De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἀλλ᾿ οἴεταί τις ἀναπαύεσθαι ὡς μὴ πειραζόμενος, ὅτε δεδόξασται παρὰ τοῖς ἀνθρώποις· καὶ πῶς οὐ χαλεπὸν τὸ „ἀπέχουσι τὸν μισθὸν“ ἀπὸ „τῶν ἀνθρώπων,“ ἀπαγγελλόμενον τοῖς ἐπαιρομένοις ὡς ἐπ᾿ ἀγαθῷ τῇ παρὰ τοῖς πολλοῖς δόξῃ; πῶς δ᾿ οὐκ ἐπιπληκτικὸν τὸ „πῶς δύνασθε ὑμεῖς πιστεῦσαι, δόξαν παρ᾿ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;“ καὶ τί με δεῖ καταλέγειν τὰ τῶν νομιζομένων εὐγενῶν ἐν ὑπερηφανίᾳ πταίσματα καὶ τῶν λεγομένων δυσγενῶν διὰ τὸ ἀνεπίστημον τὴν πρὸς τοὺς ὑπερέχειν νομιζομένους ὑπόπτωσιν θωπευτικὴν, ἀφιστᾶσαν θεοῦ τοὺς γνησίαν μὲν φιλίαν οὐκ ἔχοντας τὸ δὲ κάλλιστον τῶν ἐν ἀνθρώποις. τὴν ἀγάπην, ὑποκρινομένους;

πᾶς τοίνυν „ὁ βίος,“ καθὼς προείρηται, τοῦ „ἀνθρώπου ἐπὶ τῆς γῆς“ „ἐστι“ „πειρατήριον“· διόπερ εὐχώμεθα ῥυσθῆναι πειρατηρίου. οὐκ ἐν τῷ μὴ πειράζεσθαι (τοῦτο γὰρ ἀμήχανον. μάλιστα τοῖς „ἐπὶ γῆς“) ἀλλὰ ἐν τῷ μὴ ἡττᾶσθαι πειραζομένους. τὸν δὲ ἡττώμενον ἐν τῷ πειράζεσθαι εἰσέρχεσθαι „εἰς“ τὸν „πειρασμὸν,“ ἐνεχόμενον τοῖς δικτύοις αὐτοῦ, ὑπολαμβάνω· εἰς ἅπερ δίκτυα διὰ τοὺς προκατειλημμένους ἐν αὐτοῖς εἰσελθὼν ὁ σωτὴρ, „ἐκκύπτων διὰ τῶν δικτύων“ κατὰ τὸ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων εἰρημένον. „ἀποκρίνεται“ τοῖς προκατειλημμένοις ὑπ᾿ αὐτῶν καὶ εἰσελθοῦσιν „εἰς“ τὸν „πειρασμὸν,“ „καὶ λέγει“ οὖσι νύμφῃ αὐτοῦ· „ἀνάστα, ἐλθὲ ἡ πλησίον μου, καλή μου, περιστερά μου.“ προσθήσω δὲ εἰς τὸ πειρασθῆναι πάντα καιρὸν πειρασμοῦ εἶναι τοῖς ἀνθρώποις καὶ ταῦτα· οὐδὲ ὁ τὸν νόμον τοῦ θεοῦ μελετῶν „ἡμέρας καὶ νυκτὸς“ καὶ ἀσκῶν κατορθῶσαι τὸ εἰρημένον· „στόμα δικαίου μελετήσει σοφίαν“ τοῦ πειράζεσθαι ἀπήλλακται.

ὅσοι γοῦν παρεκδεξάμενοι ἐν τῷ ἀνατεθεικέναι αὑτοὺς τῇ ἐξετάσει τῶν θείων γραφῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀπηγγελμένα ἀθέοις καὶ ἀσεβέσι δόγμασιν ἑαυτοὺς ἀνατεθείκασιν (ἢ) ἠλιθίοις καὶ

v.2.p.386
γελοίοις, τί δεῖ καὶ λέγειν, τῶν δοκούντων τῷ τῆς ἀμελείας τῶν ἀναγνωσμάτων ἐγκλήματι μὴ εἶναι ἐνόχων μυρίων ὅσων τὰ τοιαῦτα πταιόντων; τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ τῶν ἀποστολικῶν καὶ εὐαγγελικῶν ἀναγνωσμάτων πολλοὶ πεπόνθασι, διὰ τὰς ἰδίας ἀνοίας ἀναπλάττοντες ἕτερον παρὰ τὸν θεολογούμενον καὶ κατὰ τὴν ἀλήθειαν νενοημένον τοῖς ἁγίοις υἱὸν ἢ πατέρα. ὁ γὰρ μὴ τὰ ἀληθῆ φρονῶν περὶ θεοῦ ἢ Χριστοῦ αὐτοῦ τοῦ μὲν ἀληθινοῦ ἀποπέπτωκε θεοῦ καὶ τοῦ μονογενοῦς αὐτοῦ· ὃν δὲ ἀνέπλασεν ἡ ἄνοια αὐτοῦ, νομίζουσα εἶναι πατέρα καὶ υἱὸν, οὐκ ὄντως προσκυνεῖ, τοῦτο παθὼν διὰ τὸ τὸν ἐν τῷ ἀναγινώσκειν τὰ ἅγια πειρασμὸν μὴ νενοηκέναι μηδὲ ὡς πρὸς ἀγῶνα καὶ τότε αὐτῷ ἐνεστηκότα ὁπλισάμενος καὶ στάς.