In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ‘. οὕτως ἐκτείνει τὴν χεῖρα, ἅπτεται τοῦ στόματος αὐτοῦ, δίδωσιν αὐτῷ λόγους, καὶ δίδωσιν αὐτῷ λόγους διὰ τὰς βασιλείας, ἵν᾿ ἐκριζώσῃ χρείαν δὲ εἶχεν ἐκριζούντων λόγων, ὅτε ἦν »ἐν τῷ πατρί«, οὐ εἶχε κατασκαπτόντων λόγων καὶ καθαιρούντων τὰ χείρονα· οὐδὲν γὰρ ἠν ἄξιον κατασκαφῆς ἐκεῖ, οὐδὲν ἦν ἄξιον ἐκριζώσεως. μέγα ἐστιν, ὡς τὸ οὐκ οἶδα ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀνομίας«, οὕτως ὑπὸ τοῦ σωτῆρος λεγόμενον διὰ τὸ ὑπερβάλλον μέγεθος τῆς δόξης αὐτοῦ, ἴσον δυνάμενον τῷ οὐκ ἐπίσταμαι λαλεῖν ἀνθρώπινα τὸ »οὐκ ἐπίσταμαι λαλεῖν«.

Εἴτε δὲ πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα λέγεται· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε«, ἀναγνοὺς τὴν Γένεσιν καὶ τηρήσας τὰ εἰρημένα περὶ τῆς κτίσεως τοῦ κόσμου εὑρήσεις, ὅτι ἡ γραφὴ πάνυ διαλεκτικώτατα οὐκ εἶπεν ὅτι πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ ἐπίσταμαί σε. ὅτε μὲν γάρ ὁ »καὶ [*](1 Vgl. Joh. 1, 1. 2. — 6. 21 Vgl. Joh. 14, 10. 11. — 10 Vgl. Kol. 1, —11 Vgl. Hebr. 9, 26. — 24 Vgl. Matth. 7, 23 Luk. 13, 27. — 25 Vgl. Eph. 1, 19 II Kor. 3, 10. — 31 Vgl. Gen. 1, 26. — 32 ff. Vgl. in Gen. Hom. 1, 13 (Lo 8, 121): Non enim . . . . factus esse corporalis horao dicitur, sed plasmatus . . . . Is autem, qui ad imaginem Dei factus est et ad similitudinem, interior homo noster est etc., u. ö.) [*](12 καὶ Co et Η | 15 u. 16 τοῦ θεοῦ] < Η, nach Hu mit Recht | 17 εἰμι1] + καὶ εἶπε κύριος πρός με Co | μή — εἰμι mit Η: Noli divcre: Juvenis ego sum | 19/20 δίδωσιν — λόγους2] ut det eiverha Η | 21 τῷ] vgl. Ζ. 6 | 23 ἐκριζώσεως] + Sed nunc accipit (od. accepit) ijarva, desercns maiora paid isper Η vielleicht richtig.)

9
εἰκόνα« ἐκτίζετο, »εἶπεν ό θεός· ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«, οὐκ εἰπεν· πλάσωμεν. ὅτε δὲ ἔλαβε »χοῦν ἀπὸ τῆς γῆς«, οὐ πεποίηκε τὸν ἄνθρωπον, ἀλλ' »ἔπλασε τὸν ἄνθρωπον« καὶ >ἔθετο ἐν τῷ παραδείσῳ τὸν ἄνθρωπον ὄν ἔπλασεν, ζεσθαι αὐτὸν καὶ φυλάσσειν καὶ πλάσεως , ὅτι ὁ κύριος εἴτε πρὸς τὸν Ἱερεμίαν εἴτε πρὸς τὸν σωτῆρα οὐκ εἶπεν· >πρὸ τοῦ με ποιῆσαί σε ἐν κοιλίᾳ σε ἀπὸ τοῦ χοῦ τῆς γῆς τοῦτο ἐν κοιλίᾳ κτίζεται.

»Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί οε«. εἰ πάντας ἠπίστατο ὁ κύριος [†πρὸς τὸ »οὐκ ἐπίσταμαι λαλεῖν« ἐπεὶ πάντας ὁ κύριος λεκτέον γάρ], οὐκ ἂν ὡς ἐξαίρετον ἔλεγε τῷ Ἱερεμίᾳ τὸ καὶ ἐπίσταμαί οε«. οὐκοῦν τοὺς διαφέροντας ἐπίσταται ό θεός, τοὺς ἀξίους τῆς γνώσεως αὐτοῦ ἐπίσταται ό θεός, καὶ »ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ«, τοὺς δὲ ἀναξίους οὐκ ἐπίσταται ό θεὸς, ὡς οὐδὲ ό σωτὴρ γέγων· »οὐδέποτε ἔγνων ὑμᾶς«. ἡμεῖς ἄνθρωποι ὄντες, ὅσον προκόπτομεν, κρίνομέν τινα ἄξια ὄντα τοῦ ἐπίστασθαι ἡμᾶς αὐτά· καί τινα οὐδὲ ἀκούειν θέλομεν, ἵνα μὴ αὐτὰ ἐπιστώμεθα μηδὲ εἰδῶμεν, τινὰ δὲ θέλομεν ἐπίστασθαι. τί δὲ ὁ τῶν ὅλων θεός; θέλει ἐπίστασθαι τὸν φαραώ, θέλει ἐπίστασθαι τοὺς Αἰrυπτίους, οὐκ εἰσὶ δὲ ἄξιοι τῆς ἐπιστήμης τοῦ θεοῦ· Μωσῆς δὲ ἄξιος, καὶ ἕκαστος τῶν προ- φητῶν τηλικοῦτος. πολλά σε δεῖ κατορθῶσαι, ἵνα ὁ θεὸς ἄρξηταί σε ἐπίστασθαι. τὸν μὲν γὰρ Ἱερεμίαν πρὸ τοῦ πλάσαι ἐν καοιλίᾳ< ἠπίστατο· ἄλλον δὲ ἄρχεται ἐπίστασθαι τριάκοντα ἔτη γεγονότα, ἄλλον τεσσάρακοντα ἔτη γεγονότα.

Λόγοι εἰσὶν ἀπόρρητοι, περὶ μὲν οὖν τοῦ σωτῆρος οὐ ζητούμενοι, περὶ δὲ τοῦ Ἱερεμίου τοῖς ὦτα ἔχουσιν ἐπιστάσεως δεόμενοι. [*](1 Vgl. Gen. 1, 26. — 2/3 Vgl. Gen. 2, 7.— 4/5 Vgl. Gen. 2,8.15.—5 Vgl. c. Cels. 4, 37 (Orig. I, 307, 25): περὶ διαφορᾶς ποιήσεως καὶ πλάσεως. — 9 Vgl. Gen. 2, 7. (Cat. Cram. IV, 14, 27ff.): τοιοῦτος ἦν Μωϋσῆς καὶ οἱ προφῆται....καὶ εἴτις παρ᾿ αὐτοῖς τούτοις παραπλήσιος. — 27 Vgl. Matth. 11, 15.) [*](5 ὅρα Co ὁρᾶν S intelligere H (l. intellege?) | 6 καὶ πλάσεως nach H: et plasmationis und c. Cels. (s. ob.) | εἴτε πρὸς τὸν1] πρὸς τὸν εἴτε S | 8 γίγνεται S | 11/12 πρὸς—γάρ] > Η w. e. sch. | 12 οὐκ ἂν] quomodo H | 18 ἐπιστώμεθα Hu ἐπιστάμεθα S | 19 τί δὲ nach H: quid arbitraris εἰ δὲ S | 21 θεοῦ] + sed ipsi faciunt ut ignorentur H, wohl Ausschmückung | 21/22 καὶ—τηλικοῦτος] Η scit prophetas et si quis H | 25 ἄλλον Ru nach H: alium.)

10

πῶς λέγει· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡλιακά δε«; ὁ θεὸς ἐαυτῷ ἁγιάζει τινάς. τοῦτον οὐ περιέμεινεν, ἵνα ἐλθόντα εἰς γένεσιν ἁγιάσῃ, ἀλλὰ πρὶν ἐξελθεῖν ἐκ μήτρας ἤδη ἡγίασεν. ἐὰν ἐπὶ τὸν σωτῆρα ἀναφέρῃς, οὐ χαλεπὸν εἰπεῖν, ὅτι πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται. ἐπὶ τὸν σωτῆρα ἐὰν ἀναφέρῃς, οὐ ·μόνον πρὶν ἐξελθεῖν ἡγίασται, ἀλλὰ καὶ ἔτι πρότερον ἡγίασται. οὑτος δὲ ὁ Ἱερεμίας πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται.