Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐκ ἄν δ’ οἶμαι ἀρχῆθεν κλέπτης ὤν ἐπιστεύθη τὸ γλωσσόκομον· ἄξιος οὖν τοῦ πιστευθῆναι ὤν, εἰ καὶ προεγνώσθη μεταπεσούμενος, ἐπιστεύθη.

καὶ τηλικοῦτος ἦν ἄναὐτῷ, ὡς καλῷ ἀποστόλῳ, ἐσχηκέναι· ἄκουε γὰρ τοῦ »Ἐφ’ ὅν »ἥλπισα«.

ἐγὼ δ’ οἶμαι ὄτι καὶ λόγων ἀπορρήτων τροφιμωτάτων κεκοινώνηκεν τοῖς ἀποστόλοις, ἀπὸ Ἰησοῦ λαβών, περὶ ὧν εἶπεν·

»Ὁ ἐσθίων ἄρτους μου«. τὸ δὲ »Ἐμεγάλυνεν ἐπ᾿ ἐμὲ πτέρναν αὐτοῦ« μεταπέφρσται εἰς τὸ »Ἐπῆρεν ἐπ’ ἐμὲ* πτέρναν αὐτοῦ«, ὡς ταὐτὸν εἶναι τὸ »Ἐμεγάλυνεν« τῷ »Ἐπῆρεν«.

καὶ εἰ χρὴ τὴν »Ἐπῆρεν ἐπ’ »ἐμὲ τὴν πτέρναν αὐτοῦ« καὶ »Ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνισμὸν »αὐτοῦ« σαφηνίσαι λέξιν, φήσομεν ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί· τοιοῦτος δὲ καὶ Ἰούδας ἦν, τὸν υἰὸν τοῦ θεοῦ καταπατῶν.

καὶ τρώγων ἦν μετὰ τοῦ Ἰησοῦ τὸν ἄρτον αὐτοῦ, ὄτε βάψας ὁ [*](2 Joh. 13, 18. – 3 παραπέφρασται – 28 τινί Cat. 98. — 4 Ps. 40, 10. – 9 Vgl. Luk. 10, 60. –11 Luk. 10, 5f. —14 Joh. 13, 2; 12 6. —20 Ps. 40, 10. — 24 Joh. 13 10. — 28 Vgl. Herbr. 10,29.) [*](2. μου] vgl. z. LA o. S. 446,5 | 3 τεσσαρακοστοῦ <Cat. | 6 τὸ ῥητὸν τοῦτο <Cat.| 9 ἐπιστεύκει Μ | οὐδέποτε Cat. | 10 ἀποστόλω Μ, <Cat. | 11 καὶ <Cat. | τοῖς — τὸ] τὸ λέγειν Cat. | εἴπατε] λέγετε Τ | 12 καὶ ἐὰν — 14 ἀνακάμψει <Cat. | ἡ εἰρήνη — 13 ἀναπαύσεται Στελλθνγ singulär | 15 εἰ Cat., <M | κλέπτην Cat. | 16 μεμαρτύρητο Cat. | δὲ Cat. | 17 ὥν nach οὖν Cat. | εἰ verblichen | 18 ἐπιστώθη Cat. | 20 ἐσθηκέναι Μ | ἄκουε - 21 ἤλπισα <Cat. | 22 ἀπὸ Ἰ. λαβών <Cat. φησίν Cat. | 23 τὸ δὲ < | 24 μεταπέφρασται — ὡς <Cat. | εἰς τὸ ü. d. Z. | nach ἐμὲ ist τὴν zu erg. vgl. Z. 26 u. ö. | 25 εἶναι ] δέ ἐς < Cat. | τὸ] τῷ CaT. | τῷ] τὸ Cat. | τὴν <Cat. | 27 φήσομεν < Cat.)

449
Ἰησοῦς τὸ ψωμίον λαμβάνει, καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτῃ.

ἐπῆρεν δὲ Ἰούδας ἐπὶ τὸν διδάσαλον τὴν πτέρναν αὐτοῦ, ὄτε μετὰ τὸ ψωμίον εἰσῆλθεν ὁ Σατανᾶς εἰς τὸν Ἰούδαν.

εἰ δὲ δύναται καὶ τὸ »Ἡ ἀνομία τῆς πτερνης μου κυκλώσει με« συνεξεταζόμενον τῷ »Ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ« ἀναφέρεσθαι ἐπὶ τὸν Ἰούδαν, γενόμενον ἐν τῇ μερίδι τοῦ Ἰησοῦ καὶ κτῆμα χρηματίσαντα αὐτοῦ καὶ ἀπόστολον, πτέρναν δὲ διὰ τὸ τελευταῖον αὐτὸν γεγονέναι τροπικῶς λεγόμενον, καὶ αὐτὸς συνεπισκέψει.

13, 19 Ἀπ’ ἄρτι λέγωὐμῖν πρὸ τοῦ γενέσθαι, ἴνα πιστεύητε ὅπαν γένηται ὄτι ἐγώ εἰμι.

Τὴν ἀναφορὰν ἡ λέξις αἀτη ἔχει τὸ προειρημένον τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ »ἴνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ’ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν »ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ«· τοῦτο γὰρ τὸ ἐσόμενον, ἴνα ἡ γραφὴ πληρωθῇ περὶ τοῦ ἐπαίροντος ἐπ’ ἄρτι λέγω ὑμῖν, καὶ λέγω πρὸ τοῦ γενέσθαι, ἵνα, ἐπὰν γένηται τὸ πληρωθησόμενον τῶν προφητευθέντων ἐν τῇ γραφῇ, πιστεύσητε ὅτι ἐγώ εἰμι περὶ οὑ ταῦτα πεπροφήτευται, ἀπὰ τοῦ τρώγοντος μετ’ αὐτοῦ τὸν ἄρτον ἐπά- Ζητήσαι δ’ ἄν τις πῶν εἴρηται τοῖς μαθηταῖς,

ὦν ἔνιψεν τοὺς πόδας ὁ Ἰησοῦς, ὡς μηδέπω πιστεύσασιν ὅτι καὶ αὐτὸς εἴη ὁ χριστός, τὸ »Ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι« καὶ διὰ τοῦτο λέγω »ἴν’ὄταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι« ὄπροφητευθεὶς χριστός.

καὶ ὅρα εἰ δυνάμεθα, μὴ κατηγοροῦντες τῶν τηλικούτων Ἰησοῦ μαπόντος· ὡς οὐδέπω πεπιστευκότων, καὶ τὸ βούλημα σώζειν τοῦ εἰποντος·

»Ἵνα πιστεεύητε ὅταν γένηται ὄτι ἐγώ εἰμι«. ὀ παραλαμβάνων σοφίας θεωθήματα ἔσθ’ ὄτε ἐπὶ προτέροις, δι’ ἅ ἥδη σοφός ἔστιν, ἀναλαμβάνει δεύτερα, ἐφ’ οἶς οὐ πρότερον ἦν σοφός, καὶ σοφώτερος ἔσται· καθὼς λέγεται καὶ τὸ »Τῶνδε γὰρ ἀκούσας »σοφός, σοφώτερος ἔσται«.

ὥσπερ οὖσπερ οὖν, εἰ ἐλέγετο τῷ σοφῷ τάδε τινὰ καὶ ἐπεφέρετο· ταῦτά σε ποιεῖ σοφόν· οὐ πάντως ἐκ τοῦ μὴ σοφοῦ σοφὸν ἐνοήσαμεν ἀλλὰ καὶ ἐκ σοφοῦ σοφώτερον, ὠς ἐπιγινομέης γινομένης τῆς προκοπῆς καὶ ὀδευούσης ἐπὶ τὴν τελειότητα· οὔτω [*](1 Vgl. Joh 13, 26, f. — 4 Ps. 48, 6. —12 Joh. 13, 18. — 14 τοῦτο — 19 πεπροφ΄λητευται Cat 99. – 24 Joh. 13, 19. – 27 Joh. 13, 9. — 30 Prov. 1, 5.) [*](2 δὲ + Βr | 8 αὐτὸ, Corr. V | 14 ἴνα – 16 ἄρτον <Cat | 16 καὶ λέγω <Cat. | 19 ἀπὸ] ἐπὶ? We | 21 ζητήσει, corr. Br | 28 ἐπὶ nach V; in M ist d. Wort unleserlich.)

450
μοι νόει καὶ τὸν πιστεύοντα δδύνασθαι πιστότερον γενέσθαι.

καὶ γὰρ οἱ ἀπόστολοι, π΄ροσελθόντες ποτὲ τῷ κυρίῳ, οὐχ ἐαυτῶν κατηγοροῦντες ὡς ἀπιστων ἔλεγον αὐτῷ τὸ »Κύριε, πρόσθες ἡμῖν »πίστιν«· καὰ γὰρ ἐν τῷ »πρόσθες« σαφῶς παρίσταται ὅτι πίστιν εἶχον χωροῦσαν προσθήκην.

εἴπερ οὖν συνήκαμεν ταῦτα, νόει μοι τὰς προσθήκας τῶν πιστοποιούντων μετά τινα πράτερον πιστοποιήσαντα προστιθέναι τῇ πίστει· ὥστε καὶ τοὺς μαθητὰς πρὸς οὖς εἶχον πιστοποιητικοῖς καὶ τοῦτο προσειληφέναι τὸ βλέεπειν πληρουμένην τὴν πτέρναν αὐτοῦ«, παριστάντος τοῦ προφητευομένου ὅτι αὐτὸς ἦν περὶ οὖ ταθτα ἐθεσπίζετο.

καὶ ἄκουε τοῦ »Ἵνα πιστεύητε« ὡς ἴσου δυναμένου τῷ >ἵνα † πιστεύητε ἐενεργῆτε<, παραμένοντες τῷ πιστεύειν καὶ μηδεμίαν ἀφορμὴν πρὸς τὸ μετατίθεσθαι ἴσχοντες.

καὶ εἴ τοι μὴ μεγέθει μεγάλη ἡ πίστις ἦν ἤ πλήθει πολλή, οὐκ ἄν ἔλεγεν γεν ὅ παῦλος τὸ »Κἄν ἔχω πάσαν τὴν πίστιν«.

ὤσπερ γὰρ ὁ τέλειος καὶ πάσας ἔκων τὰς ἀρετάς, τελείαν ἐκάστην ἀναλαβών, τελείαν ἔκει τὴν σοφίαν καὶ τελείαν τὴν σωφροσύνην, οὕτω δὲ καὶ τὴν εὐσέβειαν καὶ τὰς λοιπάς· οὔτως ἄν τις/εἴποι τῇ τοῦ πιστεύειν ἀρετῇ τέλειος τὸ πάσαν ἔχειν τὴν πίστιν.

ταῦτα δέ φημι ὡς οὐ κυρίως ἄν λεχθησομένης τῆς ἀτελοῦς σοφίας ἤσωφροσύνης ἢ εὐσεβείας ἢ τῶν λοιπῶν ἀρετῶν, ἀλλὰ καταχρηστικῶς, καὶ τῶν ἐν ἐκάστῃ ἀρετῇ προκοπῶν ὁμωνύμως τῇ τελείᾳ ὀνομαζομένων.

οὕτω γὰρ σοφὸς λέγεται ὁ ἀμαρτάνων μέν τινα ὠς ἐλέγχου δεῖσθαι, οὐ μὴν καὶ μισῶν τοὺς ἐλέγχοντας ἀλλὰ καὶ μᾶλλον ἀγαπῶν, καθ’ ὅ γέγρατιται· »Ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε«.