Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ἐλπίς γε ἀγαθή ἐστιν ἐν τοῖς πορευομένοις καὶ κλαίουσιν, κλαίουσιν, τὰ σπέρματα σπέρματα οὑτοι γὰρ ὡς ἐπίπαν »ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα »αὐτῶν«.

τάχα δὲ ἔτεροι ἦλθον, περὶ ὧν ὡν ἄν· >Πορευόμενοι ἐπορεύοντο καὶ αἴροντες αἴροντες τὰ σπέρματα x003C; οἶς ἀκολουθήσει τὸ >Ἑρχόμενοι δὲ ἥξουσιν ἐν κλαυθμῷ, αἴροντες τὰ ἑαυτῶν »ὅς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὖ οὐκ ἐπλήρωσεν τὴν χεῖρα »αὐτοῦ ὁ θερίξων, καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων.

»καὶ οὐκ εἶπαν οἱ παράγοντες· Εὐλογία κυρίου ἐφ’ ὑμᾶς‘. καὶ ὅρα εἰ δύναται κατὰ τοῦτο τοῦτο καὶ μυστικώτερον λέγεσθαι ὑπὸ τοῦ σωτῆρος ἡμῶν τὸ »Μαζάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσονται«·

καὶ τὸ »Οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ καλαύσετε«. ὅσῳ μέντοι γε μεταγενεστέρων τίς ἐστιν δικαίων σπέρμα, τοσούτῳ πλείονας φέρει δικαιοσύνης λόγους, ὡς διὰ τοῦτο μὲν γεγράφθαι τὸ »Σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ«, διὰ τοῦτο δέ πως εἶναι καὶ τὸ περὶ τοῦ Ἰωάννου εἰρημένον· »Μείζων »ἐν γεννητοῖς γυναικῶν Ἰωάννου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν«.

Ἐν τούτοις δὲ γενόμενος τοῖς τόποις πρόσχες εἰ μὴ λόγον ἔκει τὸ ἀφανίξεσθαί τινα τῶν σπερμάτων ὑπὸ θεοῦ, ἴνα μὴ πλείονα τὰ κακὰ ᾖ ἐπὶ τῆς γῆς, σπειρομένων τῶν μὴ ἐχόντων ἀφορμὰς ἀπὸ κρειττόνων πρὸς τὸ γεωργῆσαι τὰ ἀπὸ διαφερόντων σπερμάτων· διὰ τοῦτο γὰρ κατακλυσμὸς γίνεται, ἵνα ἐξαφανιισθῇ τὸ τοῦ Κάϊν σπέρμα, οὐκ ἂν δυνηθέντων τῶν ἀπ’ αὐτοῦ γενομένων ἔχειν τί γεωργήσωσιν, εἰ μὴ τὰ ἀπὸ τοῦ Ἀδὰμ μόνα.

ὅτι δὲ ὁ κατακλυσμὸς ὑπὲρ τοῦ ἐξαφανισθῆναι τὸ σπέρμα τοῦ Κάϊν γεγένηται, παρίστησιν ἡ ἐπιγεγραμμένη τοῦ Σολομῶντος σοφία διὰ τούτων· »Ἀποστὰς δὲ »ἀπ’ αὐτῆς ἄδικος ἐν ὀργῇ αὐτοῦ« δῆλον δ’ ὅτι τῆς σοφίας) »ἀδελ- »φοκτόνοις συναπώλετο θυμοῖς δι’ ὅν κατακλυζομένην γῆν πάλιν »ἔσωσεν σοφία, δι’ εὐτελοῦς ξύλου τὸν δίκαιον κυβερνήσασα«.

τὸ [*](5 Ps. 125, 6—8 Ps. 125, 6. — 12 Ps. 128, 6—8. — 17 Luk. 6, 21. Luk. 6, 25. — 21 Ps. 104, 6. — 22 Luk. 7, 28. — 28 Vgl. Gen. 6, 13. — 32 Weish. Sal. 10, 3 f. 1.5 ὑμᾶς] υ aus η Μ (ὑμᾶς AR, ἡμᾶς ℵΤ) Ι 16 ἀπὸ, corr. Pr | 17 mit Syr. Sin. Arm. Aeth. Ι 20 διὰ] δ a. Ras.)

332
αὐτὸ δέ μοι δοκεῖ παριστάνειν καὶ ὁ Σοδόμων ἐξαφανισμὸς καὶ τῆς γῆς αὐτῶν, ὡν »ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε »χέρος, καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά«.

καὶ ἀγαθοῦ γε θεοῦ ἔργον ἡν Σοδόμων ἐξαθανίσαι τὴν γῆν καὶ πᾶν ὅπερ ὑπελεπετο νοτίδος ξηρῆναι ἀπ’ αὐτῆς, ἕνα μηκέτι γίνηται ἄμπελος Ζοδόμων, δόμων, μηδὲ κληματὶς Γομόρρας, μηδὲ σταφυλὴ χολῆς, μηδὲ βότρυς πικρίας, μήδὲ οἶνος, θυμὸς δρακόντων καὶ θυμὸς ἀσπίδων ἀνίατος.

τὸ δ’ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν Αἰγυπτίων, περὶ ὡν εἴρηται· »Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς »Ἀπέκτεινεν έν τῇ πάχνῃ«· ἀγαθοῦ γὰρ θεοῦ ἀποκτείνειν ἀμπέλους Αἰγυπτίων καὶ συκαμίνους τῶν ἀσεβῶν.

ταῦτα προκείμενα τῇ ἐξετάσει τοῦ περὶ σπερμάτων λόγου Ἀβραὰμ ἤ τινος τῶν δικαίων ἡμῖν εἴρηται, ὑπὲρ τοῦ φανῆναι πῶς καὶ τίνα τρόπον τρόπον τοῖς αὐτοῖς ὑπὸ τοῦ σωτῆρος τὸ »Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε« καὶ τὸ »εἰ »τεκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεπιτε«.

περὶ μέντοι τοι γε τέκνων Ἀβραὰμ τὰ ἔργα τοῦ Ἀβραὰμ ποιούντων, θεοῦ διδόντος, εὐκαιρότερον ἐροῦμεν, φθάσαντες ἐπὶ τὴν βάσανον ἐκείνης τῆς λέξεως.

Ἔξεστι τοίνυν σπέρμα τοῦ Ἀβραὰμ τυγχάνοντα γενέσθαι αὐτοῦ δι᾿ ἐπιμελείας καὶ τέκνον, δυνατὸν δὲ καὶ ἐξ ἀμελείας καὶ ἀγεωργησίας ἀπολέσαι καὶ τὸ εἰναι αὐτοῦ σπέρμα. οὑτοι μέντοι γε ἔτι ἐλπίδων ἠσαν πρὸς οὓς ὁ λόγος, εἰδότος τοῦ Ἰησοῦ ὅτι σπέρμα ἔτι ἠσαν τοῦ Ἀβραὰμ καὶ θεωροῦντος ὅτι οὐδέπω ἀπολωλέκεισαν τὸ δύνασθαι γενέσθαι τέκνα τοῦ ᾿Αβραάμ· ὡς γὰρ δυνατοῦ ὄντος τοῦ αὐτοὺς γενέσθαι τέκνα τοῦ ᾿αβραὰμ πρὸς τῷ εἶναι αὐτοὺς σπέρμα, φησὶν αὐτοῖς· »Εἰ τέκνα τοῦ ᾿Αβραάμ ἐστε, τὰ ἔργα τοῦ »᾿Αβραὰμ ποιεῖτε«.

ὡς δέ εἰσίν τινες σπέρμα τοῦ ᾿Αβραάμ, οὕτως ἄλλοι, ὡς ὁ Δανιήλ φησι, »Σπέρμα Χαναὰν καὶ οὐκ ᾿Ιούδα«, καὶ ἄλλοι, ὡς ἡ σοφία 〈φησίν·〉 »Σπέρμα κατηραμένον ἀπ’ ἀρχῆς«.

καὶ εἰς ταῦτα δὲ φήσομεν ὅτι ὤσπερ κατὰ τὰ σωματικὰ ἀπὸ πολλῶν σπερμάτων προκύπτει μᾶλλον ἐνεργῆσαι δυνηθὲν ἔσθ’ ὅτε ἓν τῶν σπερμάτων, οὕτως ἔστιν ἰδεῖν κοὶ ἐπὶ τῶν πνευματικῶν σπερμάτων.

ὃ δὲ λέγω ἔσται σαφὲς ἐκ τῶν λεχθησομένων· ἐπεὶ γὰρ ἔχει ἐν ἐαυτῷ προγονικούς τε κοὶ συγγενικοὺς λόγους ὁ σπείρων, ὁτὲ μὲν [*](2 Weish. Sal. 10, 7—5 Vgl. Deut. 32, 32 f. — 9 Ps. 77, 47. — 14 8, 37. 39. — 17 Vgl. u. c. 10. — 26 Joh. 8, 39. — 28 Hist. Susann. 56 (Θ). 29 Weish. Sal. 12, 11. 1 σολομῶν, corr. Hu | 5 γείνηται Μ | 6 μηδὲ1] μήτε corr. We | 9 τὴν + V 10 ἀποκτέννειν Μ (vgl. zur Form Blass, Gramm, d. neutest. Gr. § 17, Winerschmiedel § 15). Aber Orig. bat scbwerlicb die Form gescbrieben; ἀποκτενεῖν V; corr. Ausgg. | 22 nacb ἐλπίδων viell. τέκαν einzuschieben | 29 φησίν)

333
κρατεῖ ὁ αὐτοῦ λόγος, καὶ ἀποτίκτεται τὸ γεννώμενον τῷ σπείραντι ὅμοιον, ὁτὲ δὲ ὁ λόγος τοῦ ἀδελφοῦ τοῦ σπείραντος, ἢ τοῦ πατρὸς τοῦ σπείραντος, ἢ τοῦ θείου τοῦ σπείραντος, ἐνίοτε καὶ πάππου τοῦ σπείραντος· παρ᾿ ὃ γίνονται οἱ ἀποτικτόμενοι ὅμοιοι τοῖσδε ἢ τοῖσδε.

ἔστιν δὲ ἰδεῖν ἐπικρατοῦντα καὶ τὸν λόγον τῆς γυναικὸς ἢ τοῦ πατρὸς τῆς γυναικὸς ἢ τοῦ ἀδελφοῦ αὐτῆς ἢ. τοῦ πάππου αὐτῆς, κατὰ τοὺς ἐν ταῖς μίξεσι βρασμοὺς ἅμα πάντων σειομένων, ἕως ἂν ἐπικρατήσῃ τις τῶν σπερματικῶν λόγων.

ταῦτα δὴ μεταγέσθω ἐπὶ τὴν πεπληρωμένην ψυχὴν νοητῶν σπερμάτων, ἐληλυθότων ἀπό τινων ὀνομαζομένων πατέρων αὐτῆς, καὶ [τὸ] παρὰ τὸ πολυκίνητον ἢ εὐκίνητον τοῦ ἡγεμονικοῦ καὶ τὴν ἐπὶ τοιάσδε φαντασίας ἐπίστασιν προκυπτέτωσαν οἱονεὶ σπερματικοί τινες τῶν πατέρων λόγοι· ὧν γεωργουμένων ἔσται τις τέκνον ὅδε μὲν τοῦ Ἀβραάμ, δῆλον δ᾿ ὅτι ὁ αὐτὸς ὢν καὶ τοῦ Νῶε, ἄλλος δὲ τοῦ Νῶε, οὐχ ὥστε δὲ εἶναι καὶ τοῦ ᾿Αβραάμ, καὶ ἄλλος τοῦ Χαναάν, καὶ ἄλλος τινὸς τῶν δικαίων ἢ τῶν ἀδίκων.

πλὴν οὐ μετὰ ὁμοίων καὶ τῶν αὐτῶν ἐληλύθαμεν πάντες σπερμάτων, ἀλλ᾿ οὐδὲ ἐλήλυθέν τις κενὸς σωτηρίων καὶ ἁγίων σπερμάτων· εἰ μὴ ἄρα δυσωπήσαι τις ἡμᾶς, καὶ εἰς τοῦτο ἄμα παρατιθέμενος τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν οὐκ ἀπογινώσκουσαν καὶ τοὺς κακίστους καὶ χωρὶς ἀρίστων σπερμάτων εἰσεληλυθότας εἰς τὸν βίον, καὶ δυσωπήσαι ἀπὸ τοῦ »Δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾿Αβραάμ«.

Τὰ δὲ εἰρημένα πάντα περὶ σπέρματος Ἀβραὰμ καὶ τῶν ἀνάλογον τούτῳ ἐχόντων εὐλόγως ἂν παραδεξαίμεθα, εἴπερ παρεδεξάμεθα οὐ κατὰ τὸ σωματικὸν εἰρῆσθαι τὸ »Οὐκ ἀπεστάλην εἰ μὴ εἰς »τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραὴλ« καὶ τὸ »Οὐδὲ ἐν τῷ »᾿Ισραὴλ τοσαύτην πίστιν ε+θρον«, καὶ ὅσα τούτοις εἴρηται παραπλησίως.

᾿Εοίκασιν δὲ οὗτοι, πρὸς οὓς ὁ λόγος, μὴ χωρεῖν τὸν λόγον, οὐ δυνάμενον εἰς αὐτοὺς δι᾿ ὑπερβολὴν μεγέθους ἰδίου τοῦ ὑπὲρ αὐτοὺς χωρεῖν, ἐπείπερ ἔτι ἠσαν σπέρμα τοῦ ᾿Αβραὰμ μόνον.