De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

τὸ δὲ ἐν τῷ εἰκοστῷ πέμπτῳ ψαλμῷ· „δοκίμασόν με, κύριε, καὶ πείρασόν με, πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου“ εὐλόγως τις ὑπολήψεται τῶν μὴ ἀκριβούντων, τί τὸ βούλημα τῆς προστάξεως τοῦ σωτῆρος, ἐναντίως γεγονέναι οἷς ὁ κύριος ἡμῶν περὶ εὐχῆς ἐδίδαξε. πότε δέ τις νενόμικεν εἶναι ἔξω πειρασμῶν ἀνθρώπους, ὧν ᾔδει τὸν λόγον συμπεπληρωκώς; καὶ ποῖος καιρός ἐστιν, ἐν ᾧ ὡς μὴ ἀγωνιζόμενος περὶ τοῦ μὴ ἁμαρτήσεσθαι καταπεφρόνηκε; πένεταί τις; εὐλαβείσθω, μή ποτε κλέψας ὀμόσῃ „τὸ ὄνομα τοῦ θεοῦ“· ἀλλὰ πλουτεῖ; μὴ καταφρονείτω· δύναται γὰρ „πλησθεὶς

v.2.p.384
ψευδὴς“ γενέσθαι καὶ ἐπαρθεὶς εἰπεῖν· „τίς με ὁρᾷ,·“ οὐδὲ Παῦλος γοῦν πλουτῶν „ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει“ κινδύνου ἀπήλλακται τοῦ ὡς ἐπὶ τούτοις ἐν τῷ ὑπεραίρεσθαι ἁμαρτάνειν, ἀλλὰ δεῖται σκόλοπος τοῦ σατανᾶ κολαφίζοντος αὐτὸν, „ἵνα μὴ“ ὑπεραίρηται. κἂν συνειδῇ τις ἑαυτῷ τὰ κρείττονα καὶ ἀναπτερωθῇ ἀπὸ τῶν κακῶν, ἀναγινωσκέτω τὸ εἰρημένον ἐν τῇ δευτέρᾳ τῶν Παραλειπομένων περὶ Ἐζεκίου, ὅστις πεπτωκέναι λέγεται „ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.“

εἰ δὲ, ἐπεὶ μὴ πλείονα περὶ τοῦ πένητος εἰρήκαμεν, καταφρονεῖ τις, ὡς μὴ πειρασμοῦ τοῦ περὶ τῆς πενίας, ἴστω ὅτι ὁ ἐπιβουλεύων ἐπιβουλεύει ὑπὲρ „τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα,“ καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Σολομῶντα „ὁ πτωχὸς οὐχ ὑφίσταται ἀπειλήν.“ τί δὲ δεῖ λέγειν, ὅσοι διὰ τὸν σωματικὸν πλοῦτον, μὴ καλῶς αὐτὸν οἰκονομήσαντες, τὴν μετὰ τοῦ ἐν τῷ εὐαγγελίῳ πλουσίου χώραν ἐν τῇ κολάσει εἰλήφασι, καὶ ὅσοι ἀγεννῶς τὴν πενίαν φέροντες, δουλοπρεπέστερον καὶ ταπεινότερον ἢ κατὰ τὰ ἐν τοῖς „ἁγίοις“ πρέποντα ἀναστρεφόμενοι, τῆς ἐπουρανίου ἐλπίδος ἀποπεπτώκασιν; οὐδὲ οἱ μεταξὺ δὲ τούτων καθ᾿ ἑκάτερον, πλοῦτον καὶ πενίαν, τοῦ κατὰ τὴν σύμμετρον κτῆσιν ἁμαρτάνειν πάντως εἰσὶν ἀπηλλαγμένοι.

ἀλλὰ ὑγιαίνων τῷ σώματι καὶ εὐεκτῶν ἔξω παντὸς πειρασμοῦ κατ᾿ αὐτὸ τὸ ὑγιαίνειν καὶ εὐεκτεῖν ὑπολαμβάνει τυγχάνειν· καὶ τίνων ἄλλων ἢ τῶν εὐεκτούντων καὶ ὑγιαινόντων ἐστὶν ἁμάρτημα τὸ φθείρειν „τὸν ναὸν τοῦ θεοῦ,“ οὐ τολμήσει τις διὰ τὸ ἐκκεῖσθαι πᾶσι σαφῶς τὰ κατὰ τὸν. τόπον εἰπεῖν. νοσῶν δὲ τίς τοὺς εἰς τὸ φθείρειν „τὸν ναὸν τοῦ θεοῦ“ [τίς] ἐρεθισμοὺς ἐκπέφευγε, σχολάζων κατ᾿ ἐκεῖνο καιροῦ καὶ πάνυ τι δεχόμενος τοὺς περὶ τῶν ἀκαθάρτων πραγμάτων λογισμούς; ἀλλ᾿ ὅσα παρὰ τούτους ταράττει αὐτὸν, ἐὰν μὴ „πάσῃ φυλακῇ“ τηρῇ τὴν „καρδίαν,“ τί δεῖ καὶ λέγειν; πολλοὶ γὰρ ὑπὸ τῶν πόνων νικώμενοι καὶ ἀνδρείως νόσους φέρειν οὐκ ἐπιστάμενοι μᾶλλον τὴν ψυχὴν ἠλέγχθησαν τότε νενοσηκότες ἢ τὰ σώματα·

v.2.p.385
πολλοὶ δὲ καὶ διὰ τὸ φεύγειν τὴν ἀδοξίαν, ἐπαισχυνόμενοι τὸ Χριστοῦ εὐγενῶς ὄνομα φέρειν, εἰς αἰσχύνην αἰώνιον καταπεπτώκασιν.