Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

εἰ δὲ κατὰ τὸν Ἡσαΐαν φησὶν ὁ κύριος ἡμῶν ὑπὸ του πατρὸς ἀπεστάλθαι καὶ τοῦ πνεύματος αὐτοῦ, ἔστι καὶ ἐνταῦθα περὶ τοῦ ἀποστείλαντος τὸν χριστὸν πνεύματος ἀπολογήσασθαι, οὐχ ὡς φύσει διαφέροντος ἀλλὰ τὴν τὴν γενομένην οὐκονομίαν τῆς ἐνανθρωπήσεως τοῦ υἱοῦ τοῦ θεοῦ, ἐλαττωθέντος παρ᾿ αὐτὸ τοῦ σωτῆρος.

εἰ δὲ ἐν τουτῳ προσκόπτει τις τῷ λέγειν ἠλαττῶσθαι παρὰ τὸ ἅγιον πνεῦμα τὸν σωτῆρα ἐνανθρωπήσαντα, προσακτέον αὐτὸν ἀπὸ τῶν έν τῇ πρὸς Ἑβραίους λεγομένων ἐπιστολῇ, καὶ ἀγγέλων ἐλάττονα διὰ τὸ πάθημα τοῦ θανάτου ἀποφηναμένου τοῦ Παύλου γεγονέναι τὸν Ἰησοῦν· φησὶ γὰρ· »Τὸν δὲ βραχύ τι παρ᾿ ἀγγέλους ἠλαττωμένον »βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφα- »νωμένον.«

ἢ τάχα ἔστι καὶ τοῦτο εἰπεῖν, ὅτι ἐδεῖτο ἡ κτίσις ὑπὲρ τοῦ ἐλευθερωθῆναι ἀπὸ τῆς δουλείας τῆς φθορᾶς, ἀλλὰ καὶ τὸ τῶν ἀνθρώπων γένος μακαρίας καὶ θείας δυνάμεως ἐνανθρωπούσης, ἥτις διορθώσεται καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ ὡσπερεὶ ἐπέβαλλέ πως τῷ ἁγίῳ πνεύματι ἡ πρᾶξις αὕτη, ἥντινα ὑπομένειν οὐ δυνάμενον προβάλλεται τὸν σωτῆρα, ὡς τὸ τηλικοῦτον ἀθλον μόνον ἐνεγκεῖν δυνάμενον, καὶ τοῦ πατρὸς ὡς ἡγουμένου ἀποστέλλοντος τὸν υἱὸν συναποστέλλει [*](1 Job. 1,3. — 5 Jes. 48, 16. — 6 Vgl. Matth. 12, 32. — 17 Vgl. Jes. 48, 16. — 26 Hebr. 2, 9. — 28 Vgl. Röm. 8, 21.) [*](1 ἐπαπόρησιν] das ρ über der Linie sclieint von ΙΙ H. ügt | 15 τῆς] τοῖς, corr. Pr. | 16 ἀποπίπτοντας] ἀποπίπτουσι, corr. We | ἐκτρεπομένους] ἐκτρεπομένοις, corr. We | 17 συμβουλὰς? We, vgl. 72, 4 | 22 τις + We, nach δὲ Del.)

67
καὶ συμπροπέμπει τὸ ἅγιον πνεῦμα αὐτόν, έν καιρῷ ὑηπισχνούμενον καταβῆναι πρὸς τὸν υἱὸν τοῦ θεοῦ καὶ συνεργῆσαι τῇ τῶν ἀνθρώπων σωτηρίᾳ.

τοῦτο δὲ πεποίηκεν, ὅτε τῷ σωματικῷ εἴδει ὡσεὶ περιστερὰ ἐφίπταται μετὰ τὸ λουτρὸν αὐτῷ καὶ ἐΠιστὰν οὐ παρέρχεται, τάχα ἐν ἀνθρώποις τοῦτο πεποιηκὸς τοῖς μὴ δυνηθεῖσιν ἀδιαλείπτως φέρειν αὐτοῦ τὴν δόξαν. διόπερ σημαίνει ὁ Ἰωάννης περὶ τοῦ γνῶναι, ὅστις ποτέ ἐστιν ὁ χρωτός. οὐχὶ μόνην τὴν ἐπὶ τὸν Ἰησοῦν κατάβασιν τοῦ πνεύματος ἀλλὰ πρὸς τῇ καταβάσει τὴν ἐν αὐτῷ μονήν.

γέγραπται γὰρ εἰρηκέναι τὸν Ἰωάννην ὅτι »Ὁ πέμψας με βαπτίζειν εἶπεν· >Ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα »καὶ μένον ἐπ᾿ αὐτόν, οὑτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ »καὶ πυρί<«. οὐ γὰρ λέγεται· »ἐφ᾿ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον« μόνον, τάχα καὶ ἐπ᾿ ἄλλους καταβεβηκότος αὐτοῦ, ἀλλά »καταβαῖνον »καὶ μένον ἐπ᾿ αὐτόν«.

Ταῦτα δὲ ἐπὶ πολὺ ἐξήτασται σαφέστερον ἰδεῖν βουλομένοις, πῶς, εἰ πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ τὸ πνεῦμα διὰ τοῦ λόγου ἐγένετο, ἓν τῶν πάντων τυγχάνον ὑποδεέστερον τοῦ δι᾿ οὑ ἐγένετο νοούμενον, εἰ καὶ λέξεις τινὲς περισπᾶν ἡμᾶς εἰς τὸ ἐναντίον δοκοῦσιν.

ΧΙΙ. Ἐὰν δὲ προσιῆταί τις τὸ καθ’ Ἑβραίους εὐαγγέλιον, ἔνθα αὐτὸς ὁ σωτήρ φησιν· »Ἄρτι ἔλαβέ με ἡ μήτηρ μου, τὸ ἅγιον πνεῦμα, ἐν μιᾷ τῶν τριχῶν μου καὶ ἀπήνεγκέ με εἰς τὸ ὄρος τὸ μέγα Θαβώρ«, ἐπαπορήσει, πῶς »μήτηρ« Χριστοῦ τὸ διὰ τοῦ λόγου γεγενημένον πνεῦμα ἅγιον« εἶναι δύναται.

ταῦτα δὲ καὶ τούτῳ οὐ χαλεπὸν ἑρμηνεῦσαι· εἰ γὰρ ο ποιῶν »τὸ θέλημα τοῦ πατρὸς τοῦ ἐν τοῖς »οὐρανοῖς ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστὶν‘ αὐτοῦ καὶ φθάνει τὸ »ἀδελφὸς Χριστοῦ« ὄνομα οὐ μόνον ἐπὶ τὸ τῶν ἀνθρώποιν γένος | ἀλλὰ καὶ ἐπὶ τὰ τούτου θειότερα, οὐδὲν ἄτοπον ἔσται μᾶλλον πάσης χρηματιζούσης »μητρὸς Χριστοῦ« διὰ τὸ ποιεῖν τὸ θέλημα τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς τὸ πνεῦμα τὸ ἅγιον εἶναι »μητέρα«.

ἔτι εἰς τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο« καὶ ταῦτα ζητητέον· τῇ ἐπινοίᾳ ὁ λόγος ἕτερός ἐστι παρὰ τὴν ζωήν, καὶ ο γέγονεν έν τῷ λόγῳ »ζωὴ »ἠν, καὶ ἡ ζωὴ ἠν τὸ φῶς τῶν ἀνθρώπων‘. ἆρ’ οὖν. ὡς πάντα [*](3 Vgl. Luk. 3, 22; Job. 1, 33. — 9 Joh. 1, 33. — 13 Joh. 1, 33. - 16 Vgl. Job. 1, 3. — 20 Vgl. in Jerem. hom. 15, 4. Hilgenfeld, N. T. extra can. recept. IV, 15, 36 sqq. 23. Zahn, Gesch. d. N. T. Kanons II, 690. Preuschen, Antilegomena S. 4, 30 ff. — 24 Vgl. Matth. 12, 50. — 30 Joh. 1, 3. — 31 Joh. 1, 4.) [*](3 ὅτε ἐν We | 5 πεποιηκὸς] πεποιηκότος, corr. Del | 6 σημαίνει] corr. We | 7 περὶ] ὑπὲρ We | 10 nach πνεῦμα i. Text Ä und a. Rande καταβῆνον ν. II. Η. Μ | 12 ὃν] ο a. Ras. | 17 τυγχάνων Μ, corr. V | ὑποδεέστερον] δε a. Ras. | 19 Ἑβραίους] ἑβ a. Ras. | 23 τούτῳ] τοῦτο, corr. Pr. | 32 ἆρ᾿ aus ἄρα corr., W. e. seh.)

68
δι᾿ αὐτοῦ ἐγένετο, καὶ ἡ ζωὴ δι᾿ αὐτοῦ ἐγένετο, ἥτις ἐστὶν »τὸ φῶς »τῶν ἀνθρώπων«, καὶ αἱ ἄλλαι τοῦ σωτῆρος ἐπίνοιαι, ἢ καθ᾿ ὑπεξαίρεσιν τῶν ἐν αὐτῷ νοητέον τὸ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«; ὅπερ δοκεῖ μοι εἶναι κρεῖττον.

ἵνα γὰρ συγχωρηθῇ διὰ τὸ γεγονέναι τὴν ζωὴν τὸ φῶς τῶν ἀνθρώπων, τί λεκτέον περὶ τῆς προεπινοουμένης τοῦ λόγου σοφίας; οὐ γὰρ δήπου διὰ τοῦ λόγου τὸ παρὰ τὸν λόγον γεγένηται. ὥστε χωρὶς τῶν ἐπινοουμένων τῷ χριστῷ πάντα διὰ τοῦ λόγου γεγένηται τοῦ θεοῦ, ποιήσαντος ἐν σοφίᾳ αὐτὰ τοῦ πατρός· Πάντα, γάρ φησιν, ἐν σοφίᾳ ἐποίησας‘, οὐ »διὰ τῆς σοφίας ἐποίησας«.

Ἴσωμεν δέ, διὰ τί πρόσκειται τὸ Καὶ χωρὶς αὐτοῦ »ἐγένετο οὐδὲ ἕν«. τισὶ κἂν δόξαι περιττὸν τυγχάνειν τὸ »Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἐπιφερόμενον τῷ »Πάντα δι᾿ αὐτοῦ ἐγένετο«. εἰ γὰρ πᾶν ὁτιποτοῦν »διὰ τοῦ λόγου« γεγένηται, οὐδὲν »χωρὶς τοῦ »λόγου« γεγένηται. οὐκέτι μέντοι γε ἀκολουθεῖ τῷ χωρὶς τοῦ λόγου μὴ γεγνῆσθαί τι τὸ πάντα διὰ τοῦ λόγου γεγενῆσθαι· ἔξεστι γὰρ οὐδενὸς χωρὶς τοῦ λόγου γεγενημένου, μὴ μόνον διὰ τοῦ λόγου γεγονέναι πάντα ἀλλὰ καὶ ὑπὸ τοῦ λόγου τινά.

χρὴ τοίνυν εἰδέναι, πῶς δεῖ ἀκούειν τοῦ »Πάντα« καὶ πῶς τοῦ »Οὐδέν«. δυνατὸν γὰρ ἐκ τοῦ μὴ τετρανωκέναι ἀμφοτέρας τὰς λέξεις ἐκδέξασθαι ὅτι, εἰ πάντα διὰ τοῦ λόγου ἐγένετο, τῶν δὲ πάντων ἐστὶ καὶ ἡ κακία καὶ πᾶσα ἡ χύσις τῆς ἁμαρτίας καὶ τὰ πονηρά, ὅτι καὶ ταῦτα διὰ τοῦ λόγου ἐγένετο. τοῦτο δὲ ψεῦδος· κτίσματα μὲν γὰρ πάντα διὰ τοῦ λόγου γεγονέναι οὐκ ἄτοπον ἀλλὰ καὶ διὰ τοῦ λόγου τὰ ἀνδραγαθήματα καὶ πάντα τὰ κατορθώματα κατωρθῶσθαι τοῖς μακαρίοις νοεῖν ἀναγκαῖον), οὐκέτι δὲ καὶ τὰ ἁμαρτήματα καὶ τὰ ἀποπτώματα.

ἐξειλήφασιν οὖν τινες τῷ ἀνυπόστατον εἶναι τὴν κακίαν οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς οὔτε εἰς τὸν αἰῶνα ἔσται) ταῦτ᾿ εἶναι τὰ Μηδέν‘· καὶ ὥσπερ Ἑλλήνων τινές φασιν, εἶναι τῶν »Οὔ τινων« τὰ γένη καὶ τὰ εἴδη, οἷον τὸ ζῷον καὶ τὸν ἄνθρωπον, οὕτως ὐπέλαβον »Οὑδὲν« τυγχάνειν Πᾶν τὸ οὐχ ὑπὸ θεοῦ οὐδὲ διὰ τοῦ λόγου τὴν δοκοῦσαν σύστασιν εἰληφός.

καὶ ἐφιστῶμεν, εἰ δυνατὸν ἀπὸ τῶν γραφῶν [*](9 Ps. 103, 24. — 10 Job. 1, 3. — 28 Vgl. Plato, Parmenides p. 130 c.) [*](4 τὸ] τοῦ, corr. We | 6 διὰ τοῦ] α τ a. Ras. | παρὰ] περὶ, corr. We | 11 τισὶ] σ aus zwei Buchst, entstanden | τισὶ bis 14 γεγένηται im Cod. Venet. Marc, gr. 502 f. 198a (E) | τισὶ κἂν δόξαι] ἴσως ἂν δήξη τις Ε | τυγχάνειν] εἶναι Ε | 12 nach ἓν + ὃ γέγονεν Ε, „richtig“ We | 13 ὁτιοῦν Ε | 14 γεγένηται] γέγονεν Ε, d. hier abbricht | 15 μὴ + Ferrarius | 21 καὶ ταῦτα bis 27 ἔσται im Cod. Venet. f. 198b | 22 ἐγίνετο | πάνατα Ε, om. Μ | 23 nach γεγονέναι + λέγειν Ε | nach τοῦ Ras. von c. zwei Buchst. | 26 ἐξειλήφασιν bis τῷ < Ε | ἀνυπόστατος γὰρ Ἡ κακία Ε | mit ἔσται bricht Ε ab | 31 ἐφιστῶμεν] ἐφίσταμεν, αμεν ν. ν. ΙΙ. Η. über d. Rand a. Ende d. Ζ., corr. We.)

69
πληκτικώτατα ταῦτα π.αραστῆσαι. ὅσον τοίνυν ἐπὶ τοῖς σημαινομένοις τοῦ »Οὐδὲν« καὶ τοῦ »Οὐκ ὄν«, δόξει εἶναι συνωνυμία, τοῦ »Οὐκ ὄντος« »Οὐδενὸς« ἂν λεγομένου, καὶ τοῦ »Οὐδενὸς« »Οὐκ ὄντος( φαίνεται δὴ ὁ ἀπόστολος τὰ »Οὐκ ὄντα« οὐχὶ ἐπὶ τῶν μηδαμῆ μηδαμῶς ὄντων ὀνομάζων ἀλλ᾿ ἐπὶ τῶν μοχθηρῶν. <Μὴ ὄντα« νομίζων τὰ πονηρά· »Τὰ μὴ ὄντα , γάρ φησιν, ὁ θεὸς ὡς ὄντα ἐκάλεσεν.«

ἀλλὰ καὶ ὁ Μαρδοχαῖος ἐν τῇ κατὰ τοὺς Ἑβδομήκοντα Ἐσθὴρ μὴ ὄντας τοὺς ἐχθροὺς τοῦ Ἰσραὴλ καλεῖ, λέγων· »Μὴ παραδῷς τὸ σκῆπτρόν σου, κύριε, τοῖς μὴ οὖσιν.« καὶ ἔστι προσαγαγεῖν πῶς διὰ τὴν κακίαν »Μὴ ὄντες‘ οἱ πονηροὶ προσαγορεύονται ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ ὀνόματος ἀναγραφομένου τοῦ θεοῦ· »Εἶπε γὰρ κύριος πρὸς Μωϋσῆν·

Ὁ ὢν τοῦτό μοί ἐστιν τὸ ὄνομα.‘ καθ’ ἡμᾶς δὲ τοὺς εὐχομένους εἶναι ἀπὸ τῆς τῆς ἐκκλησίας ὁ ἀγαθὸς θεὸς ταῦτά φησιν, ὃν δοξάζων ὁ σωτὴρ λέγει· »Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός, ὁ πατήρ( οὐκοῦν »ὁ ἀγαθὸς« τῷ »ὄντι« ὁ αὐτός ἐστιν. ἐναντίον δὲ τῷ ἀγαθῷ τὸ κακὸν ἢ τὸ πονηρόν, καὶ ἐναντίον τῷ »Ὄντι« τὸ »Οὐκ ὄν»· οἱς ἀκολουθεῖ ὅτι τὸ πονηρὸν καὶ τὸ κακὸν Οὐκ ὄν.

καὶ τοῦτο τοῦτο ἔσηνε τοὺς εἰπόντας τὸν διάβολον μὴ εἶναι θεοῦ δημιούρημα· καθ’ ὃ γὰρ διάβολός ἐστιν οὐκ ἔστι θεοῦ δημιούργημα, ᾧ δὲ συμβέβηκε διαβόλῳ εἶναι, γενητὸς ὤν, οὐδενὸς κτιστοῦ ὄντος παρὲξ τοῦ θεοῦ ἡμῶν. θεοῦ ἐστι κτίσμα· ὡς εἰ ἐφάσκομεν κοὶ τὸν φονέα μὴ εἶναι θεοῦ σημιούργημα, οὐκ ἀναιροῦντες τὸ ᾗ ἄνθρωπός ἐστι πεποιῆσθαι αὐτὸν ὑπὸ θεοῦ.

τιθέντες γὰρ τὸ ᾑ ἄνθρωπος τυγχάνει ἀπὸ θεοῦ αὐτὸν τὸ εἶναι εἰληφέναι καὶ ἡμεῖς οὐ τίθεμεν τὸ ᾑ φονεύς ἐστιν ἀπὸ θεοῦ τοῦτ᾿ αὐτὸν εἰληφέναι. πάντες μὲν οὖν οἱ μετέχοντες τοῦ »Ὄντος« — μετέχουσι δὲ οἱ ἅγιοι —, εὐλόγως ἂν »Ὄντες« χρηματίζοιεν· οἱ δὲ ἀποστραφέντες τὴν τοῦ »Ὄντος« μετοχήν, τῷ ἐστερῆσθαι τοῦ »Ὄντος« γεγόνασιν »Οὐκ ὄντες«.

προείπομεν δὲ ὅτι συνωνυμία ἐστὶ τοῦ »Οὐκ ὄντος« καὶ τοῦ »Οὐδενός«, καὶ διὰ τοῦτο οἱ »Οὐκ ὄντες‘ »Οὐδέν« εἰσι, καὶ πᾶσα ἡ κακία »Οὐδέν« ἐστιν, ἐΠεὶ καὶ »Οὐκ ὂν» τυγχάνει, καὶ »Οὐδὲν« καλουμένη χωρὶς γεγένηται τοῦ λόγου, τοῖς »πᾶσιν« οὐ συγκαταριθμουμένη. ἡμεῖς μὲν οὖν κατὰ τὸ δυνατὸν παρεστήσαμεν τίνα τὰ διὰ τοῦ λόγου γεγενημένα πάντα καὶ τί τὸ [*](6 Vgl. Röm. 4, 17. — 8 Esth. 4, [17] (addit. Gracc. C 22). — 11 Vgl. 3, 14f. — 14 Mark. 10, 18; vgl. Luk. 18, 19. — 28 Vgl. Z. 2. —32 Vgl. Job. 1, 3.) [*](2 συνωνμία[ συνώνυμα, corr. We cf. Ζ. 28 | 5 νομίζων bis 6 μὴ ὄντα a. Rande von II. H. nachgetragen | 9 οὖσιν unter d. Linie. 1 12 Μωυσῆν] ην a. Ras. | τὸ ὄνομα unter d. Linie | 17 <τὸ< + We | κακὸν οὐκ ὅν καὶ a. Ras. | 18 ναι ΙΙ. Η. über d. Linie. | 22 nach ἐστι + μὴ Μ, corr. V.)

70
χωρὶς αὐτοῦ γενόμενον μέν, ὄν Τε οὐδέποτε καὶ διὰ τοῦτο »Οὐδὲν« καλούμενον.

Βιαίως δὲ οἶμαι καὶ χωρὶς μαρτυρίου τὸν Ούαλεντίνου λεγόμενον εἶναι γνώριμον Ἡρακλέωνα διηγούμενον τὸ »πάντα δι᾿ αὐτοῦ ἐγένετο« ἐξειληφέναι »πάντα« τὸν κόσμον καὶ τὰ ἐν αὐτῶ, ἐκκλείοντα τῶν πάντων, τὸ ὅσον ἐπὶ τῇ ὑποθέσει αὐτοῦ, τὰ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ διαφέροντα. φησὶ γάρ· Οὐ τὸν αἰῶνα ἢ τὰ ἐν τῷ αἰῶνι γεγονέναι διὰ τοῦ λόγου, ἅτινα οἴεται πρὸ τοῦ λόγου γεγονέναι. ἀναιδέστερον δὲ ἱστάμενος πρὸς τὸ »Καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«, μὴ εὐλαβούμενος τὸ Μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα μὴ ἐλέγξῃ σε καὶ ψευδὴς »γένῃ«, προστίησι τῷ »Οὐδὲ ἕν« Τῶν ἐν τῷ κόσμῳ καὶ τῇ