Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ δὲ πρὸς τῷ εἶναι σπέρμα τοῦ ᾿Αβραὰμ ἐγεώργησαν καὶ εἰς μέγεθος καὶ αὔξην τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐπεδεδώκει, έν τῷ μεγέθει καὶ τῇ αὔξῃ τοῦ σπέρματος τοῦ Ἀβραὰμ κεχωρήκει ἂν ὁ τοῦ Ἰησοῦ λόγος.

καὶ μέχρι γε τοῦ δεῦρο φήσεις ὅτι ὁ λόγος οὐ χωρεῖ ἐν τοῖς μὴ προκόψασιν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ μηδὲ ἐληλυθόσιν εἰς τὸ γε- [*](21 Matth. 3, 9. — 25 Matth. 15, 24. — 26 Luk. 7, 9. 4 σπείραντος] σπείροντος, corr. V | 5 ἰδεῖν] δ a. Ras. | 7 βρασμοὺς] σμ a. Ras. | ἅμα verblichen | 8 ἂν + We | 10 τὸ] str. Br | 11 ἐπίτασιν? We | ἀπογινώσκουσα, corr, V | 33 ἐπιδωδωκεῖ, corr. V.)

334
νέσθαι αὐτοῦ τέκνα.

οὐτοι δὲ καὶ ἀποκτεῖναι θέλουσιν τὸν λόγον καὶ ὡσπερεὶ συντρῖψαι αὐτόν, τὸ μέγεθος μὴ χωροῦντες αὐτοῦ.

καὶ ἀεί γε ἔστιν θεωρεῖν τοὺς μὴ χωροῦντας τὸν λόγον, διὰ τὸ βραχύτερα αὐτοὺς εἶναι σκεύη, θέλοντας ἀποκτεῖναι τὴν ἑνότητα τοῦ μεγέθους τοῦ λόγου, ὡς δυναμένους χωρῆσαι μετὰ τὴν ἀναίρεσιν αὐτοῦ καὶ τὴν συντριβὴν αὐτοῦ μέλη αὐτοῦ.

οἷς ἐὰν ἐγγένηται οὕτως ὁ λόγος ὡσπερεὶ ἀνελοῦσιν αὐτὸν φήσει τὸ »† Διεσκορπίσθησαν πάντα »τὰ ὀστᾶ μου( εἵπερ οὐν τις ἡμῶν ἐστιν σπέρμα τοῦ Ἀβραάμ, καὶ ἔτι ὁ λόγος τοῦ θεοῦ οὐ χωρεῖ έν αὐτῷ, μὴ ζητείτω ἀποκτεῖναι τὸν λόγον, ἀλλὰ μεταβαλὼν ἀπὸ τοῦ εἶναι σπέρμα τοῦ Ἀβραὰμ ἐπὶ τὸ γενέσθαι τέκνον τοῦ Ἀβραάμ, δυνήσεται χωρῆσαι ὃν τέως οὐκ ἐχώρει λόγον θεοῦ.

VIII, 38. Ἃ ἐγὼ ἑώρακα Παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οἶν ὰ ἠκούσατε Παρὰ τοῦ πατρὸς ποιεῖτε.

Ὥσπερ ἀνθρώπους ἄν τινας εἴποιμεν ἀπ᾿ ἀρχῆς αὐτόπτας γεγονέναι τοῦ λόγου, περὶ ὧν ὁ Λουκᾶς φησι· »Καθὼς παρέδοσαν »ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου«, οὕτω τὸν σωτῆρα αὐτόπτην λέξομεν εἶναι τῶν παρὰ τῷ πατρί, καὶ κατὰ τοῦτο εἰρῆσθαι τὸ »Οὐδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός«, οὐκέτι αὐτοπτῶν ὄντων οἷς ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

δηλοῖ δὲ τὸ αὐτόπτην τῶν ἐν τῷ πατρὶ τυγχάνειν τὸν σωτῆρα σαφῶς ἡ προκειμένη λέξις ἐν τῷ »Ἅ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ«. ζητήσαις δ᾿ ἂν ε'θ ἔσται ποτὲ ὅτε οἱ ἄγγελοι αὐτοὶ ὄψονται τὰ παρὰ τῷ πατρί, οὐκέτι διὰ μεσίτου καὶ ὑπηρέτου βλέποντες αὐτά· ὅτε μὲν <οὖν> ὁ τὸν υἱὸν ἑώρακε τὸν πατέρα τὸν πέμψαντα αὐτόν, ἐν υἱῷ τις ὁρᾷ τὸν πατέρα· ὅτε δὲ ὡς ὁ υἱὸς ὁρᾷ τὸν πατέρα καὶ τὰ παρὰ τῷ πατρὶ ὄψεταί τις, οἱονεὶ ὁμοίως τῷ υἱῷ αὐτόπτης ἔσται τοῦ πατρὸς καὶ τῶν τοῦ πατρός, οὐκέτι ἀπὸ τῆς εἰκόνος ἐννοῶν τὰ περὶ τούτου οὑ ἡ εἰκών ἐστιν.

καὶ νομίζω γε τοῦτο εἶναι τὸ τέλος, ὅταν παραδίδωσιν τὴν βασιλείαν ὁ υἱὸς τῷ θεῷ καὶ πατρί, καὶ ὅτε γίνεται ὁ θεος τα παντα ἐν πᾶσιν.

ὁ μὲν οὐν σωτὴρ ἑωρακὼς τα παρὰ πατρὶ λαλεῖ, οἱ δὲ πεπιστευκότες αὐτῷ Ἰουδαῖοι οὐχ ἑωράκασιν μὲν τά) [*](7 Ps. 21, 15. — 16 Luk. 1, 2. — 19 Matth. 11, 27; vgl. Luk. 10, 22. — 24 Vgl. Gal. 3, 20. — 25 Joh. 14, 9; 12, 44. — 29 Vgl. I Kor. 15, 24. 28. — 32 Vgl. Joh. 8, 31. 1 αὐτοῦ] αὐτοὺς, corr. Hu | 3 βραχύτερα] α2 a. Ras. | 6 καὶ vor μέλη Μ, corr. We | 7 διεσκορπίσθη Τ u. ο. S. 210, 29 | 10 ἐΠὶ verblichen | 20 ἂν ὁ υἱὸς] ἀνθρώπους (aus ανουςݲ = ανο υςݲ falscb öst; corr. Ferrarius | 24 <οὖν> + We | 26 Μ, corr, Ausgg. | 31. 32 τὰ + Pr.)

335
παρὰ τῷ πατρί, ἤκουσαν δὲ παρὰ τοῦ πατρός, ἵνα ποιῶσιν ἃ ἤκουσαν· διόπερ φησὶν αὐτοῖς ὁ κύριος· »Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε »παρὰ τοῦ πατρὸς ποιεῖτε«.

ζητήσαι δ᾿ ἄν τις πότε ἤκουσαν παρὰ τοῦ πατρὸς οἱ πεπιστευκότες τῷ κυρίῳ Ἰουδαῖοι· καὶ πρὸς τοῦτο ὁ μέν τις φήσει, ἁπλούστερον ἀκούσας τοῦ »Ἅ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε«, ὅτι ἤκουσαν παρὰ τοῦ πατρὸς τῷ τὸν πατέρα κεχρηματικέναι διὰ Μωσέως καὶ τῶν προφητῶν τὰ ἐν νόμῳ καὶ προφήταις ἀναγεγραμμένα ποιητέα· ὅστις τῷ ῥητῷ πρὸς τοὺς ἑτεροδόξους χρώμενος. σαφῶς παρίστησιν ὅτι οὐκ ἄλλος ἐστὶν τοῦ τὸν νόμον καὶ τοὺς προφήτας δεδωκότος θεοῦ ὁ Χριστοῦ πατήρ.

ἕτερός δὲ συγχρώμενος καὶ τῷ »Πᾶς ὁ ἀκούσας παρὰ τοῦ πατρὸς »θὼν ἔρχεται πρός με· οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις εἰ μὴ ὁ ὢν »παρὰ τῷ πατρί,

οὑτος ἐώρακε τὸν πατέρα« ἐρεῖ ὅτι εἰσίν τινες τῶν ἐνσωματουμένων ψυχῶν πρὶν εἰς γένεσιν ἐλθεῖν μεμαθητευμέναι παρὰ τῷ πατρὶ καὶ ἀκούσασαι αὐτοῦ, αἵτινες καὶ ἔρχονται πρὸς τὸν σωτῆρα, ἐξ ὧν ἦσαν καὶ οἱ νῦν ἐξεταζόμενοι πεπιστευκότες αὐτῷ ᾿Ιουδαῖοι, πρὸς οὓς ἔλεγεν· »῾Υμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖτε«· καὶ ἐρεῖ ὅτι οὗτοί εἰσιν οἱ καὶ καλούμενοι σπέρμα ᾿Αβραάμ.

καὶ τούτω δ’ ἄν τις ἀντιλέγοι φάσκων ὅτι τὸ μὲν »Πᾶς ὁ ἀκούσας »παρὰ τοῦ πατρὸς καὶ μαθὼν ἔρχεται πρὸς ἐμὲ« ἐμφαίνει πάντως ἔρχεσθαι πρὸς τὸν σωτῆρα τὸν ἀκούσαντα παρὰ τοῦ πατρὸς καὶ μεμαθηκότα παρ᾿ αὐτοῦ· τὸ δὲ »καὶ ὑμεῖς οὐν ἃ ἠκού- »σατε παρὰ τοῦ πατρὸς ποιεῖτε« ἀπαγγελλόμενον πρὸς τοὺς ζητοῦντας ἀποκτεῖναι τὸν υἱὸν τοῦ θεοῦ ᾿Ιουδαίους, οἷς καὶ ὡς μηδέπω οὖσιν τέκνοις τοῦ Ἀβραὰμ λέγεται τὸ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, παρίστησιν τὸ μηδέπω τούτους καρποὺς ἔχειν τοῦ ἐληλυθέναι πρὸς τὸν σωτῆρα· πρὸς δὲ τὸν οὕτως ἀντιλέγοντα ἀπαντήσεταί τις, μὴ ταὐτὸν εἶναι φάσκων τὸ »Πᾶς ὁ »ἀκούσας παρὰ τοῦ πατρὸς καὶ μαθών« τῷ »Καὶ ὑμεῖς οὐν ἃ ἠκού- »σατε παρὰ τοῦ πατρός«· ὁ μὲν γὰρ πρὸς τῷ ἀκοῦσαι παρὰ τοῦ πατρὸς μαθὼν πάντως ἔρχεται πρὸς τὸν σωτῆρα· οἱ δὲ ἀκούσαντες μὲν μὴ πάντως δὲ καὶ μεμαθηκότες οὐδέπω τέκνα εἰσὶν τοῦ Ἀβραάμ.

Πυνθανοίμεθα δ’ ἂν τῶν τὰς φύσεις εἰσαγόντων καὶ εἰς τὸ »Ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν« ἀποδιδόντων [*](2 Joh. 8, 38. — 5 Joh. 8, 38. — 11 Joh. 6, 45f. — 16 Vgl. Joh. 8, 31. — 17 Joh. 8, 38. — 19 Joh. 6, 45. — 22 Joh. 8, 38. — 25 Joh. 8, 39. — 28 Joh. 6, 45. — 35 Joh. 8, 37. 1 τοῦ] τώ, corr. V | 5 ἃ ἠκούσατε] ἀκούσατε, corr. V | 9 τοῦτον τὸν, corr. Del | 11 δὲ + V | 24 Ἰουδαίους] ιουδ a. Ras. | 26 τοῦ a. Ras. | 28 ὁ a. Ras.)

336
κατὰ Ἡρακλέωνα ὅτι διὰ τοῦτο οὐ χωρεῖ ὅτι ἀνεπιτήδειοι ἤτοι κατ᾿ οὐσίαν ἢ κατὰ γνώμην, πῶς οἱ ἀνεπιτήδειοι κατ’ οὐσίαν ἤκουσαν παρὰ τοῦ πατρός;

ἀλλὰ καὶ πότερόν ποτε πρόβατα οὑτοι ἠσαν τοῦ χριστοῦ, ἢ ἀλλότριοι ὑπῆρχον αὐτοῦ; εἰ δὲ ἠσαν ἀλλότριοι, πῶς ἤκουσαν παρὰ τοῦ πατρός, σαφῶς, ὡς οἴονται, λεγομένου πρὸς τοὺς ἀλλοτρίους ὅτι »Διὰ τοῦτο ὑμεῖς »οὐκ ἀκούετε, ὄτι οὐκ ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«;

εἰ μὴ ἄρα θλιβόμενοι ἑτέρῳ ἀτόπῳ ἑαυτοὺς περιβάλλουσιν λέγοντες παρὰ μὲν τοῦ πατρὸς ἀκηκοέναι τοὺς ἀλλοτρίους, μὴ ἀκούειν δὲ τοὺς αὐτοὺς τούτους παρὰ τοῦ σωτῆρος. εἰ δ’ οἰκεῖοι τοῦ σωτῆρος ἠσαν καὶ τῆς μακαρίας φύσεως, πῶς ἐζήτουν αὐτὸν ἀποκτεῖναι; καὶ πῶς ὁ τοῦ σωτῆρος λόγος οὐκ ἐχώρει ἐν αὐτοῖς;

VIII, 39. ᾿Απεκρίθησαν καὶ εἶπαν αὐτῷ· ῾Ο Πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν.

Δόξαιεν ἂν τὴν ἀπόκρισιν οὑτοι πεποιῆσθαι πολὺ ταπεινότερον ἐκδεξάμενοι περὶ τοῦ τίς αὐτῶν ἠν ὁ πατὴρ ἢ ὡς ὁ κύριος ἔλεγεν.

ὁ μὲν γὰρ ᾿Ιησοῦς ἀναφέρων ἐπὶ τὸν θεὸν ἔφασκεν τὸ »Καὶ »ὑμεῖς οὐν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε«· οἱ δὲ ταπεινότερον τὸν τοῦ ἔθνους παρομολογοῦσιν ἑαυτῶν πατέρα λέγοντες· »῾Ο »πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν«.

βοηθῶν δ᾿ ἄν τις αὐτοῖς ὡς καλῶς ἀποκριναμένοις φήσειε ὅ.τι ὡς μέτριοι καὶ μὴ διδόντες ἑαυτοῖς τὸ εἶναι υἱοῖς θεοῦ, τοῦ Ἰησοῦ λέγοντος· »Ἅ ἠκούσατε παρὰ τοῦ πατρὸς »ποιεῖτε« καὶ ἀναφέροντος ἐπὶ τὸν θεόν, φασίν· »῾Ο πατὴρ ἡμῶν ᾿Αβραάμ ἐστιν«.

δῆλον δὲ ὅτι καὶ τοῦτο εὐθύνει ὁ σωτὴρ ὡς ψευδῶς εἰρημένον διὰ τοῦ »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ »ποιεῖτε«.