De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ὅτι δὲ „πειρατήριον“ πᾶς „ὁ“ „ἐπὶ γῆς“ ἀνθρώπινος „βίος,“ ἀπὸ τοῦ Ἰὼβ μεμαθήκαμεν διὰ τούτων· „πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος τῶν ἀνθρώπων ἐπὶ γῆς;“ καὶ ἀπὸ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ τὸ αὐτὸ δηλοῦται ἐν τῷ· „ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου.“ ἀλλὰ καὶ ὁ Παῦλος Κορινθίοις γράφων οὐχὶ τὸ μὴ πειράζεσθαι ἀλλὰ τὸ μὴ παρὰ δύναμιν πειράζεσθαί φησι χαρίζεσθαι τὸν θεὸν, λέγων· „πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεὸς, (ὃς) οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.“ εἴτε γὰρ „ἡ πάλη“ „ἐστὶ“ „πρὸς“ τὴν ἐπιθυμοῦσαν ἢ στρατευομένην „κατὰ τοῦ πνεύματος“ „σάρκα“ ἢ πρὸς τὴν ψυχὴν „πάσης σαρκὸς“ (ἥτις ἐστὶν ὁμωνύμως ᾧ ἐγκατοικεῖ σώματι τὸ ἡγεμονικὸν, ὃ καλεῖται καρδία), ὁποία ἐστὶν „ἡ πάλη“ τοῖς τοὺς ἀνθρωπίνους πειραζομένοις πειρασμοὺς, εἴτε ὡς διαβεβηκόσι καὶ τελεωτέροις ἀθληταῖς, οὐκέτι „πρὸς αἷμα καὶ σάρκα“ παλαίουσιν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις πειρασμοῖς ἐξεταζομένοις, οὓς καταπεπατήκασιν ἤδη, „πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας“ ἐστὶν ἡμῖν τὰ ἀγωνίσματα, τοῦ πειράζεσθαι οὐκ ἀπηλλάγμεθα.

πῶς οὖν κελεύει ἡμᾶς ὁ σωτὴρ εὔχεσθαι μὴ εἰσελθεῖν „εἰς πειρασμὸν,“ πειράζοντός πως πάντας τοῦ θεοῦ; „μνήσθητε“ γὰρ. φησὶν ἡ Ἰουδαία [εἰ] οὐ πρὸς τοὺς τότε πρεσβυτέρους μόνον ἀλλὰ

v.2.p.383
καὶ πρὸς πάντας τοὺς ἐντυγχάνοντας αὐτῆς τῇ γραφῇ, „ὅσα ἐποίησε μετὰ Ἀβραὰμ, καὶ ὅσα ἐπείρασε τὸν Ἰσαὰκ, καὶ ὅσα ἐγένετο τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας. ποιμαίνοντι Λάβαν τὰ πρόβατα τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ· οὐ γὰρ καθὼς ἐκείνους ἐπύρωσεν εἰς ἐτασμὸν καρδίας αὐτῶν, καὶ ἡμᾶς ἐκδικεῖ ὁ εἰς νουθέτησιν μαστιγῶν κύριος τοὺς ἐγγίζοντας αὐτῷ.“ καὶ ὡς καθολικὸν δὲ ἀποφαίνεται περὶ πάντων δικαίων ὁ μὲν Δαυῒδ λέγων· „πολλαὶ αἱ θλίψεις τῶν δικαίων,“ ὁ δὲ ἀπόστολος ἐν ταῖς Πράξεσιν· „ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.“

καὶ ἐὰν μὴ συνῶμεν τὸ τοὺς πολλοὺς λανθάνον περὶ τοῦ μὴ εἰσελθεῖν „εἰς πειρασμὸν“ προσεύχεσθαι. ὥρα λέγειν ὅτι οἱ ἀπόστολοι εὐχόμενοι οὐκ ἐπηκούοντο. μυρία ὅσα ἐν παντὶ τῷ χρόνῳ ἑαυτῶν πεπονθότες, „ἐν κόποις περισσοτέρως ἐν πληγαῖς περισσοτέρως ἐν φυλακαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις,“ ὁ δὲ Παῦλος ἰδίᾳ „ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν“ εἴληφε. „τρὶς“ ἐῤῥαβδίσθη, „ἅπαξ“ ἐλιθάσθη, „τρὶς“ ἐναυάγησε, „νυχθήμερον ἐν τῷ βυθῷ“ πεποίηκεν, ἄνθρωπος „ἐν παντὶ“ θλιβόμενος καὶ ἀπορούμενος καὶ διωκόμενος καὶ καταβαλλόμενος ὁμολογῶν τε τό· „ἄχρι τῆς ἄρτι ὥρας πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν.“ τῶν δὲ ἀποστόλων ἐν τῷ εὔχεσθαι μὴ ἐπιτετευχότων, τίς ἐλπὶς τῶν ὑποδεεστέρων τινὶ παρ᾿ ἐκείνους εὐχομένῳ ἐπηκόου θεοῦ τυχεῖν;