Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

1. Ἐπεὶ περὶ τηλικούτων ἐξετάζοντες πραγμάτων, οὐκ ἀρκούμενοι ταῖς κοιναῖς ἐννοίαις καὶ τῇ ἐναργείᾳ τῶν βλεπομένων, προσπαραλαμβάνομεν εἰς τήν φαινομένην ἡμῖν ἀπόδειξιν τῶν λεγομένων μαρτύρια τὰ ἐκ τῶν πεπιστευμένων ἡμῖν εἶναι θείων γραφῶν, τῆς τε λεγομένης παλαιᾶς διαθήκης καὶ τῆς καλουμένης καινῆς, λόγῳ τε πειρώμεθα κρατύνειν ἡμῶν τὴν πίστιν, καὶ οὐδέπω περὶ τῶν γραφῶν ὡς θείων διηλέχθημεν· φέρε καὶ περὶ τούτων ὀλίγα ὡς ἐν ἐπιτομῇ διαλάβωμεν, τὰ κινοῦντα ἡμᾶς ὡς περὶ θείων γραμμάτων εἰς τοῦτο παρατιθέμενοι. καὶ πρῶτόν γε τοῦ ἀπʼ αὐτῶν τῶν γραμμάτων καὶ τῶν ἐν αὐτοῖς δηλουμένων ῥητοῖς χρήσασθαι, περὶ Μωσέως καὶ Ἰησοῦ Χριστοῦ, τοῦ νομοθέτου τῶν Ἑβραίων καὶ τοῦ εἰσηγητοῦ [*](Ru. 1. 156 9 μαρτύρια] μαρτυρίαν B; testimonia Ruf. 13 διειλέχθημεν D 16 τῶν γραμμάτων] AΕ; om. D; τῶν πραγ μάτων B)

8
τῶν κατὰ χριστιανισμὸν σωτηρίων δογμάτων, ταῦτα διαληπτέον. [*](AΒD) πλείστων γάρ ὅσων νομοθετῶν γεγανημένων ἐν Ἕλλησι καὶ βαρβάροις, καὶ διδασκάλων δόγματα καταγγελλόντων ἐπαγγελλόμενα τὴν ἀλήθειαν, οὐδένα ἱστορήσαμεν νομοθέτην ζῆλον ἐμποιῆσαι δεδυνημένον τοῖς λοιποῖς ἔθνεσι περὶ τοῦ παραδέξασθαι τοὺς λόγους αὐτοῦ· πολλήν τε παρασκευήν τήν μετὰ τῆς δοκούσης ἀποδείξεως λογικῆς εἰσενεγκαμένων τῶν περὶ ἀληθείας φιλοσοφεῖν ἐπαγγελλομένων, [*](157) οὐδεὶς δεδύνηται τήν νομισθεῖσαν αὐτῷ ἀλήθειαν ἔθνεσι διαφόροις ἐμποιῆσαι, ἢ ἑνός ἔθνους ἀξιολόγοις πλήθεσι. καίτοιγε ἐβούλοντο ἂν καὶ οἱ νομοθέται κρατῦναι τοὺς φανέντας νόμους εἶναι καλοὺς εἰ δυνατὸν παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, οἵ τε διδάσκαλοι ἐπινεμηθῆναι ἣν ἐφαντάσθησαν εἶναι ἀλήθειαν πανταχοῦ τῆς οἰκουμένης. ἀλλʼ ὡς οὐ δυνάμενοι προσκαλέσασθαι τοὺς ἀπὸ τῶν ἑτέρων διαλέκτων καὶ τῶν πολλῶν ἐθνῶν ἐπὶ τήν τήρησιν τῶν νόμων καὶ τήν παραδοχήν τῶν μαθημάτων, τοῦτο ποιῆσαι οὐδὲ ἐπεβάλοντο τήν ἀρχὴν, οὐκ ἀφρόνως γε σκοπήσαντες περὶ τοῦ ἀδυνατου αὐτοῖς τὸ τοιοῦτον τυγχάνειν. πᾶσα δὲ Ἑλλὰς καὶ βάρβαρος ἡ κατὰ τὴν οἰκουμένην ἡμῶν ζηλωτάς ἔχει μυρίους, καταλιπόντας τοὺς πατρῴους νόμους καὶ νομιζομένους θεοὺς, τῆς τηρήσεως τῶν Μωσέως νόμων καὶ τῆς μαθητείας τὥν Ἰησοῦ Χριστοῦ λόγων· καίτοιγε μισουμένων μὲν ὑπὸ τῶν τά ἀγάλματα προσκυνούντων τῶν τῷ Μωσέως νόμῳ προστιθεμένων, καὶ τὴν ἐπὶ θανάτῳ δὲ πρὸς τῷ μισεῖσθαι κινδυνευόντων τῶν τὸν Ἰησοῦ Χριστοῦ λόγον παραδεξαμένων.

2. Καὶ ἐὰν ἐπιστήσωμεν πῶς ἐν σφόδρα ὀλίγοις ἔτεσι, τῶν ὁμολογούντων τὸν χριστιανισμὸν ἐπιβουλευομένων, καί τινων διά τοῦτο ἀναιρουμένων ἑτέρων δὲ ἀπολλύντων τὰς κτήσεις, δεδύνηται ὁ λόγος, καίτοιγε οὐδὲ τῶν διδασκάλων πλεοναζόντων, πανταχόσε κηρυχθῆναι τῆς οἰκουμένης, [*]( οὐ] Β; οἶα A; οἶα μὴ D 21 καταλείποντας ΑB)

9
[*](ABD) ὤστε Ἕλληνας καὶ βαρβάρους, σοφούς τε καὶ ἀνοήτους προσθέσθαι τῇ διὰ Ἰησοῦ θεοσεβείᾳ· μεῖζον ἢ [*](158) κατὰ ἄνθρωπον τὸ πρᾶγμα εἶναι λέγειν οὐ διστάξομεν· μετὰ πάσης ἐξουσίας καὶ πειθοῦς τῆς περὶ τοῦ κρατυνθήσεσθαι τὸν λόγον τοῦ Ἰησοῦ διδάξαντος· ὤστε εὐλόγως ἄν χρησμοὺς νομίσαι τάς φωνάς αὐτοῦ, οἶον ὅτι Ἐπὶ [*](Μt χ 18 ; cf. Mc Xiii) βασιλέων καὶ ἡγεμόνων ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι· καί· Πολλοὶ ἐροῦσί μοι ἐν [*](Mt vii 22 f. ; cf. Lc xiii 26) ἐκείνῃ τῇ ἡμέρᾳ· κύριε, κύριε, οὐ τῷ ὀνόματί σου ἔφα.' γομεν, καὶ τῷ ὀνόματί σου ἐπίομεν, καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξεβάλομεν; καὶ ἐρῶ αὐτοῖς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τήν ἀνομίαν, οὐδέποτε ἔγνων ὑμᾶς. εἰρηκέναι μὲν γάρ ταῦτα ἀποφθεγγόμενον μάτην, ὥστε αὐτά μή ἀληθῆ γενέσθαι, τάχα εἰκὸς ἦν· ὅτε δὲ ἐκβέβηκε τὰ μετὰ τοσαύτης ἐξουσίας εἰρημένα, ἐμφαίνει θεὸν ἀληθῶς ἐνανθρωπήσαντα σωτηρίας δόγματα τοῖς ἀνθρώποις παραδεδωκέναι.

3. Τί δὲ δεῖ λέγειν καὶ ὅτι προεφητεύθη ὁ χριστὸς, τότε ἐκλείψειν τοὺς ἐξ Ἰούδα ἄρχοντας εἰρημένους καὶ [*](cf Gexlix 10) ἡγουμένους ἐκ τῶν μηρῶν αὐτοῦ, ὅταν ἔλθῃ ᾧ ἀπόκειται, δηλονότι βασιλεία, καὶ ἐπιδημήσῃ ἡ τῶν ἐθνῶν προσδοκία; σαφῶς γάρ ἐκ τῆς ἱστορίας δῆλον, καὶ ἐκ τῶν σήμερον ὁρωμένων, ὅτι ἀπὸ τῶν χρόνων Ἰησοῦ οὐκ ἔτι βασιλεῖς Ἰουδαίων ἐχρημάτισαν, πάντων τῶν Ἰουδαἴκῶν πραγμάτων ἐν οἴς ἐσεμνύνοντο, λέγω δὲ τῶν τε κατὰ τὸν ναὸν καὶ τό θυσιαστήριον καὶ τὴν ἐπιτελουμένην λατρείαν καὶ τὰ ἐνδύματα τοῦ ἀρχιερέως, καταλελυμένων. ἐπληρώθη γὰρ ἡ λέγουσα προφητεία· Ἡμέρας πολλὰς καθήσονται οἱ [*](Ηos iii 4) υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων. καὶ τούτοις χρώμεθα τοῖς ῥητοῖς πρὸς τοὺς, ἐν [*](159) τῷ θλίβεσθαι ἀπὸ τῶν ἐν τῇ Γενέσει ὑπὸ τοῦ Ἰακὼβ πρὸς [*](6 νομίσαι τὰς φωνὰς] νοῆσαι τὰς εὐχὰς Β 20 om. ἐκ ABD) 20 ὠ] ΒD: δ A B (mary c pri. man.) 28 καθίσονται D)

10
τὸν Ἰούδαν εἰρημένων, φάσκοντας τὸν ἐθνάρχην ἀπὸ τοῦ [*]((A)BD) Ἰούδα γένους τυγχάνοντα ἄρχειν τοῦ λαοῦ, οὐκ ἐκλειφὀντων τῶν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, ἕως ἧς φαντάζονται Χριστοῦ ἐπιδημίας. εἰ γὰρ ἡμέρας πολλὰς καθήσονται οἱ υἳοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος, οὐκ οὔσης θυσίας οὐδὲ θυσιαστηρίου οὐδὲ ἱερατείας οὐδὲ δήλων· ἐξ οὗ δὲ κατεσκάφη ὁ ναὸς, οὐκ ἔστι θυσία, οὐδὲ θυσιαστήριον οὐδὲ ἱερατεία· δῆλον ὅτι ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ. ἐπεὶ δὲ ἠ [*](Ge Xlix 10) προφητεία φησίν· Οὐκ ἐκλείφει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἄν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· δῆλον ὅτι ἐλήλυθεν ᾧ τὰ ἀποκείμενα, ἡ προσδοκία τῶν ἐθνῶν. καὶ τοῦτο σαφὲς ἐκ τοῦ πλήθους τῶν ἐθνῶν τῶν διὰ Χριστοῦ πεπιστευκότων εἰς τὸν θεόν.

4. Καὶ ἐν τῇ τοῦ Δευτερονομίου δὲ ᾠδῇ προφητικῶς δηλοῦται ἡ διὰ τὰ ἁμαρτήματα τοῦ προτέρου λαοῦ ἐσομένη τῶν ἀσυνέτων ἐθνῶν ἐκλογή, οὐ δι᾿ ἄλλου τινὸς ἢ τοῦ [*](Deut xxxii 21) Ἰησοῦ γεγενημένη. Αὐτοὶ γάρ φησι παρεζήλωσάν με ἐπʼ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπʼ οὐκ ἔθνει, καὶ ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς. καὶ ἔστι σφόδρα σαφῶς καταλαβεῖν δυνατὸν, τίνα τρόπον οἱ λεγόμενοι παρεζηλωκέναι τὸν θεὸν Ἑβραῖοι ἐπὶ τῷ οὐ θεῷ, καὶ παρωργικέναι αὐτὸν ἐν τοῖς εἰδώλοις αὐτῶν, παρωργίσθησαν εἰς ζηλοτυπίαν ἐπὶ τῷ οὐκ ἔθνει, τῷ ἀσυνέτῳ ἔθνει, ὅπερ ὁ θεὸς ἐξελέξατο διὰ τῆς ἐπιδημίας Χριστοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ. [*](Ι Cο i 26 ff.) βλέπομεν οὗν τήν κλῆσιν μῶν, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ [*](160) σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφοὺς, καὶ τὰ ἀγενῆ καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ [*](Ι post φασκόντας deest folium in A 4 καθἱσονται D 7 οὐκ ἐστι] B; οὐκέτι D 20 αὐτοὺς] αὐτοῖς B 21 αὐτούς] αὐτοῖς B 21 ἕστι σφόδρα σαφῶς] D; ἔτι σφόδρα B; est ergo satis evidenter Ruf. 24 παρωξύνθησαν D)

11
[*]((Α)ΒD) θεὸς, καὶ τὰ μὴ ὄντα, ἴνα ἐκεῖνα τὰ πρότερον ὄντα καταργήσῃ· καὶ μὴ καυχήσηται ὁ κατὰ σάρκα Ἰσραὴλ, καλούμενος ὑπὸ τοῦ ἀποστόλου σὰρξ, ἐνώπιον τοῦ θεοῦ.

5. Τί δὲ δεῖ λέγειν περὶ τῶν ἐν ψαλμοῖς προφητειῶν περἰ Χριστοῦ, ᾠδῆς τινος ἐπιγεγραμμένης Ὑπὲρ τοῦ ἀγαπητοῦ, [*](Pa xiv (xliv) I f.) οὗ ἡ γλῶσσα λέγεται εἶναι κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐπεὶ ἐκεχύθη χάρις ἐν χειλεσιν αὐτοῦ; τεκμήριον γὰρ τῆς ἐκχυθείσης χάριτος ἐν χείλεσιν αὐτοῦ τὸ ὀλίγου διαγεγενημςνου τοῦ χρόνου τῆς διδασκαλίας αὐτοῦ (ἐνιαυτὸν γάρ που καὶ μῆνας ὀλίγους ἐδίδαξεν) πεπληρῶσθαι τὴν οἰκουμένην τῆς διδασκαλίας αὐτοῦ καὶ τῆς διʼ αὐτοῦ θεοσεβείας. ἀνατέταλκε γὰρ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, [*](Pa lxxii (lxxi) 7 f.) καὶ πλῆθος εἰρῆνης παραμένον ἕως συντελείας, ὃ ἀνταναίρεσις ὠνόμασται σελήνης· καὶ μένει κατακυριεύων ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. καὶ δέδοται σημεῖον τῷ οἴκῳ [*](cf. Is vii 14 Mt i 23;) Δαυείδ· ἡ παρθένος γὰρ ἔτεκε καὶ ἐν γαστρὶ ἔσχε καὶ ἔτεκεν υἱὸν, καὶ τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅπερ ἐστὶ Μεθ᾿ ἡμῶν ὁ θεός. πεπλήρωται, ὡς ὁ αὐτὸς προφήτης φησί· Μεθ’ ἡμῶν ὁ θεός· γνῶτε ἔθνη καὶ ἣττᾶσθε, ἰσχυκότες [*](Is viii 8 f.) ἡττᾶσθε· ἡττήμεθα γὰρ καὶ νενικήμεθα οἱ ἀπὸ τῶν ἐθνῶν ἑαλωκότες ὑπὸ τῆς χάριτος τοῦ λόγου αὐτοῦ. ἀλλὰ καὶ προείρηται τόπος γενέσεως αὐτοῦ ἐν τῷ Μιχαίᾳ· Καὶ [*](Μt ii 6; cf. Mic v 2) σὺ γάρ φησι Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν [*](161) τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. καὶ αἱ ἑβδομήκοντα [*](Dan ix 24) ἑβδομάδες ἐπληρώθησαν ἕως Χριστοῦ ἡγουμένου κατὰ τὸν Δανιήλ. ἥλθέ τε κατὰ τὸν Ἰὼβ ὁ τὸ μέγα κῆτος [*](Job iii 8) Χειρωσάμενος, καὶ δεδωκὼς ἐξουσίαν τοῖς γνησίοις αὐτοῦ [*](Lc x 19) μαθηταῖς πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, οὐδὲν ὑπʼ αὐτῶν ἀδικουμένοις. [*](13 δικαιοσύνη] D; om. B 15 κατακυριεύων] B; κυριεύων Α (hic enim rursus incipit); κατακυριεῦον D 26 ἐκ σοῦ] ἐξ οὐ B)

12
ἐπιστησάτω δέ τις καὶ τῇ τῶν ἀποστόλων πανταχόσε [*](ΑBD) ἐπιδημίᾳ τῶν ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τὸ καταγγεῖλαι τὸ εὐαγγέλιον πεμφθέντων, καὶ ὄψεται καὶ τὸ τόλμημα οὐ κατὰ ἄνθρωπον καὶ τὸ ἐπίταγμα θεῖον. καὶ ἐάν ἐξετάσωμεν πῶς ἄνθρωποι καινῶν μαθημάτων ἀκούοντες καὶ ξένων λόγων προσήκαντο τοὺς ἄνδρας, νικηθέντες ἐν τῷ θέλειν αὐτοῖς ἐπιβουλεύειν ὑπό τινος θείας δυνάμεως ἐπισκοπούσης αὐτούς· οὐκ ἀπιστήσομεν, εἰ καὶ τεράστια πεποιήκασιν, [*](cf He ii 4) ἐπιμαρτυροῦντος τοῦ θεοῦ τοῖς λόγοις αὐτῶν καὶ διὰ σημείων καὶ τεράτων καὶ ποικίλων δυνάμεων.