Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

κτίοει. καὶ ἐπεὶ προφανῆ ἐστι τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα σφόδρα βεβιασμένα καὶ παρὰ τὴν ἐνάργειαν ἀπαγγελλόμενα, εἰ τὰ νομιζόμενα αὐτῷ θεῖα ἐκκλείεται τῶν Πάντων, τὰ δέ, ὡς ἐκεῖνος οἴεται, παντελῶς φθειρόμενα κυρίως »Πάντα« καλεῖται, οὐκ ἐπιδιατριπτέον τῇ ἀνατροπῇ τῶν αὐτόθεν τὴν ἀτοπίαν ἐμφαινόντων· οἷον δὴ καὶ τὸ τῆς γραφῆς λεγούσης· »Χωρὶς αὐτοῦ »ἐγένετο οὐδὲ ἕν«· προστιθέντα αὐτὸν ἄνευ παραμυθίας τῆς ἀπὸ τῆς γραφῆς τὸ Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ κτίσει· μηδὲ μετὰ πιθανότητος ἀποφαίνεσθαι, πιστεύεσθαι ἀξιοῦντα ὁμοίως Προφήταις ἢ ἀποστόλοις τοῖς μετ’ ἐΞουσίας καὶ ἀνυπευθύνως καταλείπουσι τοῖς καθ’ αὑτοὺς καὶ μεθ᾿ αὑτοὺς σωτήρια γράμματα.

ἔτι δὲ ἰδίως καὶ τοῦ Πάντα δι᾿ αὐτοῦ »ἐγένετο« ἐξήκουσε φάσκων· Τὸν τὴν αἰτίαν παρασχόντα τῆς γενέσεως τοῦ κόσμου τῷ δημιουργῷ, τὸν λόγον ὄντα, εἶναι οὐ τὸν ἀφ’ οὗ, ἢ ὑφ’ οὗ, ἀλλὰ τὸν δι᾿ οὑ, παρὰ τὴν ἐν τῇ συνηθείᾳ φράσιν ἐκδεκόμενος τὸ γεγραμμένον. εἰ γὰρ ὡς νοεῖ ἡ ἀλήθεια τῶν πραγμάτων ἦν, ἔδει διὰ τοῦ σημιουργοῦ γεγράφθαι πάντα γεγονέναι ὑπὸ τοῦ λόγου, οὐχὶ οὐχὶ ἀνάπαλιν διὰ τοῦ λόγου ὑπὸ τοῦ δημιουργοῦ.

καὶ ἡμεῖς μὲν τῷ »δι᾿ οὑ« χρησάμενοι ἀκολούθως τῇ συνηθείᾳ, οὐκ ἀμάρτυρον τὴν ἐκδοχὴν ἀφήκαμεν· ἐκεῖνος δὲ πρὸς τῷ μὴ παραμεμυθῆσθαι ἀπὸ τῶν θείων γραμμάτων τὸν καθ’ ἑαυτὸν νοῦν, φαίνεται καὶ ὑποπτεύσας τὸ ἀληθὲς καὶ ἀναιδῶς αὐτῷ ἀντιβλέψας· φησὶ γάρ· Ὅτι οὐχ ὡς ὑπ’ ἄλλου ἐνεργοῦντος αὐτὸς ἐποίει ὁ λόγος, ἴν [*](5 Job. 1, 3. — 11 Prov. 24, 29. — 24 Job. 1, 3.) [*](1 δὲ über d. Linie ν. ΙΙ. Η. αὐτῷ] τῶ II Η. ü. d. Ζ. | 12 προστίθησι] ροστι a. Ras. | 14 ἐνεργειαν Μ | ἀπαγγελλόμενα] ἐπαγγελλόμενα, corr. We | 18 δὲ Μ, corr. Br | 27 παρὰ τὴν] περὶ ὧν, corr. Jacobi | 31 τῷ,] τῇ, corr. We.)

71
οὕτω νοηθῇ τὸ δι’ αὐτοῦ, ἀλλ᾿ αὐτοῦ ἐνεργοῦντος ἕτερος ἐποίει.

οὐ τοῦ παρόντος δὲ καιροῦ ἐλέγξαι τὸ μὴ τὸν δημιουργὸν ὑπηρέτην τοῦ λόγου γεγενημένον τὸν κόσμον πεποιηκέναι καὶ ἀποδεικνύναι ὅτι ὑπηρέτης τοῦ δημιουργοῦ γενόμενος ὁ λόγος τὸν κόσμον κατεσκεύασε. κατὰ γὰρ τὸν προφήτην Δαβὶδ »Ὁ θεὸς εἶπε καὶ ἐγενήθησαν ἐνετείλατο καὶ ἐκτίσθησαν‘. »ἐνετείλατο« γὰρ ὁ ἀγένητος θεὸς τῷ πρωτοτόκῳ πάσης κτίσεως »καὶ ἐκτίσθη- »σαν«, οὐ μόνον ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα, »εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα γὰρ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων.«

Ἔτι εἰς τὸ »Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν‘ οὐκ ἀγύμναστον ἐατέον καὶ τὸν περὶ τῆς κακίας λόγον· κἂν γὰρ σφόδρα ἀπεμφαίνειν δοκῇ, οὐ πάνυ τι δοκεῖ μοι εὐκαταφρόνητον εἶναι. ζητητέον γάρ, εἰ καὶ ἡ κακία διὰ τοῦ λόγου γεγένηται, νῦν λόγου προσεχῶς λαμβανομένου τοῦ ἐν ἑκάστῳ, ὡς καὶ αὐτὸς ἀπὸ τοῦ ἐν »ἀρχῇ« λόγου ἑκάστῳ ἐγγεγένηται.

φησὶ τοίνυν ὁ ἀπόστολος· »Χωρὶς νόμου ἁμαρτία νεκρά«, καὶ ἐπιφέρει· »Ἐλθούσης δὲ τῆς ἐντολῆς ἡ μὲν ἁμαρτία ἀνέζησε« καθολικὸν διδάσκων περὶ τῆς ἁμαρτίας ὡς μηδεμίαν μίαν ένέργειαν αὐτῆς εχούσης πρὶν νόμου καὶ ἐντολῆς· πῶς δὲ † ἔχων ὁ λόγος νόμος εἶναι καὶ ἐντολή, καὶ οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος νόμου, »ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ ὄντος νόμου«), καὶ πάλιν οὐκ ἂν εἴη ἁμαρτία μὴ ὄντος λόγου »Εἰ γὰρ μὴ ἦλθον, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν«).

πᾶσα γὰρ πρόφασις ἀφαιρεῖται τοῦ βουλομένου ἐπὶ τῇ ἁμαρτίᾳ ἀπολογήσασθαι, ἐπὰν ἐνυπάρχοντος λόγου καὶ παραδεικνύοντος, ὃ πρακτέον, μὴ πείθηταί τις αὐτῷ. τάχα οὐν πάντα μέχρι καὶ τῶν χειρόνων διὰ τοῦ λόγου γεγένηται καὶ »χωρὶς αὐτοῦ«, ἁπλούστερον ἡμῶν ἐκλαμβανόντων τὸ »Οὐδέν«, »ἐγένετο οὐδέν«.

καὶ οὐ πάντως τῷ λόγῶ ἐγκλητέον, εἰ πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ »γωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν‘, ὡς οὐδὲ ἐγκλητέον τῷ διδασκάλῳ παραδείξαντι τὰ δέοντα τῷ μανθάνοντι, ἐπὰν διὰ τὰ τούτου μαθήματα μηκέτι τόπος καταλείπηται τῷ ἁμαρτάνοντι ἀπολογίας ὡς περὶ ἀγνοίας, καὶ μάλιστα ἐὰν νοήσωμεν διδάσκαλον τοῦ μανθάνοντος ἀχώριστον.

οἱονεὶ γὰρ διδάσκαλος τοῦ [*](5 Ps. 148, —7 Vgl. Κοί. 1, 15. — 9 Vgl. Κοί. 1, 16 f. — 12 Joh. 1, 3. — 16 Vgl. Joh. 1, 1. — 17 Rom. 7, 8 f. — 22 öm. 5, 13. —23 Joh. 15, 22. — 28 Vgl. Joh. 1, 3. — .30 Joh. 1, 3.) [*](7 ἀγένητος] ἀγέννητος, corr. We | 21 ἔχων verderbt; εἰ εἶχεν We, viell. liegt die Corruptel tiefer u. nach ἐντολή ist ücke anzunehmen. | 29 nach ἐγένετο + τὸ | 33 νοήσωμεν] με a. Ras.)

72
μανθάνοντος ἀχώριστός ἐστιν ὁ ἐνυπάρχων τῇ φύσει τῶν λογικῶν λόγος, ἀεὶ ὑποβάλλων τὰ πρακτέα, κἂν παρακούωμεν αὐτοῦ τῶν ἐντολῶν, ἐπιδιδόντες αὑτοὺς ταῖς ἡδοναῖς καὶ παραπεμπόμενοι τὰς ἀρίστας αὐτοῦ συμβουλάς. ὡσπερ δὲ ὑπηρέτῃ τῷ ὀφθαλμῷ ἐπὶ τοῖς κρείττοσιν ἡμῖν γεγενημένῳ, καὶ ἐφ’ ὧν οὐ καλῶς ὁρῶμεν χρώμεθα, ὁμοίως καὶ τῇ ἀκοῇ ὅταν παρέχωμεν ἑαυτοὺς ἀκροάσει ἀχρήστων ᾀσμάτων καὶ τῶν ἀπηγορευμένων ἀκουσμάτων, οὕτως ἐνυβρίζοντες τὸν ἐν ἡμῖν λόγον καὶ οὐκ εἰς δέον αὐτῷ χρώμενοι, δι᾿ αὐτοῦ παρανομοῦμεν εἰς κρίμα τοῖς ἁμαρτάνουσιν ἐνυπάρχοντος καὶ διὰ τοῦτο κρίνοντος τὸν μὴ πάντων αὐτὸν προτιμήσαντα.

ὅθεν καί φησιν· »Ὁ λόγος ὃν ἐλάλησα αὐτὸς κρινεῖ ὑμᾶς«, ἴσον διδάσκων τῷ Ἐγὼ ὁ λόγος, ὁ ἐν ὑμῖν ἀεὶ ἐνηχῶν, αὐτὸς ὑμᾶς καταδικάσω τόπον ἀπολογίας καταλειπόμενον ἔχοντας οὐδαμῶς. δόξει μέντοι γε βιαιοτέρα εἶναι αὕτη ἡ ἐκδοχή, ἄλλον μὲν λόγον τὸν »ἐν ἀρχῇ« ἡμῶν ἐξειληφότων τὸν πρὸς τὸν θεόν«, τὸν θεὸν λόγον, ἄλλως δὲ αὐτὸν νοούντων, ὅτε οὐ μόνον ἐπὶ τῶν προηγουμένων δημιουργημάτων τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« λέγεσθαι ἐφάσκομεν, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὑπὸ τῶν λογικῶν πραττομένων, οὑ λόγου χωρὶς οὐδὲν ἁμαρτάνομεν.

καὶ ζητητέον, εἰ καὶ τὸν ἐν ἡμῖν λόγον τὸν αὐτὸν λεκτέον τῷ έν ἀρχῇ καὶ τώ πρὸς τὸν θεὸν καὶ τῷ θεῷ λόγῳ, μάλιστα ἐπεὶ οὐχ ὡς ἑτέρου τούτου τυγχάνοντος παρὰ τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον ἔοικεν ὁ ἀπόστολος διδάσκειν τὸ »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χρι- »στὸν καταγαγεῖν· ἢ Τίς κ·αταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι »Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου »τὸ ῥῆμά ἐστιν σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου.‘

1, 4. Ὁ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ Ἡ ζωὴ ἦν τὸ τῶν ἀνθρώπων.

Ἔστι τινὰ δόγματα παρ᾿ Ἕλλησι καλούμενα παράδοξα, τῷ κατ᾿ αὐτοὺς πλεῖστα πλεῖστα ὅσα προσάπτοντα μετα τινος αποδείξεως ἢ φαινομένης ἀποδείξεως, καθ’ ἅ φασι μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἱερέα, τῷ μόνον καὶ πάντα τὸν σοφὸν ἐπιστήμην ἔχειν τῆς τοῦ θεοῦ θεραπείας, καὶ μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἐλεύ- [*](8 Vgl. Joh. 9, 39. — 11 Vgl. Job. 12, 48. — 14 Vgl. Joh. 1, 1. — 17 Job. 1, 3. — 20 Vgl. Job. 1, 1. — 22 Rom. 10, 6 —8. — Vgl. Deut. 30, 11ff. — 29 Vgl. Zeller, Pbil. d. Griecbeu III, P, 249 ff.) [*](5 οὐ καλῶς] οὐκ ἄλλως, coir. Hu | 6 παρέχωμεν] με a. Ras. Μ | ἀκροάσει ἀχρήστων] ἀκροάσεσι κρίσεως, corr. Pr | 20 τῷ1 über d. Linie Μ | 25 ἀλλὰ—ἐγγὺς a. Ras. Μ | 27 ἐν + V 1 ζω[ὴ ἦν τὸ] φῶς a. Ras. | 31 φασὶ] φησι, corr.)

73
θερον, ἐξουσίαν αὐτοπραγίας ἀπὸ τοῦ θείου νόμου εἰληφότα· καὶ τὴν ἐξουσίαν δὲ ὁρίζονται νόμιμον ἐπιτροπήν.

καὶ τί δεῖ νῦν ἡμᾶς λέγειν περὶ τῶν καλουμένων παραδόξων, πολλῆς οὔσης τῆς εἰς αὐτὰ πραγματείας καὶ δεομένων συγκρίασεως τῆς πρὸς τὸ βούλημα τῆς γραφῆς τῶν ὑπ᾿ αὐτῶν κατὰ τὰ παράδοξα ἀπαγγελλομένων, ἴνα ἐπὶ τίνων ὁ τῆς θεοσεβείας λόγος συμφῇ καὶ ἐπὶ τίνων τὸ ἐναντίον τοῖς ὑπ’ ἐκείνων λεγομένοις βούλεται παραστῆσαι δυνηθῶμεν;

τούτων δὲ ἡμῖν μνήμη γεγένηται ζητοῦσι τὸ »Ὃ γέγονεν ἐν αὐτῷ αὐτῷ »ἠν« διὰ τὸ οἱονεὶ τῷ χαρακτῆρι τῶν παραδόξων καί, εἰ δεῖ εἰπεῖν, παραδοξότερον παρὰ τά ὑπ᾿ ἐκείνων λεγόμενα, δύνασθαι ἄν τινα ἑπόμενον τῇ γραφῇ δεῖξαι τοιαῦτα πλείονα. ἐὰν γὰρ νοήσωμεν τὸν ἐν ἀρχῇ λόγον, τὸν πρὸς τὸν θεόν, τὸν θεὸν λόγον, τάχα δυνησόμεθα μόνον τὸν τούτου, καθ’ ἃ τοιοῦτος, μετέχοντα »λογικὸν« εἰπεῖν· ὥστε καὶ ἀποφήνασθαι ἄν, ὅτι μόνος ὁ ἅγιος λογικός.

πάλιν ἐὰν συνῶμεν τὴν γενομένην ἐν τῷ λόγῳ ζωήν, τὸν εἰπόντα »Ἐγώ εἰμι ἡ ζωή«. ἐροῦμεν μηδένα τῶν ἔξω τῆς πίστεως Χριστοῦ ζῆν, πάντας δὲ εἶναι νεκροὺς τοὺς μὴ ζῶντας θεῷ, τό τε ζῆν αὐτῶν ζῆν εἶναι τῆς ἁμαρτίας καὶ διὰ τοῦτο ἵν᾿ ἕν’ οὕτως εἴπω, ζῆν θανάτου τυγχάνειμ.

ἐπίστησον δὲ εἰ μὴ τοῦτο πολλαχοῦ παριστᾶσιν αἱ θεῖαι γραφαί, τὸ] ὅπου μὲν τοῦ σωτῆρος φάσκοντος· »Ἢ οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ἐπὶ τῆς βάτου Ἐγὼ θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ »ἔστι θεὸς νεκρῶν ἀλλὰ ζώντων‘ καὶ »Οὐ δικαιωθήσεται κατενώ- πιόν σου πᾶς ζῶν«. τί δὲ περὶ αὐτοῦ λέγγειν δεῖ τοῦ θεοῦ ἢ τοῦ σωτῆρος; ἀμφιβάλλεται γὰρ ὁποτέρου εἶναι ἡ λέγουσα ἐν τοῖς προφήταις φωνή· »Ζῶ ἐγώ, λέγει κύριος.«

Καὶ πρῶτόν γε ἴδωμεν τὸ »Οὐκ ἔστι θεὸς νεκρῶν »ἀλλὰ ζώντων‘ ἴσον δυνάμενον τῷ >οὐκ ἔστιν ἁμαρτωλῶν ἁγίων . μεγάλη γὰρ δωρεὰ τοῖς πατριάρχαις τὸ τὸν θεὸν ἀντὶ ὀνόματος προσάψαι τὴν ἐκείνων ὀνομασίαν τῇ >θεὸς< ἰδίᾳ προσηγορίᾳ, καθ’ ἃ καὶ ὁ Παῦλός φησι·

Διὸ οὐκ ἐπαισχύνεται ὁ θεὸς θεὸς καλεῖσθαι αὐτῶν«· οὐκοῦν θεός ἐστιν τῶν πατέρων καὶ πάντων τῶν ἁγίων· καὶ οὐκ ἄν που ἀναγεγραμμένον εὑρίσκοιτο τὸ θεὸν εἶναι τὸν θεόν τινος τῶν ἀσεβῶν. εἰ τοίνυν ὁ θεὸς ἀγίων ἐστὶν καὶ [*](2 Vgl. Ps. Plato, defin. p. 415B. — 8 Job. 1, 4. — 11 Vgl. Joh. 1, 1. — 15 Joh. 11, 25. — 16 Vgl. Röm. 6, 11. — 20 Vgl. Mark. 12, 26f. (Exod. 3, 6). — 22 Ps. 142, 2. — 25 Num. 14, 28; Ez. 34, 8. — 26 Mark. 12, 27. — 28 Vgl. Exod. 3, 6. — 30 Hebr. 11, 16.) [*](4 συγκρίσεως] συγκρίσεων, corr. Del | 9 ἐν τῷ? We | 11 nach δεῖξαι viell. ταῦτα καὶ hinzuzufügen. | 16 δὲ + V | 17 ζῆν2] ην a. Ras., viell. 18 in ζωῆν ändera. | 19 τὸ z. str. | 24 εἶναι] ἐστιν We, wohl mit Recht | 20 ἀντὶ a. Ras. | τὴν a. Ras.; urspr. standen c. 5 —6 Buchst, da. | 33 ἐστιν Μ*.)

74
θεὸς ζώντων εἶναι λέγεται, οἱ ἅγιοι ζῶντές εἰσι καὶ οἱ ζῶντες ἅγιοι, οὔτε ἁγίου ὄντος ἔξω τῶν ζώντων οὔτε ζῶντος χρηματίζοντος μόνον καὶ οὐχὶ μετὰ τοῦ ζῆν ἔχοντος καὶ τὸ ἅγιον αὐτὸν τυγχάνειν.

τὸ παραπλήσιον δὲ ἔστι καὶ ἐπὶ τοῦ »Εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ »ζώντων« ἰδεῖν, ὡς εἰ ἔλεγεν >ἐν τάξει ἁγίων< ἢ >ἐν τῷ τόπῳ τῶν ἁγίων<, τῆς κυρίως εὐαρεστήσεως ἤτοι ἐν τῇ τάζει τῶν ἁγίων ἢ ἐν τῷ τόπῳ τῶν ἁγίων τυγχανούσης, οὐδέπω ἄκρως εὐαρεστοῦντος τοῦ μὴ εἰς τὴν τάξιν τῶν ἁγίων κεχωρηκότος ἢ τοῦ μὴ εἰς τὸν τόπον τῶν ἁγίων γεγενημένου· εἰς ὃν χωρῆσαι δεήσει πάντα τὸν οἱονεὶ σκιὰν καὶ εἰκόνα τῆς εὐαρεστήσεως τῆς ἀληθινῆς ἐν τῷ βίω̣ τούτῳ προανειληφότα.

καὶ τὸ »οὐ δικαιωθήσεσθαι δὲ κατ᾿ ἐνώπιον »τοῦ θεοῦ πάντα ζῶντας« δηλοῖ, ὅτι ὡς πρὸς θεὸν καὶ τὴν ἐν αὐτῷ δικαισύνην οὐδεὶς δικαιωθήσεται τῶν πάνυ μακαρίων, ὡς εἰ καὶ ἐλέγομεν ἐπὶ ἑτέρου παραδείγματος τοιοῦτον· οὐ φωτιεῖ πᾶς λύχνος ἐνώπιον ἡλίου· φωτιεῖ μὲν γὰρ πᾶς λύχνος, ἀλλ ὅταν μὴ καταυγάζηται ὑπὸ ἡλίου· δικαιωθήσεται δὲ καὶ πᾶς ζῶν, ἀλλ᾿ οὐκ ἐνώπιον τοῦ θεοῦ, ὅτε δὲ τοῖς κάτω συγκρίνεται καὶ ὑπὸ τοῦ σκότους κεκρατημένοις παρ᾿ οἷς λάμψει αὐτῶν τὸ φῶς.