In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

ἔστι τις οἰκοδομὴ τοῦ διαβόλου, ἔστι τις οἰκοδομὴ τοῦ θεοῦ. ἡ »ἐπὶ τὴν ἄμμον« οἰκοδομὴ τοῦ διαβόλου ἐστίν, ἐπ᾿ οὐδενὶ γὰρ ἐστήρικται ἑδραίῳ καὶ βεβαίῳ καὶ ἡνωμένῳ· ἡ δὲ οἰκοδομὴ ἡ »ἐπὶ τὴν πέτραν« τοῦ θεοῦ ἐστιν. ὅρα τί λέγεται τοῖς τοῦ θεοῦ· »θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε«. οἱ λόγοι τοίνυν τοῦ θεοῦ »ἐπὶ ἔθνη καὶ βασιλείας« εἰσίν, »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. ἐὰν ἐκριζωθῇ μέν, μὴ ἀπόληται δὲ τὸ ἐκριζωθέν, ἔστι τὸ ἐκριζωθέν. ἐὰν κατασκαφῇ μέν, οἱ λίθοι δὲ τῆς [*](7 Matth. 15, 13. — 9 Vgl. Matth. 15, 19. — 12 Matth. 13, 28. — 13 Vgl. Matth. 13, 25. — 15 Vgl. Eph. 4, 27. — Vgl. Matth. 13, 25 Matth. 15, 13. — 17 Vgl. Eph. 4, 27. — 20 ff. Vgl. in Ezech. Hom. 1, 12 (Lo 14, 25f.): Benignus est Deus, dans sermones ad eradicandum etc. — 22 Vgl. Matth. 3, 2 usw. — 24—27 Vgl. Matth. 7, 24. 26. — 28 I Kor. 3, 9.) [*](1—4 εἶτα—ὀργήν] et ob id H | 3 τῆς1 V τὴν S | 8 ἐν vgl. S. 36, 21/22 | τῆς ψυχῆς vermutet Hu | 10 πορνεῖαι mit C: μοιχεῖαι, πορνεῖαι καὶ τὰ λοιπά und H: fornicationes τὸ ἐκριζωθέν nach H: adhuc permanet quod evulsum est.)

14
κατασκαφῆς μὴ ἀπόλωνται, ἔστι τὸ κατασκαφέν. ἔργον οὐν ἐστι τῆς ἀγαθότητος τοῦ θεοῦ, μετὰ τὸ ἐκριζῶσαι ἀπολέομαι τὸ ἐξερριζωμένον, μετὰ τὸ καθελεῖν ἀπολέσαι τὸ καθῃρημένον. ἀνάγνωθι ἐπιμελῶς ἐπὶ μὲν τῶν ἀπολλυμένων καὶ ἐκριζουμένων, πῶς ἀπόλλυνται τὰ τοιαῦτα· >τὸ δὲ ἄχυρον κατακαύσατε πυρὶ ἁσβέστῳ< καί δήσατε δέσμας ζιζάνια καὶ παράδοτε αὐτὰ πυρί< οὕτως μετὰ τὸ ἐκριζοῦσθαι ἀπόλλυται. εἰ θέλεις ἰδεῖν καὶ μετὰ καθαίρεσιν τὰ ἀπολλύμενα τῆς οἰκοδομῆς τῆς ὕλης τῆς φαύλης· χοῦς γίνεται ἡ οἰκία ἐκείνη ἡ διὰ τὴν λέπραν καθῃρη- μένη καὶ ἐκβάλλεται χοῦς γενομένη »ἔξω τῆς πόλεως«, ἵνα μηδὲ λίθος ᾖ μένων, ὁμοίως τῷ »ὡς πηλὸν πλατειῶν λεανῶ αύτούς«· δεῖ γὰρ μηδαμῶς συνεστάναι τὰ χείρονα. κατεσκάφη τι, μὴ οἱ λίθοι ἔστωσαν χρήσιμοι πρὸς [τὴν] ἄλλην οἰκοδομήν, ἣν δύναται οἰκοδομεῖν ὁ πονηρός· ἐξερριζώθη, μὴ πόλιν ἐκ τῶν ἐξερριζωμένων εὕρῃ σπέρματα, ἕνα ἐπισπείρῃ πάλιν τὰ ζιζάνια, πάντως γὰρ ἔχων τὰ σπέρματα τῶν ζιζανίων, ἐπέσπειρεν αὐτά. διὰ τοῦτο δήσατε τὰ ζιζάνια καὶ κατακαώσατε αὐτὰ πυρί< ἵνα μετὰ τὸ ἐκριζωθῆναι ἀπόληται, καὶ μετὰ τὸ κατασκαφῆναι ἡ τοῦ διαβόλου οἱκοδομὴ ἀπόληται.

Ἀλλ’ οὐκ ἐν τούτοις ἵστανται οἱ λόγοι τοῦ θεοῦ, ἐπὶ τῷ »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. ἔστω γὰρ ἐκρεριζωμένα ἀπ' ἐμοῦ τὰ φαῦλα, κατασκαφέντα τὰ χείρονα, τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τῶν ἐκριζωθέντων καταφυτευθῇ τὰ κρείττονα; τί μοι ὄφελος, ἐὰν μὴ ἀντὶ τούτων ἀνοικοδομηθῇ τὰ διαφέροντα; διὰ τοῦτο οἱ τοῦ θεοῦ λόγοι ποιοῦσι πρῶτον ἀναγκαίως τὸ »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν, μεθ’ ἃ τὸ »οἰκοδομεῖν καὶ καταφυτεύειν«. καὶ ἀεὶ ἐν τῇ γραφῇ τετηρήκαμεν τὰ σκυθρωποφανῆ, ἵν' οὕτως όνομάσω, Πρῶτα ὀνομαζόμενα, εἶτα τὰ δοκοῦντα εἶναι ἱλαρὰ δεύτερα λεγόμενα. »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω«. οὐκ εἶπεν· »ἐγὼ ζῆν ποιήσω«, μετὰ τοῦτο· »ἀποκτενῶ« · ἀμήχανον γάρ, ὃ πεποίηκε ζῆν ὁ θεός, ὑπ' αὐτοῦ ἢ ὑπ' ἄλλου τινός. ἀλλ’ ἀλλ' ἀποκτενῶ καὶ ζῆν ποιήσω«. τίνα ἀποκτενῶ; Παῦλον τὸν προδότην, Παῦλον τὸν διώκτην· »καὶ ζῆν ποιήσω«, ἵνα γένηται »Παῦλος ἀπόστολος Ἰησοῦ χρι- [*](5 Vgl. Matth. 3, 12. — Vgl. Matth. 13, 30. — 9 Lev. 14, 40 f. — 10 Psal. 18, 42. — —16 Vgl. Matth. 13, 25 u. 30, — 18ff. Vgl. c. Cels. 4, 1 (Orig. I, 271, 17). — 24ff. Vgl. Hom. 16, 6. — 27—31 Deut. 32, 39. — 31 Vgl. II Kor. 1, 1 u. ö.) [*](5 δεσμάς2] ΗCo; doch vgl. Manich. ap. Epiph. 66,65 | 10 ὁμοίως τῷ Hu juxta quod scriptum est Η ὁμοίως τὸ S | 11/12 Subversum est aliquid, lapides quoque ipsi qui destructi sunt conterantur, ne . . . . assumi valeant Η | 11 τι Blass vgl. Η δέ S | 12 τὴν streicht Blass | 15 τοῦτο] + jubet Dominus Η | κατακαύσατε Co H κατακαύσαται V καταπαύσατε S | 16/17 Η kennt nur ein ἀπόληται w. e. seh. | 24 τὸ »οἰκοδομεῖν mit Η: aedificant (vgl. S. 4, 24. 26 geg. S. 15, 14) | 27/28 οὐκ — ἀποκτενῶ mit Η: Νοn dixit (+ prius Vall.) Ego uiuificabo, et postca, oceidam.)

15
στοῦ«. ταῦτα εἰ νενοήκεισαν οἱ ταλαίπωροι οἱ ἀπὸ τῶν αἱρέσεων, οὐκ ἂν αὐτὰ συνεχῶς προέφερον ἡμῖν λέγοντες· ὁρᾷς τὸν θεὸν τὸν τοῦ νόμου πῶς ἐστιν ἄγριος καὶ ἀπάνθρωπος καὶ λέγει· »ἐγὼ ἀποκτενῶ, καὶ ζῆν ποιήσω«; οὐ βλέπεις ἐν ταῖς γραφαῖς ἐπαγγελίαν ἀναστάσεως νεκρῶν; ἢ οὐχ ὁρᾷς τὴν ἀνάστασιν τῶν νεκρῶν ἤδη προοιμιαζομένην καθ’ ἕκαστον; »συνετάφημεν« τῷ Χριστῷ »διὰ τοῦ βαπτίσματος« καὶ συνανέστημεν αὐτῷ.

Οὐκοῦν ἀπὸ σκυθρωποτέρων μὲν φωνῶν, ἀναγκαίων δὲ ἄρχεται οἶον »ἀποκτενῶ« εἶτα ἀποκτείνας »καὶ ζῆν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι«· »ὅν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται«. πρῶτον πατάσσει καὶ μετὰ τοῦτο ἰᾶται· »αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν«. οὕτω δὲ καὶ ἐνθάδε· »καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν«. πλὴν πρῶτόν ἐστιν ἐκεῖνα τὰ φαῦλα ἀφαιρεθῆναι ἀφ’ ἡμῶν. οὐ δύναται εἰς τόπον τῆς οἰκοδομῆς τῆς φαύλης οἰκοδομεῖν ὁ θεός. »τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς κοινωνία φωτὶ πρὸς σκότος«; δεῖ τὴν κακίαν ἐκ βάθρων ἐκριζωθῆναι, δεῖ τὴν οἰκοδομὴν τῆς κακίας καταναλωθῆναι ἀπὸ τῆς ψυχῆς ἡμῶν, ἵνα μετὰ ταῦτα οἱ λόγοι τοῦ θεοῦ οἰκοδομῶσι καὶ φυτεύωσι· οὐ δύναμαι γὰρ ἄλλως νοῆσαι τὰ γεγραμμένα· »ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου«. τί ποιοῦσιν οἱ λόγοι; »ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν«. λόγοι ἐκριζοῦσιν »ἔθνη«, λόγοι [*](1ff. Vgl. c. Cels. II, 24 (Orig. Ι, 153, 25 f.): τοῦ μὲν »ἐγὼ ἀποκτενῶ« δοκοῦσιν ἀκηκοέναι καὶ πολλάκις ἡμῖν αὐτὸ ὀνειδίζουσι, τοῦ δὲ »ζῆν ποιήσω« οὐδὲ μέμνηνται, in Luc. Hom. 16 (Lo 5, 142 f.): contra Conditorem latrant, et hinc inde de veteri testamento, quae non intelligunt testimonia congregantes, simplicium corda decipiunt. Aiunt enim: ecce, Dens legis et prophetariim, videte qualis sit. „Ego, — inquit, — „occidam, et ego vivere faciam: percutiam, et ego sanabo ‘‘ Audiunt „occidam", et non audiunt: „vivificabo": audiunt: „percutiam", et audire contemnunt: „et ego sanabo". Vgl.inMatth.Tom. 15, 11(Lo3,349), in Jerem. Hom. 12, 5 usw. — 3 Deut. 32, 39. — 6 Vgl. öm. 6, 4. — 9 Vgl. Deut. 32, 39. — 10 Hebr. 12, 6. — 11 Hiob 5, 18. — 12 ff. Vgl. in Jos. Hom. 13, 3. 4 (Lo 11, 121): et sicut dicebamus tunc, cum Jeremiam dissereremus, quia acceperat verba in os suum, quibus subverteret et aedificaret, evelleret et plantaret: ita . . . . Necessarium ergo et primum hoc opus Verbi Dei est, plantam eradicare peccati . . . . Secundi jam operis est plantare etc., in Num. Hom. 13, 2 (Lo 10, 145 f.). — 16 II Kor. 6, 14.) [*](3 νόμου] + et Prophetarum Η | λέγει Co dicit Η λέγοι S | 4 ἐπαγγελίαν] adnuntiationem Η ἀπαγγελίαν S | 4/5 οὐ βλέπεις . . . . ἢ οὐχ ὁρᾷς] non advertentes . . . . non considerantes Η | 15 ἀφαιρεθῆναι (vgl. Hu) nach H: auferantur ῥηθῆναι S | 17 τίς] aut (od. et) quae Η | 19 οἱ — ἄλλως (z. Τ. mit Blass) nach H: sermones Dei aedeficent atque plantent. Possumus siquidem et aliter οἱ λόγοι οἰκοδομηθῶσιν· οὐ δύναμαι γὰρ ὅλως S.)

16
κατασκάπτουσι βασιλείας‘ « < ἀλλ᾿ οὐ τὰς x003E; ταύτας ταύτας τὰς καὶ κοσμικάς. ἀξίως λόγων κατασκαπτόντων, ἀξίως λόγων ἐκριζούντων νόει τὰ ἐκριζούμενα ὑπὸ λόηων, τὰ κατασκαπτόμενα ὑπὸ λόγων. ἆρα ἄρτι ἐν τοῖς λεγομένοις οὐκ ἔστι δύναμις, ἐὰν ὁ θεὸς διδῷ (κατὰ τὸ »κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις πολλῇ«), δύναμις ἐκριζοῦσα, εἴ τις ἀπιστία, εἴ τις ὑπόκρισις, εἴ τις πονηρία, εἴ τις ἀκολασία; οὐκ ἔστι κατασκάπτουσα, εἴ που εἰδωλεῖον ᾠκοδόμηται εἰς τὴν καρδίαν; ἵνα ἐκείνου κατασκαφέντος οἰκοδομηθῇ ναὸς τοῦ θεοῦ, καὶ δόξα τοῦ θεοῦ εὑρεθῇ ἐν τῷ ἀνοικοδομηθέντι ναῷ, καὶ γένηται οὐκ ἄλσος, ἀλλὰ φυτεία παράδεισος τοῦ θεοῦ, ὅπου ὁ ναὸς τοῦ θεοῦ έν Χριστῷ Ἰησοῦ· ᾦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

»Ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου, οὐδὲ ᾄδου βασίλειον ἐπὶ γῆς«. εἶτα ὀλίγον ὑπερβὰς τὸ ῥητὸν ἐρῶ, πόθεν θάνατος εἰσῆλθεν· »φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον«. εἴ τι οὖν ἄριστον περὶ ἡμᾶς, ὁ θεὸς πεποίηκεν, ἡμεῖς δὲ ἑαυτοῖς ἐκτίσαμεν τὴν κακίαν καὶ τὰς ἁμαρτίας. διὰ τοῦτο καὶ ἐν- [*](4ff. Vgl. c. Cels. 6, 2 (Orig. II, 72, 1ff.), c. Cels. 4, 1 (Orig. I, 273 f.). — 5 Psal. es, 11. — 7—11 Vgl. II Kor. 6, 16 Barn. 16, 6—10? — 10 Vgl. Gen. 2, 8. — Sal. 1, 13. 14. — 18 ff. Vgl. Euseb. Praep. ev. 18, 3, 38. 39. — 22 Weish. Sal. 2, 24.) [*](1 ἀλλ’ οὐ τὰς βασιλείας nach Η: sed non regna | 6 εἴ τις ἀκολασία; οὐκ ἔστι κατασκάπτουσα, εἴ που εἰδωλεῖον] si qua luxuria, si qua discordia non est suffossa. Sicubi idolum Η | 10 οὐκ ἄλσος] non infertilis, sive lucus exsurgens Η vgl. S. 27, 7ff. | paradisi Η παραδείσου Hu | τοῦ θεοῦ] < Η | 14 μέχρις S | 14/15 ἐὰν — < Η | 17 Homilia ΧΙΙΙ Η | 18 — S. 17, 10 Hierzu Fragm. 5 in C: Εἰ—Σιών | ὁλέθρου] mortis Η | 21 ὑπερβὰς] ὑποβὰς Blass | τὸ ῥητὸν ἐρῶ] reperio Η τὸ ῥητὸν εὐρίσκω Hu | οὖν] < Η ὁ Ru | 23 ἄριστον CRu ἀρεστὸν S ἀρετὴν Co Η | 24 ἐκτίσαμεν SC adtraximus Η ἑλκήσαμεν Hu [sic].)

17
θάδε ἡ ἀρχὴ τοῦ ἀναγνώσματος ἡ ἐν τῷ προφήτῃ οἶον ἐπαπορητικῶς ἔλεγεν πρὸς τοὺς πικρότητα ἐσχηκότας ἐν τῇ ψυχῇ ἐναντίαν τῇ γλυκύτητι, ἣν ὁ θεὸς κατεσκεύασεν αὐτῇ· »πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία;« ὡσεὶ ἔλεγε· χωλότητα οὐκ ἐποίησεν ὁ θεός, ἀλλ' ἀρτίποδας πεποίηκε πάντας, τίς αἰτία δὲ γεγένηται τοῦ τοὺς κεχωλωμένους; καὶ πεποίηκεν ὁ θεὸς τὰ μέλη πάντα προηγουμένως ὑγιαίνοντα, γέγονε δὲ τίς αἰτία τοῦ παθεῖν τινα; τὸν αὐτὸν τρόπον ἡ ψυχὴ οὐ τοῦ πρώτου μόνου γέγονε »κατ' εἰκόνα«, ἀλλὰ παντὸς ἀνθρώπου. τὸ γὰρ ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετίραν« φθάνει ἐπὶ πάντας ἀνθρώπους. καὶ ἔστι πρεσβύτερον ὥσπερ ἐν τῷ Ἀδὰμ ἐκεῖνο ὃ οἱ πολλοὶ νοοῦαι τὸ κατ' εἰκόνα τοῦ προσειλημμένου αὐτῷ, ὅτε ἐφόρεσε διὰ τὴν ἁμαρτίαν »τὴν εἰκόνα τοῦ χοϊκοῦ«, οὕτως ἐν πᾶσι πρεσβύτερον τὸ κατ' εἰκόνα θεοῦ τῆς εἰκόνος τῆς χείρονος. »ἐφορέσαμεν« ἁμαρτωλοὶ ὄντες »τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν« μετανοοῦντες τὴν εἰκόνα τοῦ ἐπουρανίου«. πλὴν ἡ κτίσις γέγονεν ἐν εἰκόνι τοῦ ἐπουρανίου. Ἀπορεῖ οὖν ἐνθάδε πρὸς τοὺς ἁμαρτάνοντας ἐλεγκτικῶς λέγων ὁ λόγος· »πῶς ἐστράφης εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ« γὰρ »ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«. ἐν τοῖς πρὸ τούτων λέλεκται, καὶ ἐπαναλαβὼν ὀλίγα πείσω ὑμᾶς, ὅτι θεὸς μὲν καλὴν ἄμπελον ἐφύτευσε τὴν τοῦ ἀνθρώπου ψυχήν, ἕκαστος δὲ στραφεὶς γέγονεν ἐναντίος τῷ βουλήματι τοῦ κτίσαντος. »ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν«, οὐκ ἐκ μέρους »ἀληθινήν« οὐδὲ τὴν μὲν ἀληθινὴν τὴν δὲ ψευδῆ, ἀλλ' »ἐγὼ ἐφύτευσά σε ἄμπε- λον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης«, >ἐμοῦ σε πᾶσαν ἀληθινὴν ἄμπελον, σὺ πῶς ἐστράφης εἰς πικρίαν καὶ γέγονας ἀλλοτρία ἄμπελος;