De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

χρὴ τοίνυν εὔχεσθαι οὐχ ἵνα μὴ πειρασθῶμεν (τοῦτο γὰρ ἀδύνατον) ἀλλ᾿ ἵνα μὴ ὑπὸ τοῦ πειρασμοῦ περιβληθῶμεν, ὅπερ πάσχουσιν οἱ ἐνεχόμενοι αὐτῷ καὶ νενικημένοι. ἐπεὶ οὖν ἔξω μὲν τῆς εὐχῆς γέγραπται „μὴ εἰσελθεῖν εἰς πειρασμὸν.“ ὅπερ ἐκ τῶν εἰρημένων δύναταί πως εἶναι σαφὲς, ἐν δὲ τῇ εὐχῇ λέγειν ἡμᾶς δεῖ· „μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν“ τῷ πατρὶ θεῷ· ἄξιον ἰδεῖν, πῶς χρὴ νοεῖν τὸν θεὸν εἰσάγειν τὸν μὴ εὐξάμενον ἢ τὸν μὴ ἐπακουόμενον „εἰς“ τὸν „πειρασμόν.“ ἀπεμφαίνει γὰρ, τοῦ νικωμένου εἰσερχομένου „εἰς“ τὸν „πειρασμὸν“, τὸν θεὸν νομίζειν εἰσάγειν τινὰ „εἰς πειρασμὸν,“ οἱονεὶ τῷ νικᾶσθαι αὐτὸν παραδόντα. ἡ δ᾿ αὐτὴ ἀπέμφασις περιμένει καὶ τὸν ὅπως ποτὲ ἐξηγούμενον τὸ „εὔχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.“ εἰ γὰρ κακὸν τὸ ἐμπεσεῖν „εἰς πειρασμὸν,“ ὅπερ ἵνα μὴ πάθωμεν εὐχόμεθα, πῶς οὐκ ἄτοπον νοεῖν τὸν ἀγαθὸν θεὸν, μὴ δυνάμενον „καρποὺς“ φέρειν „πονηροὺς,“ περιβάλλειν τινὰ τοῖς κακοῖς;

χρήσιμον οὖν εἰς ταῦτα παραθέσθαι τὰ ἐν τῇ πρὸς Ῥωμαίους ὑπὸ τοῦ Παύλου εἰρημένα τοῦτον τὸν τρόπον· „φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. διὸ παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς,“ καὶ μετ᾿ ὀλίγα· „διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς

v.2.p.387
εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν· ὁμοίως καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν“ καὶ τὰ ἑξῆς· καὶ πάλιν μετ᾿ ὀλίγα· „καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.“ πλὴν ταῦτα πάντα προσεκτέον τοῖς διακόπτουσι τὴν θεότητα, καὶ λεκτέον πρὸς αὐτοὺς. ἕτερον νομίζοντας εἶναι τὸν ἀγαθὸν πατέρα τοῦ κυρίου ἡμῶν παρὰ τὸν τοῦ νόμου θεὸν. εἰ ὁ ἀγαθὸς θεὸς τὸν μὴ τυγχάνοντα τῆς εὐχῆς εἰσάγει „εἰς πειρασμὸν,“ καὶ εἰ ὁ πατὴρ τοῦ κυρίου παραδίδωσιν „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν“ τοὺς προημαρτηκότας τι „εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν αὑτοῖς,“ καὶ εἰ, ὡς αὐτοί φασι, τοῦ κρίνειν καὶ κολάζειν ἀπηλλαγμένος παραδίδωσιν „εἰς πάθη ἀτιμίας“ καὶ „εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα,“ οὐκ ἂν „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν ἑαυτῶν“ γεγενημένων τῶν μὴ παραδοθέντων αὐταῖς ὑπὸ τοῦ θεοῦ, οὐδ᾿ ἂν πάθεσιν „ἀτιμίας“ ὑποπεπτωκότων τῶν μὴ ὑπὸ τοῦ θεοῦ παραδοθέντων αὐτοῖς, οὐδ᾿ ἂν „εἰς ἀδόκιμον νοῦν“ καταπιπτόντων χωρὶς τοῦ παραδίδοσθαι αὐτῷ ὑπὸ θεοῦ τοὺς οὕτω καταδικασθέντας;

ἐκείνους μὲν οὖν εὖ οἶδα ὅτι σφόδρα ταράξει ταῦτα, διὰ τοῦτο ἄλλον ἀναπλάσαντας παρὰ τὸν ποιητὴν οὐρανοῦ καὶ γῆς θεὸν, ἐπεὶ πολλὰ τοιαῦτα εὑρίσκοντες ἐν τῷ νόμῳ καὶ τοῖς προφήταις προσέκοψαν ὡς οὐκ ἀγαθῷ τῷ τοιαύτας προφερομένῳ φωνάς· ἡμῖν δὲ ἤδη διὰ τὰ ἐπαπορηθέντα περὶ τοῦ „μὴ εἰσενέγκῃς εἰς πειρασμὸν ἡμᾶς,“ δι᾿ ἅπερ καὶ τὰς ἀποστολικὰς λέξεις παρεθέμεθα, θεωρητέον εἰ καὶ ἡμεῖς εὑρίσκομεν ἀξιολόγους τῶν ἀπεμφάσεων λύσεις. ἡγοῦμαι δὴ τὸν θεὸν ἑκάστην λογικὴν οἰκονομεῖν ψυχὴν, ἀφορῶντα εἰς τὴν ἀΐδιον αὐτῆς ζωὴν, ἀεὶ ἔχουσαν τὸ αὐτεξούσιον καὶ

v.2.p.388
παρὰ τὴν ἰδίαν αἰτίαν ἤτοι ἐν τοῖς κρείττοσι κατ᾿ ἐπανάβασιν ἕως τῆς ἀκρότητος τῶν ἀγαθῶν γινομένην (ἢ) καταβαίνουσαν διαφόρως ἐξ ἀπροσεξίας ἐπὶ τὴν τοσήνδε ἢ τοσήνδε τῆς κακίας χύσιν. ἐπεὶ οὖν ἡ ταχεῖα θεραπεία καὶ συντομωτέρα καταφρόνησίν τισιν ἐμποιεῖ τῶν, εἰς ἃ ἐμπεπτώκασι, νοσημάτων ὡς εὐθεραπεύτων, ὥστε καὶ δεύτερον ἂν μετὰ τὸ ὑγιᾶσθαι τοῖς αὐτοῖς περιπεσεῖν, εὐλόγως ἐπὶ τῶν τοιούτων περιόψεται τὴν ἐπί τι κακίαν αὔξουσαν, καὶ ἐπὶ πλεῖστον χεομένην ἐν αὐτοῖς ἀνίατον ὑπερορῶν, ἵνα τῷ προσδιατρῖψαι τῷ κακῷ καὶ ἐμφορηθῆναι ἧς ἐπιθυμοῦσιν ἁμαρτίας κορεσθέντες αἰσθηθῶσι τῆς βλάβης, καὶ μισήσαντες ὅπερ πρότερον ἀπεδέξαντο δυνηθῶσι θεραπευθέντες βεβαιότερον ὄνασθαι τῆς ἐν τῷ θεραπευθῆναι ὑπαρχούσης ὑγείας τῶν ψυχῶν αὐτοῖς· οἷον „ὁ ἐπίμικτός“ ποτε ἐν τοῖς υἱοῖς Ἰσραὴλ „ἐπεθύμησαν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ καὶ εἶπαν· τίς ἡμᾶς ψωμιεῖ κρέα; ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν δωρεὰν ἐν Αἰγύπτῳ, καὶ τοὺς σικυοὺς καὶ τοὺς πέπονας καὶ τὰ πράσα καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα· νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος, οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν.“ εἶτα μετ᾿ ὀλίγα λέγεται· „καὶ ἤκουσε Μωϋσῆς κλαιόντων αὐτῶν κατὰ δήμους αὐτῶν· ἕκαστος ἐπὶ τῆς θύρας αὐτοῦ.“ καὶ πάλιν μετ᾿ ὀλίγα κύριός φησι τῷ Μωϋσεῖ· „καὶ τῷ λαῷ ἐρεῖς· ἁγνίσασθε αὔριον, καὶ φάγεσθε κρέα, ὅτι ἐκλαύσατε ἐναντίον κυρίου λέγοντες· τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγύπτῳ· καὶ δώσει ὑμῖν κύριος κρέα φαγεῖν, καὶ φάγεσθε κρέα. οὐχ ἡμέραν μίαν φάγεσθε οὐδὲ δύο οὐδὲ πέντε ἡμέρας οὐ(δὲ) δέκα ἡμέρας οὐδὲ εἴκοσιν ἡμέρας· ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ λέγοντες· ἵνα τί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου;“