Philocalia

Origen

Origen. The Philocalia of Origen. Robinson, James Armitage, editor. Cambridge: Cambridge University Press, 1893.

16. [*]((15)) Ἀλλʼ εἴπερ, εἰ δι᾿ ὅλων σαφῶς τὸ τῆς νομοθεσίας χρήσιμον αὐτόθεν ἐφαίνετο καὶ τὸ τῆς ἱστορίας ἀκόλουθον καὶ γλαφυρὸν, ἠπιστήσαμεν ἄν ἄλλο τι παρὰ τὸ πρόχειρον νοεῖσθαι δύνασθαι ἐν ταῖς γραφαῖς· [*]( ἀληθῶς] ἀληθείας B 31 om. ἄν B)

23
[*](ΑBD) ᾠκονόμησέ τινα οἱονεὶ σκάνδαλα καὶ προσκόμματα καὶ ἀδύνατα διὰ μέσου ἐγκαταταχθῆναι τῷ νόμῳ καὶ τῇ ἱστορίᾳ ὁ τοῦ θεοῦ λόγος· ἵνα μὴ πάντη ὑπὸ τῆς λέξεως ἑλκόμενοι τὸ ἀγωγὸν ἄκρατον ἐχούσης, ἤτοι ὡς μηδὲν ἄξιον θεοῦ μανθάνοντες τέλεον ἀποστῶμεν τῶν δογμάτων, ἢ μὴ κινούμενοι ἀπὸ τοῦ γράμματος μηδὲν θειότερον μάθωμεν. [*](174) χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι, τοῦ προηγουμένου σκοποῦ τυγχάνοντος τὸν ἐν τοῖς πνευματικοῖς εἱρμὸν ἀπαγγεῖλαι γεγενημένοις καὶ πρακτέοις, ὅπου μὲν εὖρε γενόμενα κατὰ τὴν ἱστορίαν ὁ λόγος ἐφαρμόσαι δυνάμενα τοῖς μυστικοῖς τούτοις, ἐχρήσατο ἀποκρύπτων ἀπὸ τῶν πολλῶν τὸν βαθύτερον νοῦν· ὅπου δὲ ἐν τῇ διηγήσει τῆς περὶ τῶν νοητῶν ἀκολουθίας οὐχ εἴπετο ἡ τῶνδέ τινων πρᾶξις ἡ προαναγεγραμμένη διὰ τὰ μυστικώτερα, συνύφηνεν ἡ γραφὴ τῇ ἱστορίᾳ τὸ μὴ γενόμενον· πῆ μὲν μηδὲ δυνατὸν γενέσθαι, πῆ δὲ δυνατὸν μὲν γενέσθαι, οὐ μὴν γεγενημένον. καὶ ἔσθʼ ὅτε μὲν ὀλίγαι λέξεις παρεμβεβλημέναι εἰσὶ κατὰ τὸ σῶμα οὐκ ἀληθευόμεναι, ἔσθʼ ὅτε δὲ πλείονες. τὸ δʼ ἀνάλογον καὶ ἐπὶ τῆς νομοθεσίας ἐκληπτέον, ἐν ἢ ἔστι πλεονάκις εὑρεῖν καὶ τὸ αὐτόθεν χρήσιμον, πρὸς τοὺς καιροὺς τῆς νομοθεσίας ἁρμόζου· ἐνίοτε δὲ λόγος χρήσιμος οὐκ ἐμφαίνεται. καὶ ἄλλοτε καὶ ἀδύνατα νομοθετεῖται, διὰ τοὺς ἐντρεχεστέρους καὶ ζητητικωτέρους· ἵνα τῇ βασάνῳ τῆς ἐξετάσεως τῶν γεγραμμένων ἐπιδιδόντες ἑαυτοὺς, πεῖσμα ἀξιόλογον λάβωσι περὶ τοῦ δεῖν τοῦ θεοῦ ἄξιον νοῦν εἰς τὰ τοιαῦτα ζητεῖν. (16) οὐ μόνον δὲ περὶ τῶν πρὸ τῆς παρουσίας ταῦτα τὸ πνεῦμα ᾠκονόμησεν, ἀλλά γὰρ, ἄτε τὰ αὐτὸ τυγχάνον καὶ ἀπὸ τοῦ ἑνὸς θεοῦ, τὸ ὅμοιον καὶ ἐπὶ τῶν εὐαγγελίων πεποίηκε καὶ ἐπὶ τῶν ἀποστόλων· οὐδὲ τούτων πάντη ἄκρατον τὴν ἱστορίαν τῶν προσυφασμένων κατὰ τὸ σωματικόν ἐχόντων, μὴ γεγενημένων· οὐδὲ τὴν νομοθεσίαν καὶ τὰς ἐντολὰς πάντως τὸ εὔλογον ἐντεῦθεν ἐμφαίνοντα.

[*](1 οἱονεὶ] εἰς B 15 μηδὲ] μὴ AD 33 om. ἐντεῦθεν AD)
24

17. Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν [*](ΑBD) [*](Ge i 5) καὶ τρίτην ἡμέραν, ἑκπεραν τε καὶ πρωίαν, χωρὶς ἡλίου [*](175) γεγονέναι καὶ σελήνης καὶ ἀστέρων; τὴυ δὲ οἱουεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; τίς δʼ οὕτως ἠλίθιος ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον [*](Ge ii 8 f.) ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ξύλον ζωῆς ἐν αὐτῷ πεποιηκέναι ὁρατὸν καὶ αἰσθητὸν, ὥστε διὰ τῶν σωματικῶν ὀδόντων γευσάμενον τοῦ καρποῦ τὸ ζῆν ἀναλαμβάνειν· καὶ πάλιν καλοῦ καὶ πονηροῦ μετέχειν τινὰ παρὰ τὸ μεμασῆσθαι τὸ ἀπὸ τοῦδε τοῦ ξύλου λαμβανόμενον; ἐάν [*](Ge iii 8) δὲ καὶ θεὸς τὸ δειλινὸν ἐν τῷ παραδείσῳ περιπατεῖν λέγηται, καὶ ὁ Ἀδὰμ ὑπὸ τὰ ξύλον κρύπτεσθαι· οὐκ οἶμαι διστάξειν τινὰ περὶ τοῦ αὐτὰ τροπικῶς διὰ δοκούσης ἱστορίας, καὶ οὐ σωματικῶς γεγενημένης, μηνύειν τινὰ [*](Ge iv 16) μυστήρια. ἀλλὰ καὶ Κάιν ἐξερχόμενος ἀπὸ προσώπου τοῦ θεοῦ σαφῶς τοῖς ἐπιστήσασι φαίνεται κινεῖν τὸυ ἐντυγχάνοντα ζητεῖν πρόσωπον θεοῦ καὶ ἐξέρχεσθαί τινα ἀπʼ αὐτοῦ. καὶ τί δεῖ πλείω λέγειν, τῶν μὴ πάνυ ἀμβλέων μυρία ὅσα τοιαῦτα δυναμένων συναγαγεῖν, ἀναγεγραμμένα μὲν ὡς γεγονότα, οὐ γεγενημένα δὲ κατὰ τὴν λέξιν; ἀλλὰ καὶ τὰ εὐαγγέλια δὲ τοῦ αὑτοῦ εἴδους τῶν [*](Mt iv 8) λόγων πεπλήρωται εἰς ὑψηλὸν ὄρος τόν Ἰησοῦν ἀναβιβάζοντος τοῦ διαβόλου, ἵνʼ ἐκεῖθεν αὐτῷ δείξῃ τοῦ παντὸς κόσμου τὸς βασιλείας καὶ τὴν δόξαν αὐτῶν. τίς γὰρ οὐκ ἂν τῶν μὴ παρέργως ἀναγινωσκόντων τὰ τοιαῦτα καταγινώσκοι τῶν οἰομένων τῷ τῆς σαρκὸς ὀφθαλμῷ, δεηθέντι ὕψους ὑπὲρ τοῦ κατανοηθῆναι δύνασθαι τὰ κατωτέρω καὶ ὑποκείμενα, ἔωρᾶσθαι τὴν Περσῶν καὶ Σκυθῶν καὶ Ἰνδῶν καὶ Παρθυαίων βασιλείαν, καὶ ὡς δοξάζονται παρὰ ἀνθρώποις οἱ βασιλεύοντες; παραπλησίως δὲ τούτοις καὶ ἄλλα μυρία ἀπὸ τῶν εὐαγγελίων ἔνεστι τὸν ἀκριβοῦντα [*](1 οἰήσεται] ὁρίσεται apud Iustiniani ep. ad Mennam. 13 διστά- ζειν AD 17 τί πρόσωπον θεοῦ, καὶ τί conj. Tarinus ; quae facies Dei sit, et quomodo Ruf.; vide autem infra p. 25 l. 27)

25
[*](ΑBD) τηρῆσαι, ὑπὲρ τοῦ συγκαταθέσθαι συνυφαίνεσθαι ταῖς [*](176) κατὰ τό ῥητὸν γεγενημέναις ἱστορίαις ἕτερα μὴ συμβεβηκότα.

18. [*]((17)) Ἐὰν δὲ καὶ ἐπὶ τὴν νομοθεσίαν ἔλθωμεν τὴν Μωσέως, πολλοὶ τῶν νόμων, τῷ ὅσον ἐπὶ τῷ καθʼ ἑαυτοὺς τηρεῖσθαι, τὸ ἄλογον ἐμφαίνουσιν, ἕτεροι δὲ τὸ ἀδύνατον. τὸ μὲν ἄλογον, γῦπες ἐσθίεσθαι ἀπαγορευόμενοι, οὐδενὸς [*](cf, Lev xi 14) οὐδὲ ἐν τοῖς μεγίστοις λιμοῖς ἐκβιασθέντος ὑπὸ τῆς ἐνδείας ἐπὶ τοῦτο τὸ ζῶον φθάσαι καὶ ὀκταήμερα παιδία ἀπερίτμητα ἐξολοθρεύεσθαι ἐκ τοῦ γένους αὐτῶν κελευόμενα· δέου, εἰ ὅλως ἐχρῆν τι περὶ τούτων κατὰ τὸ ῥητὸν νενομοθετῆσθαι, τοὺς πατέρας αὐτῶν κελεύεσθαι ἀναιρεῖσθαι, ἢ τοὺς παρʼ οἶς τρέφονται. νῦν δέ φησιν ἡ γραφή· Ἀπερίτμητος [*](Ge xvii 14) πᾶς ἄρρην, ὅς οὐ περιτμηθήσεται τῇ ἡμέρα τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτοῦ. εἰ δὲ καὶ ἀδύνατα νομοθετούμενα βούλεσθε ἰδεῖν, ἐπισκεψώμεθα ὅτι τραγέλαφος μὲν τῶν ἀδυνάτων ὑποστῆναι ζῶον τυγχάνςι, [*](cf. Deut xiv 5, 22) ὅν ὡς καθαρόν κελεύει Μωσῆς ἡμᾶς προσφέρεσθαι γρὺψ δὲ οὐχ ἱστόρηταί ποτε ὑποχείριος ἀνθρώπῳ γεγονἐναι, ὅν ἀπαγορεύει ἐσθίεσθαι ὁ νομοθέτης. ἀλλὰ καὶ τὸ διαβόητον σάββατον τῷ ἀκριβοῦντι τό· Καθήσεσθε ἕκαστος [*](Ex xvi 29) εἰς τοὺς οἴκους ὑμῶν· μηδεὶς ὑμῶν ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡμέρα τῇ ἑβδόμῃ· ἀδύνατόν ἐστι φυλαχθῆναι κατὰ τὴν λέξιν οὐδενὸς ζώου δυναμένου δι᾿ ὅλης καθέζεσθαι τῆς ἡμέρας, καὶ ἀκινητεῖν ἀπὸ τοῦ καθέζεσθαι. διόπερ τινά μὲν οἱ ἐκ περιτομῆς, καὶ ὅσοι θέλουσι πλέον τῆς λέξεως δηλοῦσθαι μηδὲν, οὐδὲ τὴν ἀρχήν ζητοῦσιν, ὡσπερ τὰ περὶ τραγελάφου καὶ γρυπός καὶ γυπὸς, εἴς τινα δὲ φλυαροῦσιν εὑρησιλογοῦντες, ψυχρὰς παραδόσεις φέροντες, ὥσπερ καὶ περὶ τοῦ σαββάτου, φάσκοντες τόπον [*](179) ἑκάστου εἶναι δισχιλίους πήχεις. ἄλλοι δὲ, ὥν ἐστὶ Δοσίθεος ὀ Σαμαρεύς, καταγινώσκοντες τῆς τοιαύτης διηγήσεως [*](5 τῶ ὅσον] τὸ ὅσον AB 9 ἐπὶ] ὑπὸ B 29 εὐρισιλ. A; εὐρεσιλ. D 31 ἐκάστω AD)

26
οἴονται ἐπὶ τοῦ σχήματος, οὖ ἄν καταληφθῇ τις ἐν [*](ΑBD) τῇ ἡμέρα τοῦ σαββάτου, μένειν μέχρις ἑσπέρας. ἀλλὰ [*](Jer xvii 21) καὶ τὸ μὴ αἴρειν βάσταγμα ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου ἀδύνατον· διόπερ εἰς ἀπεραντολογίαν οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐληλύθασι, φάσκοντες βάσταγμα μὲν εἶναι τὸ τοιόνδε ὑπόδημα, οὐ μὴν καὶ τὸ τοιόνδε, καὶ τὸ ἥλους ἔχον σανδάλιον, οὐ μὴν καὶ τὸ ἀνήλωτον καὶ τὸ οὑτωσὶ ἐπὶ τοῦ ὥμου φορούμενον, οὐ μὴν καὶ ἐπὶ τῶν δύο μῶν.

19. [*]((18)) Εἰ δὲ καὶ ἐπὶ τὸ εὐαγγέλιον ἐλθόντες τὰ [*](Lc x 4) ὅμοια ζητήσαιμεν, τί ἄν εἴη ἀλογώτερον τοῦ · Μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε· ὅπερ ἐντέλλεσθαι νομίζουσιν [*](Mt v 39) οἱ ἀκέραιοι τὸν σωτῆρα τοῖς ἀποστόλοις; ἀλλὰ καὶ δεξιὰ σιαγὼν τύπτεσθαι λεγομένη ἀπιθανωτάτη ἐστί· παντὸς τοῦ τύπτοντος, εἰ μὴ ἄρα πεπονθώς τι παρὰ φύσιν τυγχάνει, τῇ δεξιᾷ χειρὶ τύπτοντος τὴν ἀριστερὰν σιαγόνα. [*](Mt v 28 f.) ἀδύνατον δὲ ἀπὸ τοῦ εὐαγγελίου ἔστι λαβεῖν ὀφθαλμὸν δεξιὸν σκανδαλίζοντα. ἵνα γὰρ χαρισώμεθα τὸ δύνασθαι ἐκ τοῦ ὁρᾷν σκανδαλίζεσθαί τινα, πῶς τῶν δύο ὀφθαλμῶν ὁρώντων τὴν αἰτίαν ἀνενεκτέον ἐπὶ τὸν δεξιόν ; τίς δὲ καὶ καταγνοὺς ἑαυτοῦ ἐν τῷ ἑωρακέναι γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἀναφέρων τὴν αἰτίαν ἐπὶ μόνον τὸν δεξιὸν ὀφθαλμὸν, εὐλόγως ἄν τοῦτον ἀποβάλοι; ἀλλὰ καὶ ὁ ἀπόστολος [*](1 Co vii 18) νομοθετεῖ, λέγων · Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω. πρῶτον μὲν ὁ βουλόμενος ὄψεται ὅτι παρὰ τὴν προκειμένην αὐτῷ ὁμιλίαν ταῦτά φησι· πῶς γὰρ περὶ γάμου καὶ ἁγνείας νομοθετῶν οὐ δόξει ταῦτα εἰκῆ παρεμβεβληκέναι; δεύτερον δὲ τίς ἐρεῖ ἀδικεῖν τὸν, εἰ δυνατὸν, [*](180) διὰ τὴν παρὰ τοῖς πολλοῖς νομιζομένην ἀσχημοσύνην ἐπὶ τῷ περιτετμῆσθαι, ἐπιδιδόντα ἑαυτόν τῷ ἐπισπάσασθαι;

20. Ταῦτα δὲ ἡμῖν πάντα εἴρηται ὑπὲρ τοῦ δεῖξαι, ὅτι σκοπὸς τῇ δωρουμένῃ ἡμῖν θείᾳ δυνάμει τὰς ἱερὰς γραφάς ἐστιν οὐχὶ τὰ ὑπὸ τῆς λέξεως παριστάμενα μόνα ἐκλαμβάνειν, [*](16 λαβεῖν] ἐκβαλεῖν D 29 περιτετμῆσθαι] + ἐπισπάσασθαι B τῶ ἐπισπάσασθαι] τὸ ἐπισπάσασθαι AB)

27
[*](ΑBD) ἐνίοτε τούτων ὅσον ἐπὶ τῷ ῥητῷ οὐκ ἀληθῶν ἀλλὰ καὶ ἀλόγων καὶ ἀδυνάτων τυγχανόντων· καὶ ὅτι προσύφανταί τινα τῇ γενομένῃ ἱστορίᾳ καὶ τῇ κατὰ τὸ ῥητὸν χρησίμῳ νομοθεσίᾳ. (19) ἵνα δὲ μὴ ὑπολάβῃ τις ἡμᾶς ἐπὶ πάντων τοῦτο λέγειν, ὅτι οὐδεμία ἱστορία γέγονεν, ἐπεί τις οὐ γέγονε· καὶ οὐδεμία νομοθεσία κατὰ τὸ ῥητὸν τηρητέα ἐστὶν, ἐπεί τις κατὰ τὴν λέξιν ἄλογος τυγχάνει ἢ ἀδύνατος· ἢ ὅτι τὰ περὶ τοῦ σωτῆρος γεγραμμένα κατὰ τὸ αἰσθητὸν οὐκ ἀληθεύεται· ἢ ὅτι οὐδεμίαν νομοθεσίαν αὐτοῦ καὶ ἐντοὴν φυλακτέον· λεκτέον ὅτι σαφῶς ἡμῖν παρίσταται περί τινων τὸ τῆς ἱστορίας εἶναι ἀληθές· ὡς ὅτι Ἀβραὰμ ἐν τῷ διπλῷ σπηλαίῳ ἐτάφη ἐν Χεβρὼν, καὶ Ἰσαὰκ, καὶ [*](Ge xxv 9 f.) Ἰτακὼβ καὶ ἑκάστου τούτων μία γυνή· καὶ ὅτι Σίκιμα [*](Ge xlviii 22; Jos xxiv 32) μερὶς δέδοται τῷ Ἰωσὴφ, καὶ Ἰερουσαλὴμ μητρόπολίς ἐστι τῆς Ἰουδαίας, ἐν ὠκοδόμητο ὑπὸ Σολομῶντος ναὸς θεοῦ, καὶ ἄλλα μυρία. πολλῷ γάρ πλείονά ἐστι τὰ κατὰ τὴν ἱστορίαν ἀληθευόμενα τῶν προσυφανθέντων γυμνῶν πνευματικῶν. πάλιν τε σὖ τίς οὐκ ἄν εἶποι τὴν λέγουσαν ἐντολήν· Τίμα τὸν πατέρα καὶ τήν μητέρα, ἵνα εὖ γένηταί [*](Εxxx 12; cf. Eph vi 2 f.) σοι· χωρὶς πάσης ἀναγωγῆς χρησίμην τυγχάνειν καὶ τηρητέαν γε, καὶ τοῦ ἀποστόλου Παύλου χρησαμένου αὐτῇ αὐτολεξεί; τί δὲ δεῖ λέγειν περὶ τοῦ· Οὐ φονεύσεις· [*](Εx xx 13 ff.) [*](181) οὐ μοιχεύσεις· οὐ κλέψεις οὐ ψευδομαρτυρήσεις; καὶ πάλιν ἐν τῷ εὐαγγελίῳ ἐντολαί εἰσι γεγραμμέναι οὐ ζητούμεναι, πότερον αὐτάς κατά τὴν λέξιν τηρητέον ἢ οὔ· ὡς ἡ φάσκουσα· Ἐγὼ δὲ λέγω ὑμῖν, ὅς ἐὰν ὀργισθῇ τῷ [*](Mt v 22) ἀδελφῷ αὐτοῦ, καὶ τὰ ἐξῆς· καί· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ [*](Mt v 34) ὀμόσαι ὅλως. καὶ παρὰ τῷ ἀποστόλῳ τὸ ῥητὸν τηρητέον· Νουθετεῖτε τοὺς ἀτάκτους, παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, [*](1 Th v 14) ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας· εἰ καὶ παρὰ τοῖς φιλοτιμοτέροις δύναται σώζειν ἕκαστον αὐτῶν, μετὰ τοῦ μὴ ἀθετεῖσθαι τὴν κατά τὸ ῥητὸν ἐντολὴν, βάθη σοφίας θεοῦ.

[*](11 om. ὼς B 28 ὀμόσαι] ὁμῶσαι A; ὀμόσει BD)