De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ἴδωμεν οὖν τὴν ἱστορίαν, εἰ χρησίμως ὑμῖν παρεβάλομεν αὐτὴν πρὸς λύσιν τοῦ ἀπεμφαίνοντος ἐν τῷ „μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν“ καὶ ἐν ταῖς ἀποστολικαῖς λέξεσιν. ἐπιθυμήσαντες „ἐπιθυμίαν“ „ὁ ἐπίμικτος ὁ“ ἐν υἱοῖς Ἰσραὴλ „ἔκλαιον καὶ οἱ υἱοὶ

v.2.p.389
Ἰσραὴλ“ σὺν αὐτοῖς. καὶ φανερὸν ὅτι ὅσον οὐκ εἶχον τὰ ἐπιθυμούμενα. κόρον οὐκ ἠδύναντο αὐτῶν λαβεῖν οὐδὲ παύσασθαι τοῦ πάθους· ἀλλὰ καὶ ὁ φιλάνθρωπος καὶ ἀγαθὸς θεὸς, διδοὺς αὐτοῖς τὸ ἐπιθυμούμενον, οὐχ οὕτως ἐβούλετο διδόναι, ὥστε καταλιπέσθαι ἐν αὐτοῖς ἐπιθυμίαν. διόπερ φησὶ μὴ „μίαν ἡμέραν“ φάγεσθαι αὐτοὺς τὰ „κρέα“ (ἔμενε γὰρ ἂν τὸ πάθος αὐτῶν ἐν τῇ ψυχῇ πεπυρωμένῃ καὶ φλεγομένῃ ὑπ᾿ αὐτοῦ, εἰ ἐπ᾿ ὀλίγον τῶν κρεῶν μετειλήφεσαν), ἀλλ᾿ οὐδὲ ἐπὶ „δύο“ δίδωσιν αὐτοῖς τὸ ἐπιθυμούμενον „ἡμέρας“· βουλόμενος δὲ αὐτὸ προσκορὲς αὐτοῖς ποιῆσαι, οἱονεὶ οὐκ ἐπαγγέλλεται ἀλλὰ τῷ συνιέναι δυναμένῳ ἀπειλεῖ δι᾿ ὧν χαρίζεσθαι αὐτοῖς ἐδόκει, λέγων· „οὐδὲ πέντε“ μόνας ποιήσετε „ἡμέρας“ ἐσθίοντες τὰ „κρέα“ οὐδὲ τὰς τούτων διπλασίους οὐδὲ ἔτι τὰς ἐκείνων διπλασίους, ἀλλ᾿ ἐπὶ τοσοῦτον „φάγεσθε,“ ἐφ᾿ ὅλον κρεωφαγοῦντες μῆνα, „ἕως ἐξέλθῃ ἐκ τῶν μυκτήρων“ μετὰ χολερικοῦ πάθους τὸ νενομισμένον ὑμῖν καλὸν καὶ ἡ περὶ αὐτὸ ψεκτὴ καὶ αἰσχρὰ ἐπιθυμία· ἵν᾿ ὑμᾶς ἀπαλλάξω τοῦ βίου μηκέτι ἐπιθυμοῦντας, καὶ τοιοῦτοι ἐξελθόντες δυνηθῆτε ὡς καθαροὶ ἀπὸ ἐπιθυμίας μεμνημένοι τε. δι᾿ ὅσων πόνων αὐτῆς ἀπηλλάγητε, ἤτοι μηδαμῶς αὐτῇ περιπεσεῖν ἔτι ἢ, εἰ ἄρα τοῦτό ποτε γίνεται, μακραῖς χρόνων περιόδοις, ἐπιλανθανόμενοι ὧν πεπόνθατε διὰ τὴν ἐπιθυμίαν, ἐὰν μὴ ἑαυτοῖς προσέχητε καὶ τὸν τελείως ἀπαλλάττοντα πάθους παντὸς λόγον ἀναλάβητε, τοῖς κακοῖς περιπέσητε ὕστερόν τε τῆς γενέσεως ἐπιθυμήσαντες πάλιν δεηθῆτε τοῦ δὶς τυχεῖν ὧν ἐπιθυμεῖτε, μισήσαντες τὸ ἐπιθυμούμενον, καὶ τότε οὕτω παλινδρομεῖν ἐπὶ τὰ καλὰ καὶ τὴν οὐράνιον τροφὴν, ἧς καταφρονήσαντες τῶν χειρόνων ὠρέχθησαν.

τὸ ὅμοιον οὖν τούτοις πείσονται οἱ ἀλλάξαντες „τὴν δόξαν τοῦ θεοῦ τοῦ ἀφθάρτου ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν,“ διὰ τοῦ ἐγκαταλείπεσθαι παραδιδόμενοι „ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα“ τῶν εἰς ἄψυχον σῶμα καὶ ἀναίσθητον καταβιβασάντων τὸ ὄνομα τοῦ πᾶσι τοῖς αἰσθομένοις λογικοῖς οὐ μόνον τὸ αἰσθέσθαι ἀλλὰ καὶ τὸ λογικῶς αἰσθέσθαι τισὶ

v.2.p.390
δὲ καὶ τελείως καὶ ἐναρέτως αἰσθέσθαι καὶ νοεῖν χαρισαμένου. καὶ εὐλόγως οἱ τοιοῦτοι παραδίδονται ὑπὸ τοῦ καταλειφθέντος ὑπ᾿ αὐτῶν θεοῦ, ἀντικαταλειπόμενοι ὑπ᾿ αὐτοῦ, εἰς τὰ τῆς „ἀτιμίας“ „πάθη,“ „τὴν ἀντιμισθίαν“ „τῆς πλάνης“ δι᾿ ἧς ἠγάπησαν ψωρώδους ἡδονῆς „ἀπολαμβάνοντες.“ μᾶλλον γὰρ ἡ ἀντιμισθία „τῆς πλάνης“ αὐτοῖς ἐγγίνεται, παραδιδομένοις „εἰς πάθη ἀτιμίας,“ ἤπερ τῷ φρονίμῳ πυρὶ καθαιρομένοις καὶ ἐν τῇ φυλακῇ ἐκπρασσομένοις μέχρι τοῦ ἐσχάτου κοδράντου ἕκαστον τῶν ὀφλημάτων. ἐν γὰρ τῷ πάθεσιν „ἀτιμίας“ οὐ μόνον τοῖς κατὰ φύσιν ἀλλὰ καὶ πολλοῖς τῶν παρὰ φύσιν παραδίδοσθαι μολύνονται καὶ ὑπὸ τῆς σαρκὸς παχύνονται, οἱονεὶ οὐκέτι ἔχοντες τότε ψυχὴν οὐδὲ νοῦν ἀλλ᾿ ὅλοι γινόμενοι σάρκες· ἐν δὲ τῷ πυρὶ καὶ τῇ φυλακῇ οὐκ „ἀντιμισθίαν“ „τῆς πλάνης“ ἀλλ᾿ εὐεργεσίαν ἐπὶ καθάρσει τῶν ἐν τῇ πλάνῃ κακῶν μετὰ σωτηρίων λαμβάνοντες πόνων, ἑπομένων τοῖς φιληδόνοις, ἀπαλλάττονται παντὸς ῥύπου καὶ αἵματος, ἐν οἷς ἐῤῥυπωμένοι καὶ πεφυρμένοι οὐδὲ τὸ ἐννοῆσαι περὶ τοῦ σῴζεσθαι ἐδύναντο τῇ σφῶν ἀπωλείᾳ. „ἐκπλυνεῖ“ τοιγαροῦν ὁ θεὸς „τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως“· „εἰσπορεύεται“ γὰρ „ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων,“ ἀποπλύνων καὶ καθαίρων τοὺς τοιούτων φαρμάκων δεδεημένους διὰ τὸ μὴ δεδοκιμασμένως θέλειν „ἔχειν ἐν ἐπιγνώσει“ „τὸν θεόν“· οἷς παραδοθέντες ἑκόντες μισήσουσι τὸν „ἀδόκιμον νοῦν“· οὐ γὰρ βούλεται ὁ θεός τινι τὸ
v.2.p.391
ἀγαθὸν ὡς κατὰ ἀνάγκην γενέσθαι ἀλλὰ ἑκουσίως, τάχα τινῶν ἐκ τοῦ ἐπὶ πλεῖον ὡμιληκέναι τῇ κακίᾳ μόγις τὸ αἶσχος αὐτῆς κατανενοηκότων καὶ ἀποστρεφομένων αὐτὴν ὡς ψευδῶς ὑποληφθεῖσαν εἶναι καλήν.

ἐπίστησον δὲ εἰ διὰ τοῦτο καὶ σκληρύνει τὴν τοῦ Φαραὼ καρδίαν ὁ θεὸς, ἵν᾿ ὅπερ εἶπε μὴ σκληρυνθεὶς δυνηθῇ εἰπεῖν· „ὁ κύριος δίκαιος. ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.“ ἀλλ᾿ ἐπὶ πλεῖον δέεται τοῦ σκληρύνεσθαι καὶ ἐπὶ πλεῖον πάσχειν τινὰ, ἵνα μὴ ἐκ τοῦ τάχιον τοῦ σκληρύνεσθαι παύεσθαι καταφρονῶν ὡς κακοῦ τοῦ σκληρύνεσθαι ἔτι πλεονάκις ἄξιος τοῦ σκληρύνεσθαι γίνηται. εἰ τοίνυν „οὐκ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς“ κατὰ τὰ ἐν ταῖς Παροιμίαις εἰρημένα, ἀλλὰ εὐλόγως εἰσάγει ὁ θεὸς „εἰς τὴν παγίδα“ κατὰ τὸν εἰπόντα· „εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα,“ καὶ „ἄνευ“ τῆς βουλῆς „τοῦ πατρὸς“ οὐδὲ τὸ εὐτελέστερον τῶν ἐπτερωμένων στρουθίον ἐμπίπτει „εἰς τὴν παγίδα“ (τοῦ ἐμπίπτοντος „εἰς τὴν παγίδα“ διὰ τοῦτο ἐμπίπτοντος. ἐπεὶ μὴ καλῶς τῇ τῶν πτερῶν ἐχρήσατο δεδομένων ἐπὶ τὸ ὑψοῦσθαι ἐξουσίᾳ). εὐχώμεθα μηδὲν ἄξιον ποιῆσαι τοῦ ὑπὸ τῆς δικαίας κρίσεως τοῦ θεοῦ εἰσενεχθῆναι „εἰς“ τὸν „πειρασμὸν,“ εἰσφερομένου παντός τε τοῦ παραδιδομένου ὑπὸ τοῦ θεοῦ „ἐν ταῖς ἐπιθυμίαις“ τῆς καρδίας ἑαυτοῦ „εἰς ἀκαθαρσίαν“ καὶ παντὸς τοῦ παραδιδομένου „εἰς πάθη ἀτιμίας“ καὶ παντὸς τοῦ, „καθὼς οὐκ ἐδοκίμασε τὸν θεὸν ἔχειν ἐν“ ἑαυτῷ, παραδιδομένου „εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα.“