Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ἔτι καὶ ταῦτα ἔχεσαί μοι δοκεῖ τοῦ δεῖν τὰ περὶ τῆς τῶν ποδῶν νίψεως τροπολογεῖν· τὸ γὰρ »Εἰ ταῦτα οἴδατε. »μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτὰ «οὐδενὸς ποιητέου προειρημένου ἥ περὶ τῆς νίψεως τῶν ποδῶν, ἐπ’ ἐκείνην τὴν ἀναφορὰν ἔκει.

τὰ δὲ κατὰ τον τὄπον μαθήματα, πῶς τε πόδες μαθητῶν μολύνονται ἤδη λουσαμέων, καὶ τίνα τρόπον πλύνονται, εἰδέναι ὡς ὁ λόγος βούλεται, καὶ ποιεῖν ὡς θέλει ὁ Ἰησοῦς, ἀληθῶς μακαρίων ἐστὶν ἔρχον.

οὐ γὰρ τὸ τηλικοῦτον ὄνομα τὸ >μακάριον< εὕλογον ἐπὶ τοῖς τυχοῦσιν φῆσαι παρεῖναί τισιν, ἐφ᾽ ᾧ καὶ οἰκέτης ἂν πλύνων τοὺς πόδας τοῦ δεσπότου μακάριος ἂν κατ᾽ αὐτὸ τοῦτο δόξαι τυγχάνειν καὶ κόλαξ καὶ ὑποκριτής· ὃ γὰρ ἡμεῖς ἀποδίδομεν, νίπτειν τοὺς πόδας μαθητῶν Ἰησοῦ μεγάλου τινός ἐστιν καὶ Ἰησοῦν ἐν βούλεται, καὶ ποιεῖν ὡς θέλει ὁ Ἰησοῦς, ἀληθῶς μακαρίων ἐστὶν ἑαυτῷ ἔχοντος καὶ ἁπαξαπλῶς μακαρίου.

χρὴ δὲ εἰδέναι τοῦτο, ὅτι παράκειται τῷ ῥητῷ ῥητῷ τούτῳ ὅμοια· ἐν μὲν τῷ κατὰ Ματθαῖον τὸ »Οὐκ ἔστιον μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οἴδὲ δοῦλος ὑπὲρ τὸν »κύριον αὐτοῦ. ἀρκετὸν τῷ μαθητῇ, ἴωα γένηται ὡς ὁ διδάσκαλος »αὐτοῦ καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ«· ἐν δὲ τῷ κατὰ Λουκᾶν τὸ »Οὐκ ἔστιν μαθητὴς ὐπὲρ τὸν διδάσκαλον· κατηρτισμένος δὲ πᾶς »ἔστω ὡς ὁ διδάσκαλος αὐτοῦ«.

Ἑξῆς τούτῳ ἐστὶν ζητῆσαι τὸ »Oὐ περὶ πάντων ὑμῶν λέγω« ἐπὶ τί λελεγμένον ἀνοίσομεν. ὁ μὲν οὖν τις φήσει ἐπὶ τὸ »Μακὰ- »ριοί ἐστε ἀὰν ποιὴτε αὐητά«· οὐ γὰρ μακάριος Ἰούδας. οὐ νομίζω δὲ ὐγιῶς ἐπὶ τοῦτο ἀναφέρεσθαι τὸ λεγόμενον.

τοῦτο γᾶρ ὅλον καὶ περὶ Ἰούδα καὶ παντὸς οὑτινοσοῦν, κἄν φαυλότατος ᾖ, ἀληθὲς τὸ Μακάριος εἶ ὁ δεῖνα ἐὰν ποιήσῃς τάδε· ὡς εἰ λέγοιμι καὶ τῷ ἀκολάστῳ, εἰ καὶ μὴ ἀκούσεται τῶν λελομένων μηδὲ σωμρονήσει· [*](8 Joh. 13, 17. – 21 Math. 10, 24f. – 24 Luk. 6, 40. – 26. Joh. 13, 18.) [*](2 ἐαυτοῦ] αὐτοῦ Τ u. so u. S. 447, 4 u. ö.; wohl Schreibfehler | 4 [oἶδα – ἐξε]- λεξάμην unleserl. | 5 nach τρώγων ist μετ’ ἐμοῦ ausgefallen, wie S. 446, 13 steht; vgl. 448, 29 τρώγων μετὰ τοῦ Ἱησοῦ. So lesen ℵADΛ 1. 33. 69. Vulg. Syr. Pesch. Hcl. Boh. Arm. Goth. μου, ςασ V hier einsetzt, BCL Aeth. | 7 δεῖν], corr. Br| 27 lelegm;enon] le ü. d. Z., ευ a. Ras. | Ras. | 29 τοῦτο 1] τοῦτον V.)

447
>μακάριος εἶ, ἐὰν σωφρονήσῆς<· καὶ τῷ σοφίαν ἐξουδενοῦντι, εἰ καὶ ἐπιβαίνει τῇ προαιρέσει ταύτῃ· >μακάριος εἶ, ἐὰν σοφίαν καὶ παιδείαν ἀναλάβῃς>.

μήποτε οὖν τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω« ἀνοίσομεν εἰς τὸ εἰρημένον τὸ »Οὐκ ἔστιν δοῦλος μείξων τοῦ κυρίου αὐτοῦ«.

ἐπεὶ γὰρ »Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρτίας«, ἐποίει δὲ τὴν ἁμαρτίαν ὁ Ἰούσας, καὶ μάλιστα τοῦ διαβόλου βεβληκάτος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτῆρα, δοῦδος ἦν Ἰούδας τῆς ἀμαρτίας.

δοῦλος δὲ ὢν τῆς ἀμαρτίας, οὐκ ἦν τοῦ λόγου τοῦ θεοῦ δοῦλος.

οὕτω δὲ οὐδὲ ἀπόστολος τοῦ Ἰησοῦ ἔετι ἦν· ἤδη γὰρ τοῦ διαβόλου ἐγεγόνει, βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ ἵνα παραδῷ τὸν σωτπηρα.

διὰ ἁρνούμενος αὐτὸν εἶναι δοῦλον ἐαυτοῦ ὁ σωτὴρ καὶ λἀπόστολον εἶπεν μετὰ τὸ »Οὐκ ἔστιν δοῦλος μείζων »τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείθζν τοῦ πέμψαντος αὐτόν « τὸ »Οὐ περὶ πάντων ὑμῶν λέγω«.

Mετὰ τοῦτο ἴδωμεν τὸ »Ἐγὼ οἶδα τίνας ἐξελεξάμην, ὅπερ ἀπλούστερον μὲν τοιοῦτόν ἐστιν· τίς ἐστιν ἔκαστος ὦν ἐξελεξάμην οἶδα· οἶδα οὖν καὶ τίς ἐστιν ὁ Ἰούδας καὶ οὐ οὐ λανθάνει με, τοῦ διαβόλου ἥδη βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ τὰ κατ' ἐμοῦ. καὶ τοιοῦτον δὲ ἔχει νοῦν διά τινα τῆς γραφῆς πεερὶ τοῦ »οἶδα« συνήθειαν καὶ τῶν ὁμοίων τῇ λέξει ταύτῃ· ὁποῖόν ἐστιν καὶ τὸ »ἔγνων«.

φησί που ὀ σωτῆρ ἐρεῖν τοῖς λέξουσιν· »Τῷ ὀνόματί σου ἐφάγομεν, »καὶ ἐπίομεν, καὶ δαιμόνια ἐξεβάλομεν« τὸ »Οὐδέποτε ἔγνων ὑμᾶς« καὶ τὸ »Οὐκ οἶδα ὑμᾶς πάθεν ἐστέ«· ὅπερ ἀὰν ἁπλούστερον νοῆται, παρὰ τὸ ἀξίωμα δόξομεν τοῦ σωτῆρος ὑπολαμβάνειν.

ἀλλὰ μήποτε ἐπεὶ »Ἔγνω κύριος τοὺς ὅντας αὐτοῦ«, τοῦς μὴ ὄντας αὐτοῦ οὐκ ἔγνε, καὶ ὤς φησι περί τινων τὸ »Οὐδέποτε ἔγνων ὑμᾶς«, οὔτω εἴποι ἄν καὶ περὶ τοῦ Ἰούδα, εἰ μὲν † οὖν· »Οὐδέεποτε ἔγνων σε«· εἰ δὲ γενόμενος μεταπέπτωκεν, λεχείη ἄν πρὸς αὺτόν· »Οὐκ οἶκ οἶδά σε «πόθεν εἶ«.

καὶ νῦν οὖν οὖν τοῦ διαβόλου ἤδη βαβληκότος εἰς τὴν καρδίαν δίαν αὐτοῦ τὰ κατὰ τοῦ Ἰησοῦ, οὐκ οἶδεν αὐτὸν ὁ Ἰησοῦς. διὸ οὐκ εἶπεν· >νῦν ἐγὼ οἶδα πάντας τοὺς παρόντας<, ἀλλ’ »Ἐγὼ οἶδα τίνας »ἐξελεξάμην«, ὡς εἰ ἔλεγεν >τοὺς ἐκλεκτούς μου>.

οὐ περὶ πάντων δὲ τῶν παρόντων φημὶ τὸ »Ἐγὼ οἶδα τίνας ἐξελεξάμην« καὶ γίνεται [*](3 Joh. 13, 18. – 4 Joh. 13, 16. – 5 Joh. 8. 34. – 6 Vgl. Joh. 13, 2. – 10 Vgl. Joh. 13, 2. – 12 Joh. 13, 16. – 14 Joh. 13, 18. – 15 Joh. 13. 18. – 18 Vgl. Joh. 13, 2. – 21 Matth. 7, 22. – 22 Matth. 7, 23. – 23 Luk. 13, 27. – 25 II Tim. 2, 19. – 26 Matth. 7, 23. – Vgl. Joh, 13, 2. – 31 Joh. 13, 18.) [*](1 σωφρονήση | 15 εἴδωμεν, corr. V | τῶ, corr. V | 21 Zur Form des Citates Vgl. O. S. 443, 25 | 27 oὖν] d. Text völlig verstümmelt; οὐκ ἐστὶν αὐτοῦ Βr; oὐδἐποτε ἐγένετο αὐτοῦ We | ἔγνων] V 2 ü. d. Z.)

448
τὸ γινόμενον ὑπὸ τοῦ ἐενὸς ἐξ ὑμῶν παραδώσοντός με, ἵνα πληρωθῇ ἡ λέγουσα γραφή· »Ὁ τρώγων μου τὸν ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ τὴν »πτέρναν αὐτοῦ«.

παραπέφρασται δὲ τὸ ῥητὸν ἀπὸ τοῦ τεσσαμου, »ἐφ’ ὅν ἥλπισα, ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνι- »σμόν«.

οὐκοῦν ὁ σωτὴρ τὸ ῥητὸν τοῦτο περὶ τοῦ Ἰούδα κααὶ ἐαυτοῦ φησιν εἰρῆσθαι. ἐν ᾦ ξητήσεις, πῶς ἄνθρωπος εἰρήνης Ἰούδας ἦν καὶ ἐπ’ αὐτὸν ὁ σωτὴρ ἤλπισεν.

δηλοῦσθαι οὖν διὰ τούτων νομίζω ὄτι γνησίως ποτὲ ἐπεπιστεύκει· οὐ γὰρ ἄν μηδέποτε υἱὸν εἰρήνης γενόμενον αὐτὸν ἀποστέλλων μετὰ τῶν λοιτπῶν ἀποστόλων ἔλεγεν καὶ αὐτῷ· τοῖς γὰρ δώδεκα ἀναγέγραπται εἰρηκέναι τὸ »Εἴπατε, »εἰρήνη τῷ οἶκῳ τούτῳ. καὶ ἐὰν ἐκεῖ ᾖ υἰὸς εἰρήνης, ἡ εἰρήνη »ὑμῶν ἐπ’ αὐτὸν ἀναπαύσεται· εἰ δὲ μή γε, ἡ εἰρήνη ὑμῶν ἐφ’ ὑμᾶς ἀνακάμψει«.

καὶ γὰρ ὅρα μεθ ’ ὅσα ὁ διάβολος ἔβαλεν αὐτοῦ εἶναι μεμαρτύρηται.