῷ φωτίζοντι πνεύματι τὰς τῶν ἁγίων ὑπηρετῶν τῆς ἀληθείας ψυχάς· δεύτερος ἦν σκοπὸς, διὰ τοὺς μὴ δυναμένους τὸν κάματον ἐνεγκεῖν ὑπὲρ τοῦ τὰ τηλικαῦτα εὑρεῖν, κρύψαι τὸν περὶ τῶν προειρημένων λόγον ἐν λέξεσιν [*](173) ἐμφαινούσαις διήγησιν περιέχουσαν ἀπαγγελίαν τὴν περὶ τῶν αἰσθητῶν δημιουργημάτων, καὶ ἀνθρώπου κτίσεως, καὶ τῶν ἐκ τῶν πρώτων κατά διαδοχὴν μέχρι πολλῶν γεγενημένων· καὶ ἄλλαις ἱστορίαις, ἀπαγγελλούσαις δικαίων πράξεις, καὶ τῶν αὐτῶν τούτων ποτὲ γενόμενα ἁμαρτήματα ὡς ἀνθρώπων, καὶ ἀνόμων καὶ ἀσεβῶν πονηρίας καὶ ἀκολασίας καὶ πλεονεξίας. παραδοξότατα δὲ, διὰ ἱστορίας τῆς περὶ πολέμων καὶ νενικηκότων καὶ νενικημένων, τινὰ τῶν ἀπορρήτων τοῖς ταῦτα βασανίζειν δυναμένοις σαφηνίζεται. καὶ ἔτι θαυμασιώτερον, διὰ γραπτῆς νομοθεσίας οἱ τῆς ἀληθείας νόμοι προφητεύονται· μετὰ ἀληθῶς πρεπούσης θεοῦ σοφίᾳ δυνάμεως πάντων τούτων εἱρμῷ ἀναγεγραμμένων. προέκειτο γὰρ καὶ τὸ ἔνδυμα τῶν πνευματικῶν, λέγω δὲ τὸ σωματικὸν τῶν γραφῶν, ἐν πολλοῖς ποιήσαι οὐκ ἀνωφελὲς, δυνάμενόν τε τοὺς πολλοὺς, ὡς χωροῦσι, βελτιοῦν.