Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὔτω δὲ καὶ σοφὸς λέγεται, ἐπιδεκτικὸς ὤν ἐτέρων θεωρημάτων σοφίας καὶ μηδέπω ἔχων τὰ δεύτερα, καθ’ ὅ λέγεται καὶ τὸ »Δίδου σοφῷ ἀφορμήν, »καὶ σοφώτερος ἔσται«.

ἀλλὰ γὰρ ἐπὶ ταῦτα ἐληλύθαμεν, δεικνύντες ὅτι ἐνδέχεεται τὸν ἥδη πιστεύοντα μανθάνειν τινά, ἴνα πάλιν πιστεύῃ, καὶ διὰ τῆς προσθήκης τῶν μαθημάτων προστιθέναι τῇ πίστει.

Eἰ δὲ βουλόμεθα εἰδέεναι τίς ἐστιν ὁ πᾶσαν ἔχων τὴν πίστιν, λάβωμεν ἐπὶ παραδείγματος κεφαλαιωδῶς τὰ ἐν τῷ πιστεύεσθαι σώζοντα τὸν πιστεεύοντα, φέρε εἰπεῖν, ὄτα τὸν ἀριθμὸν ἐκατόν, καὶ καὶ λέγμεν ὄτι ὁ μὲν τὰ προειρημένα ἐκατὸν ἀδιστάκτως [*](3 Luk. 17, 5. — 9 Joh. 13, 18 — 15 I Kor. 13, 2. — 25 Prov. 9, 8. — 27 Prov. 9,9. – 32 Vgl. I Kor. 13, 2.) [*](9 μου] vgl. z. S. 446, 5 | 12 τῇ πίστει προστεθῆτε We; die Ausgg. str. πιστεύητε | 17 ἔχειν Μ * | 18 εἶπεν, corr. Br | 19 τελείως τῶ, corr. Br | πίστιν] ιν a. Ras.)

451
παραδδεχόμενος καὶ ἑκάστῳ αὐτῶν βεβαίως πιστεύων πᾶσαν ἔκει τὴν πίστιν· ὁ δὲ λείπων ἔν τινι ἀριθμῷ τῶν ἐν τῷ πιστεύσθαι σωπάσαν, ἥ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι, τοσοῦτον λείπεει τοῦ πᾶσαν ἔχειν τὴν πᾶστιν, ὅσοις ἀριθμοῖς πιστεύων ἐνδεῖ ἤ ὅσον ἀφέστηκεν τῆς περὶ τῶν πιστευομένων βεβαιότητος εἴτε πάντων εἴτε τινῶν· ἴν’ ἐπὶ τοῦ παρόντος δοθῇ τισὶν μὲν δόνασθαι βεβαίως πιστεύειν τινά, τισὶν δὲ πιστεύειν μέν, οὐ βεβαίως δέ· πλὴν ὁμολογουμένως δοθείη ἄν ἀμήκανον ἀποδείκνυσθαι τὸν ἐνὶ ἀτελῆ πρὸς μηδδὲν ἔχειν βεβαιότητα, ὄτι οὐ τὸ ἴσον ἀπόστημα ἀπὸ τῆς πρὸς τὰ πιστευόμενα βεβαιότητος ἀπέχει ἔκαστος τῶν, ἴν’ οὔτως ὀνομάσω, κατὰ τὴν γραφὴν ὀλιγοπίστων καὶ τὴν πρὸς τὰ πιστευόμενα βεβαιότητα οὐδέπω ἀνειληφόντων.

τούτοις δὲ ἔπεεται διὰ τὸ »Κατὰ τὴν »πίστιν σου γενηήτω σοι« καὶ κιὰ τὸ» Ἡ πίστις* σέσωκέν σε« ἐκάστῳ ἀπαντῆσαι κατὰ ἐν τῇ δικαίᾳ κρίσει τοῦ θεοῦ ἀμοιβὴν ἀνάλογον τοσῇδε καὶ τοιᾷ δε πίστει καὶ σωτηρίαν· εἴ γέ ἐστίν τις καὶ ἐεν ταύτῃ σωζομένων διαφορά, ὠς τὸ »Ὦι μέτρῳ μετρεῖτεε, ἀνττιμετρηθήσεται »ὑμῖν« φθάνειν καὶ ἐπὶ τὰ μέτρα τῆς πίστεως καὶ τὰ μέτρα τῆς ἀπὸ θεοῦ ἀμοιβῆς καὶ σωτηρίας.

ὁ δὲ τὸν τούτων κατανοήσας λόγον θεωρήσει πῶς εὐλόγως ὠς μὴ δυναμένοις κρίνειν τοῖς ἀνθρώποις λέγεται· »Μὴ κρίνετε, ἴνα μὴ κριθῆτε« καὶ τὸ »Μὴ πρὸ καιροῦ τι »κρίνετε, ἔως ἄν ἔλθῃ ὁ κύριος«.

πάλιν τ’ αὖ ἐπεὶ ἔλεεγον ἐς ἐπὶ παραδείγματος, ἐκατὸν ὄντων τῶν σωζόντων ἐν τῷ πιστεύεσθαι, τὸν μὲν τοῖς ἐκατὸν βεβαίως πιστεύοντα πᾶσαν ἔχειν τὴν πίστιν, τὸν δὲ λείποντα τῇ πρός τινα τῶν ἐκατὸν πίστει ἥ τῇ πρὸς τὰ πιστευόμενα βεβαιότητι διαφόρως μὴ πάσαν ἔχειν τὴν πίστιν, ἐκθήσομεν σαφηνείας ἔνεκεν τοιαῦτα.

»Πρῶτον πάντων πίστεευσον ὄτι εἶς ἔστιν »ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας καὶ ποιήσας ἐκ τοῦ μὴ »ὄντος εἰς τὸ εἶναι τὰ πάντα«.

χρὴ δὲ καὶ πιστεύειν ὅτι κύριος Ἰησοῦς Χριτός, καὶ πάσῃ τῇ περὶ αὐτοὺ κατὰ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα ἀληθείᾳ.

διεῖ δὲ καὶ εἰς τὸ ἄγιον πιστεύειν πνεῦμα, καὶ ὄτι αὐτεξούσιοι ὄντες κολαζόμεθα μὲν ἐφ’ οἶς ἁμαρτάνομεεν, τιμώμεθα δὲ ἐφ’ οἶς εἶ πράττομεν.

φέρε οὖν καθ’ ὑπόθεσιν, εἴ τις δοκῶν πιστεεύειν εἰς τὸν Ἴησοῦν μὴ πιστεύοι ὄτι εἶσ ἐστιν ὁ θεὸς ὁ νόμου καὶ εὐαγγελίου, οὖ τὴν δόξαν οὐρανλί, ὠς ὐπ’ αὐτοῦ γεγενημένοι, γενημένοι, διηγοῦνται, καὶ τὸ στερέωμα ἀναγγέλλει τὴν ποίησιν τῶν [*](11 Vgl. Matth. 6, 30. 8, 26 Luk. 12, 28. u. ö. — 12 Matth. 9, 29. – 13 Matth. 9, 22. – 16 Luk. 6, 38. — 20 Matth/ 7, 1. — I Kor. 4, 5. — 26 Hermas, mand. I, 1. — 27 Vgl. Weish. Sal. 1,14. — 34 Vgl. Ps. 18, 1.) [*](8 δοθεῖσαν, corr. Br; δοθείη Β | ἀποδειχνύνται, corr. Br |ἐνὶ + V| 13 statt σου u. σοι steht im T ὑμῶν u. ὑμῖν | 15 τοσῇδε] τῆ σῆ δὲ, corr. Br | 21 λέγον, corr. V.)

452
κειρῶν αὐτοοῦ, ὡς ἔργον τυγχάνον αὐτῶν, οὗτος ἄν μεγίστῳ λείποι τῆς πίστεως κεφαλαίῳ.

ἤ πάλιν εἴ τις πιστεύων ὅτι ὁ ἐπὶ Ποντίου Πιλάτου σταυρωθεὶς ἱερόν τι χρῆμα καὶ σωτήριον τῷ κόσμῳ ἐπιδεδήμηκεν, ἀλλ’ οὐκ ἐκ παρθένου τῆς Μαρίας καὶ ἁγίου πνεύματος τὴν γένεσιν ἀνείληφεν, ἀλλ’ ἐξ Ἰωςὴρ καὶ Μαρίας, καὶ τούτῳ ἄν λέποι εἰς τὸ πᾶσαν ἔχειν τὴν πίστιν τὰ ἀναγκαιότατα.

πάλιν τε αὖ εἰ τὴν μὲν θεότητά τις αὐτοῦ παραδέχοιτο, τῇ δὲ ἀνθρωπότητι προσκόπτων μηδὲν ἀνθρώπινον περὶ αὐτὸν πιστεύοι γεγονέναι, ἤ ὑπόστασιν εἰληφέναι, καὶ τούτῳ ἄν λείποι πρὸς πᾶσαν τὴν πίστιν οὐ τὰ τυχόντα.

ἤ εἰ ἀνάπαλιν τὰ μὲν περὶ αὖτὸν ἀνθρώπινα προσίοιτο, τὴν δὲ ὑπόστασιν τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως ἀθεροῖ, καὶ οὗτος ἄν οὐ δύναιτο λέγειν πᾶσαν ἔχειν τὴν πίστιν.

καὶ οὕτως καθεξῆς μοι νόει, ἵνα θεωρήσωμεν ὁπηλίκον ἐστὶν τὸ ἀνελλιπῶς καὶ βεβαίως πᾶσαν τὴν πίστιν ἔχειν, τοσοῦτον δυναμένην, ὅτε πᾶσά ἐστιν ἐν ἀνθρώπου ψυχῇ, ὥστε ἅτινάποτέ ἐστιν τὰ ὄρη μεθιστάνειν αὐτὰ δύνασθαι· πάντων μὲν τῶν ἀνθρώπων δυναμένων μεθιστάνειν τὸ δεικνύμενον ὑπὸ τοῦ Ἰησοῦ ὄρος, καὶ τὰ δεικνύμενα αὐτῷ εἰ δὲ λείποι τινὰ τῇ πάςῃ πίστει, λείπει τῇ συνάμει τοῦ μετατιθέναι ὄρη.

Καὶ χρήσομαί γε καὶ τοιούτῳ [καὶ] εἰς ταῦτα παραδείγματι· ὥσπερ καθέλκουσιν οἱ τοσοῦτοι, τοιάνδε δύναμιν ἔχοντες, πράτως εἰς θάλασσαν τὴν ναῦν, εἰ δὲ λείποιεν οὗτοι κἄν ἑνὶ τῶν συνεργῶν ἤ τῇ συνάμει τινός, οὐκ· ἄν καθέλκοιτο ἡ ναῦς· οὕτως οἱονεὶ πολλοὶ μετατιθέντες εἰσὶν τὰ ἄν καθέλκοιτο ἡ ναῦς· τοσοῦτον δὲ λείπει τῇ δυνάμει τῆς τῶν ὀρῶν μεταθέσεως ὅσον λείπει πρὸς τὸ πᾶσαν τὴν πίστιν ἔχειν ὁ ἔτι κατ᾿ αὐτὴν ἀτελής.

καὶ ὅρα εἰ μὴ χρησίμως ὅλα ταῦτα ἐξήτασται διὰ τοὺς μαθητὰς ὧν ἔνιψεν ὁ Ἰησοῦς τοὺς πόδας, πρὸς οὕς εἶπεν, ὡς ἄν ὑπολάβοι ὁ μὴ ἐξετάσας, ὡς μηδέπω πιστεύσαντας τὸ »’Απ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύητε »ὅταν γένηται ὅτι ἐγώ εἰμι«· ἅμα δὲ καὶ ἀναπτυσσόμενος ὁ λόγος δείκνυσιν πηλίκη μέν ἐστιν ἡ κατὰ τὴν πᾶσαν πίστιν ἀρετή, καὶ ὅτι σπανίως εὐρισκομένη· πόςῳ δ’ ἕκαστος ἡμῶν ἀπολείπεται τοῦ τὴν πᾶσαν ἔχειν πίστιν, ὥστε ὄρη μεθιστάνειν.

πλὴν οὐκ εὐκαταφρόνητον πρὸς τὸ ποιεῖν πιστεύειν ἐστίν, κατὰ τὰ νῦν προκείμενα, [*](11 Vgl. Kol. 1, 15.—14 Vgl. I Kor. 13, 2.—17 Vgl. Matth. 21, 21; Mark. 11, 23.—29 Joh. 13, 19.—33 Vgl. I Kor. 13, 2.) [*](1 τυγκάνων, corr. V | 2 πίστ[εως κεφα]λαίῳ verblichen 12 | oὅτως, corr. V | 18 λοιποι, corr. V | λείπειν, corr. Br | 20 καὶ str. We | 28 εἰπῶν, corr. We.)

453
τὸ τοὺς προφήτας μὲν προτεθεσπικέναι τὰ περὶ τοῦ Ἰησοῦ, κατὰ δὲ τὸν λόγον αὐτῶν ἀπηντηκέναι τῷ σωτῆρι τὰ προειρημένα.

13, 20 ’Αμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω ὲμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.

Ὁ Ἰησοῆς πέμπει οὐ μόνον ἁγίους, ἀλλὰ καὶ ἁγίους καὶ ἀγγέλους· καὶ πέμπει μὲν τοὺς διὰ τὸ ἀποστέλλεσθαι ὑπ’ αὐτοῦ ἀποστόλους ὀνομαζομένους.

ἤδη δὲ τούτων οἱ μὲν ἄνθρωποί εἰσιν, οἱ δὲ δυνάμεις κρείττους. οὐ γὰρ ἁμαρτησόμεθα τὸ <ἀπόστολος> ὄνομα τάσσοντες καὶ ἐπὶ τούτων, περὶ ὧν γέγραπται· »Πάντες »εἰσὶν λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς »μέλλοντας κληρονομεῖν σωτηρίαν«.

εἰ γὰρ παρὰ τὸ ἀποστέλλεσθαι ἀπόστολοι, πάντες δέ εἰσιν ὑπὸ τοῦ ποιοῦντος »τοὺς ἀγγέλους »αὐτοῦ πνεῦμα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα« εἰς διακονίαν ἀποστελλόμενοι, ὄντες λειτουργικὰ πνεύματα, καὶ οὗτοι ἄν εἶεν ἀπόστολοι τοῦ ἀποστέλλοντος αὐτούς. καὶ ἕκαστός γε τῶν πεμπομένων ἀπό τινος, ἀπόστολός ἐστιν τοῦ πέμψαντος.