Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ ὅρα εἰ κατὰ τοῦτο καὶ τὸ ἐν τῷ εὐαγγελίῳ νοητέον· »Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων«. οὐ γάρ 〈φησιν〉 >λαμφάτω τὸ φῶς ὑμῶν ἔμπροοθεν τοῦ θεοῦ>· τοῦτο γὰρ εἰ ἐνετέλλετο, ἀδύνοτον ἂν ἐδίδου ἐντολήν, ὡς εἰ καὶ τοῖς λύχνοις ἐμψύχοις οὖσιν ἐντολὴν ἐδίδου τοῦ λάμψαι τὸ φῶς αὐτῶν ἔμπροσθεν τοῦ ἡλίου.

οὐχ οἱ τυχόντες οὖν μόνοι τῶν ζώντων οὐ δικαιωθήσονται κατενώπιον τοῦ θεοῦ, ἀλλὰ καὶ οἱ ὡς ἐν ζῶσι τῶν ἐλαττόνων διαφέροντες· ἤ, ὅπερ μᾶλλον, ἅμα ἡ πάντων τῶν ζώντων δικαιοσύνη οὐ δικαιωθήσεται ὡς πρὸς τὴν τοῦ θεοῦ δικαιοσύνην· ὡς εἰ καὶ ἅμα πάντα τὰ ἐπὶ γῆς νυκτερινὰ συναγαγὼν φῶτα ἔφασκον μὴ δύνασθαι ταῦτα φωτίζειν ὡς πρὸς τὰς τούτου τοῦ ἡλίου αὐγάς.

κατ᾿ ἐπανάβασιν δὲ ἐκ τῶν εἰρημένων νοητέον καὶ τὸ »Ζῶ ἐγώ, λέγει κύριος«, τάχα τοῦ κυρίως ζῆν μάλιστα ἐκ τῶν εἰρημένων περὶ τοῦ ζῆν παρὰ μόνῳ τυγχάνοντος τῷ θεῷ. καὶ ὅρα εἰ διὰ τοῦτο δύναται ὁ ἀπόστολος τὴν εἰς ὑπερβολὴν ὑπεροχὴν νοήσας τῆς ζωῆς τοῦ θεοῦ καὶ ἀξίως θεοῦ συνιεὶς τὸ »Ζῶ ἐγὼ, λέγει »κύριος« εἰρηκέναι περὶ θεοῦ· »Ὁ μόνος ἔχων ἀθανασίαν«, οὐδενὸς τῶν [*](4 Ps. 114, 9. — 11 Vgl. Ps. 142, 2. — 19 Matth. 5, 16. — 24 Vgl. Ps. 142, 2. — 30 Num. 14, 28. Ez. 34, 8. — 34 Num. 14, 28. Ez. 34, 8. — 35 I. Tim. 6, 16.) [*](6 ἢ a. Ras. | 12 ὡσι (= ὡσεὶ), corr. V | 20 <φησιν〉 + Pr | 23 τοῦ] τὸ, corr. Pr | 25 viell. ὅπερ μᾶλλον ἁρμόνιον zu lesen | πάντων] ν2 nachträgl. zugefügt | 28 ἔφασκεν? We | τούτου wohl z. str. We | 32 ἀπο ς΄ a. E. d. Ζ. a. Rand nachgetragen.)

75
παρὰ τὸν θεὸν ζώντων ἔχοντος τὴν ἄ τρεπτον πάντη καὶ ἀναλλοίωτον ζωήν. καὶ τί διστάζομεν περὶ τῶν λοιπῶν, ὅτε οὐδὲ ὁ χριστὸς ἔσχε τὴν τοῦ πατρὸς ἀθανασίαν; ἐγεύσατο γὰρ ὑπὲρ παντὸς θανάτου.

Ἅμα δὲ ἐξετάζοντες τὰ περὶ τοῦ ζῶντος θεοῦ καὶ ζωῆς, ἥτις ἐστὶν ὁ χριστός, καὶ ζώντων ἐν χώρᾳ ἰδίᾳ τυγχανόντων καὶ ζώντων οὐ δικαιουμένων ἐνώπιον τοῦ θεοῦ, ἀκολούθως τούτοις παρατιθέμενοι τὸ »Ὁ μόνος ἔχων ἀθανασίαν« τὰ ὑπονοούμενα συμπαραληψόμεθα περὶ τοῦ πᾶν ὁτιποτοῦν λογικὸν μὴ οὐσιωδῶς ἔχειν ὡς ἀχώριστον συμβεβηκὸς τὴν μακαριότητα.

ἐὰν γὰρ ἀχώριστον ἔχῃ τὴν μακαριότητα καὶ τὴν προηγουμένην ζωήν, πῶς ἔτι ἔσται ἀληθὲς τὸ περὶ τοῦ θεοῦ λεγόμενον· »Ό μόνος ἒχων ἀθανασίαν«; χρὴ μέντοι γε εἰδέναι ὅτι τινὰ ὁ σωτὴρ οὐχ αὑτῷ ἐστιν ἀλλ' ἑτέροις, τινὰ δὲ αὑτῷ καὶ ἑτίροις· ζητητέον δὲ εἴ τινα ἑαυτῷ καὶ οὑδενί. σαφῶς μὲν γὰρ ἑτέροις ἐστὶν »ποιμήν«, οὐχ ὡς οἱ παρὰ ἀνθρώποις ποιμένες ὄνησιν ἐκ τοῦ ποιμαίνειν εἰς ἑαυτὸν λαμβάνων, εἰ μὴ ἄρα τὴν τῶν ποιμαινομένων ὠφέλειαν διὰ φιλανθρωπίαν ἰδίαν εἶναι λογίσαιτο.

ἀλλὰ καὶ »ὁδός« ἑτέροις ἑτέροις ὁμοίως καὶ »θύρα«, ὁμολογουμένως δὲ καὶ »ῥάβδος«· ἑαυτῷ δὲ καὶ ἐτέροις »σοφία«, τάχα δὲ καὶ »λόγος«. ζητητέον δὲ εἰ συστήματος θεωρημάτων ὄντος ἐν αὐτῷ, καθ' ὅ »σοφία« ἐστίν, ἐστί τινα θεωρήματα ἀχώρητα τῇ λοιπῇ παρ' αὐτὸν γεννητῇ φύσει, ἅτινα οἶδεν ἑαυτῷ.

καὶ οὐκ ἀνεξέταστον τὸν λόγον ἐατέον διὰ τὴν περὶ ἁγίου πνεύματος εὐλάβειαν. ὅτι μὲν γὰρ καὶ αὐτὸ αὐτῶ̣ μαθητεύεται, σαφὲς ἐκ τοῦ λεγομένου περὶ παρακλήτου καὶ ἁγίου πνεύματος· »Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν«. εἰ δὲ μαθητευόμενον πάντα χωρεῖ, ἅ ἔνατενίζων τῷ πατρὶ ἀρχόμενος ὁ υἱὸς γινώσκει, ἐπιμελέστερον ζητητέον.

Εἰ τοίνυν ὁ σωτὴρ ἃ μέν τινα ἐτέροις, τινὰ δὲ τάχα που αὑτῶ̣ καὶ ἢ οὐδενὶ ἢ ἑνὶ ἢ ὀλίγοις, καθ’ ὅ »ζωή« ἐστιν ἡ γενομένη ἐν τῷ λόγῳ, βασανιστέον πότερον αὑτῶ καὶ ἑτέροις ζωή ἐστιν ἢ ἑτέροις, καὶ εἰ ἑτέροις, τίσι τούτοις. εἰ δὴ ταὐτόν ἐστι »ζωὴ« καὶ »τῶν ἀνθρώπων« — φησὶ γάρ’ »Ὅ γέγονεν ἐν αὐτῷ ζωὴ ἠν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων« — τὸ δὲ φῶς τῶν ἀνθρώπων τινῶν ἐστι φῶς, καὶ τοῦτο οὐ πάντων τῶν λογικῶν, ὅσον ἐπὶ + τῷ κεῖσθαι τὸ »' Ανθρώπων«, ἀλλὰ »τῶν ἀνθρώπων« ἐστὶ φῶς, εἴη ἂν καὶ ζωὴ [*](3 Vgl. Hebr. 2, 9. — 5 Vgl. Ps. 114, 9. — 6 Vgl. Ps. 142, 2. — 7 I. Tim. 6. 16. — 11 I. Tim. 6, 16. — 14 Vgl. Ex. 34. — 17 Vgl. I, 27. 21. 23. 22. — 24 Job. 16, 14. — 27 Vgl. Ζ. 11 f. — 28 Vgl. Job. 1, 4. — 31 Job. 1, 4.) [*](3 πάντων? We | 12 ἐστιν] εἶναι, corr. We | 14 ἐστιν Μ* | 21 τὸν + We 23 μαθητεύεται] ευ a. Ras. | σαφῶς Μ; corr. Hu | 26 ἀρχόμενος] viell. ἐν μόνος Ζ. l. | 30 εἰ + Jacobi | 31 καὶ ἡ ζ]ωὴ a. Ras. | 34 τῷ] τούτων? Pr, μὴ πάντων τῶν ἀνθρώπων? We.)

76
ἀνθρώπων, ὡν καὶ φῶς ἐστιν· καὶ καθ' ὅ ζωή, λέγοιτο ἂν ὁ σωτὴρ οὐχ αὑτῷ ἀλλὰ ἑτέροις εἶναι ζωὴ ὡν ἐστι καὶ φῶς.

αὕτη δὴ ἡ ζωὴ τῷ λόγῳ ἐπιγίνεται, ἀχώριστος αὐτοῦ μετὰ τὸ ἐπιγενέσθαι τυγχάνουσα. λόγον γὰρ προϋπάρξαι τὸν καθαίροντα τὴν ψυχὴν ἐν τῇ ψυχῇ δεῖ, ἕνα κατὰ τοῦτον καὶ τὴν ἀπ' αὐτοῦ κάθαρσιν, πάσης περιαιρεθείσης νεκρότητος καὶ ἀσθενείας, ἡ ἀκραιφνὴς ζωὴ ἐγγένηται παρὰ παντὶ τῷ τοῦ λόγου καθ’ ὅ θεός ἐστιν αὑτὸν ποιήσαντι χωρη- τικον.

Τηρητέον δὲ τὰ δύο »Ἐν« καὶ τὴν διαφορὰν αὐτῶν ἐξεταστέον· πρῶτον μὲν γὰρ ἐν τῷ »λόγος ἐν ἀρχῇ«, δεύτερον δὲ ἐν τῷ »ζωὴ ἐν λόγῳ«. ἀλλὰ λόγος μὲν έν ἀρχῇ« οὐκ ἐγένετο· οὐκ ἠν γάρ, ὅτε ἡ ἀρχὴ ἄλογος ἦν, διὸ λέγεται· »Ἐν ἀρχῇ ἠν ὁ λόγος· « ζωὴ δὲ έν τῷ λόγῳ οὐκ ἦν· ἀλλὰ ςωὴ ἐγένετο, εἴ γε »ζωή ἐστι τὸ φῶς τῶν ἀνθρώπων«. ὅτε γὰρ οὐδέπω ἄνθρωπος ἦν, οὐδὲ φῶς »τῶν ἀνθρώπων« ἠν, τοῦ φωτὸς τῶν ἀνθρώπων κατὰ τὴν πρὸς ἀνθρώπους σχέσιν νοουμένου.

μηδεὶς δ’ ἡμᾶς θλιβέτω χρονικῶς οἰόμενος ταῦτα ἀπαγγελλειν, τῆς τάξεως τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ ἐφεξῆς ἀπαιτούσης, κἂν χρόνος μὴ εὐρίσκηται, ὅτε τὰ ὑπὸ τοῦ λόγου τὰ] ὑποβαλλόμενα τρίτα καὶ τέταρτα οὐδαμῶς ἦν. ὃν τρόπον τοίνυν »πάντα δι’ αὐτοῦ ἐγένετο«, καὶ οὐχὶ πάντα δέ αὐτοῦ ἦν, καὶ »χωρὶς αὐτοῦ έγένετο οὐδὲ ἕν«, οὐχὶ δὲ χωρὶς αὐτοῦ ἠν οὐδὲ ἔν, οὕτως ὅ γέγονεν ἐν αὐτῷ, οὐχὶ ὃ ἠν ἐν αὐτῷ, ζωὴ ἠν. καὶ πάλιν οὐχὶ ὃ ἐγένετο ἐν ἀρχῇ ὁ λόγος ἦν, ἀλλὰ ὃ ἦν ἐν ἀρχῇ λόγος ἦν.

τινὰ μέντοι γε τῶν ἀντιγράφων ἔχει, καὶ τάχα οὐκ ἀπιθάνως· »Ὃ γέγονεν ἐν αὐτῷ ζωή »ἐστιν«. εἰ δὲ ζωὴ ταὐτόν ἐστι τῷ τῶν ἀνθρώπων φωτί, οὐδεὶς ἐν σκότῳ τυγχάνων ζῇ καὶ οὐδεὶς τῶν ζώντων έν σκότῳ ἐστίν, ἀλλὰ πᾶς ὁ ζῶν καὶ ἐν φωτὶ ὑπάρχει, καὶ πᾶς ὁ ἐν φωτὶ ὑπάρχων ςῇ· ὥστε μόνον τὸν ζῶντα καὶ πάντα εἶναι φωτὸς υἱόν· φωτὸς δὲ υἱός, οὗ λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων.

Πάλιν, ἐπεὶ ἔστι τὰ παραλελειμμένα τῶν ἐναντίων νοεῖσθαι ἐκ τῶν εἰρημένων περὶ τῶν ἐναντίων, γέγεται δὲ περὶ ζωῆς καὶ φωτὸς ἀνθρώπων, ἐναντίον δὲ τῇ ζωῇ θάνατος καὶ ἐναντίον φωτὶ ἀνθρώπων σκότος ἀνθρώπων, ἔστιν ἰδεῖν ὅτι ὁ ἐν σκότω τῶν ἀνθρώπων τυγχάνων ἐν θανάτῳ ἐστὶν καὶ ὁ τὰ τοῦ θανάτου πράττων οὐκ ἀλλαχόσε τοῦ σκότους ἐστίν. ὁ δὲ μνημο- [*](10 Vgl. Joh. 1, 1. — 11 Vgl. Job. 1, 4. — 12 Job. 1, 1. — 13 Vgl. Job. 1, 4 — 20 Vgl. Job. 1, 3. — 23 Vgl. Job. 1, Ί. — 24 Job. 1, 4 (nacb Dk verss.). — 28 Vgl. Luk. 16, 8. — 29 Vgl. Matth. 5, 16) [*](5 κατὰ] μετὰ, corr. We | 7 τῷ τοῦ a. Ras. | 19 τὰ] str. V | 26 ἐστιν a. Ras.)

77
νεύων τοῦ θεοῦ, ἐάν γε νοῶμεν τί τὸ μνημονεύειν αὐτοῦ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ κατὰ τὸ εἰρημένον· »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ »μνημονεύων σου«.

εἴτε δὲ σκότος ἀνθρώπων εἴτε θάνατος, οὐ φύσει τοιαῦτά ἐστιν + ἄλλου λόγου »Ἡμεῖς ἤμεθά ποτε σκότος, νῦν δὲ φῶς »ἐν κυρίῳ«, κἂν μάλιστα ἅγιοι καὶ πνευματικοὶ ἤδη χρηματίζωμεν. ὥσπερ δὲ δεκτικὸς ὁ Παῦλος σκότος ὢν γέγονε τοῦ γενέσθαι φῶς ἐν κυρίῳ οὕτως ὅστις ποτ’ ἂν ᾖ σκότος. κατὰ δὲ τοὺς οἰομένους εἶναι φύσεις πνευματικάς, ὥσπερ τὸν Παῦλον καὶ τοὺς ἀγίους ἀποστόλους, οὐκ οἶδα εἰ σώζεται τὸ τὸν πνευματικὸν εἶναί ποτε σκότος καὶ ὕστερον αὐτὸν γεγονέναι φῶς.

εἰ γὰρ ὁ πνευματικός ποτε σκότος ἦν, ὁ χοϊκὸς τί ἐστιν; εἰ δ’ ἀληθές ἐστι τὸ σκότος γεγονέναι φῶς, τίς ἡ ἀποκλήρωσις τοῦ μὴ πᾶν σκότος δύνασθαι γενέσθαι φῶς; εἰ μὴ γὰρ ἐπὶ Παύλου ἐλέγετο, ὅτι »ἤμεθά ποτε ἐν σκότῳ, νῦν δὲ φωτεινοὶ ἐν κυρίῳ«, ἐπὶ δὲ ὡν οἴονται φύσεων ἀπολλυμένων, ὅτι σκότος ἠσαν ἢ σκότος εἰσί, κἂν χώραν εἶχεν ἡ περὶ φύσεων ὑπόθεσις.

νυνὶ δὲ ὁ Παῦλός φησι γεγονέναι »ποτὲ σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ«, ὡς δυνατοῦ ὄντος τοῦ σκότος εἰς φῶς μεταβαλεῖν. οὐ χαλεπὸν δὲ τὰ περὶ παντὸς σκότους ἀνθρώπων καὶ περὶ τοῦ θανάτου τοῦ αὐτοῦ τυγχάνοντος τῷ σκότῳ τῶν ἀνθρώπων ἐπιμελῶς ἰδεῖν τῶν εἰρημένων, τὸ ἐνδεχόμενον ὁρῶντα τῆς ἐπὶ τὸ χεῖρον καὶ κρεῖττον ἑκάστου μεταβολῆς.

ΧΧΙ. Πάνυ δὲ βιαίως κατὰ τὸν τόπον γενόμενος ὁ Ἡρακλέων τὸ »Ὅ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν« ἐξείληφεν ἀντὶ τοῦ »Ἑν αὑτῷ« Εἰς τοὺς ἀνθρώπους τοὺς πνευματικούς, οἱονεὶ ταὐτὸν νομίσας εἶναι τὸν λόγον καὶ τοὺς πνευματικούς, εἰ καὶ μὴ σαφῶς ταῦτ' εἴρηκε· καὶ ὡσπερεὶ αἰτιολογῶν φησιν· Αὐτὸς γὰρ τὴν πρώτην μόρφωσιν τὴν κατὰ τὴν γένεσιν αὐτοῖς παρέσχε, τὰ ὑπ' ἄλλου σπαρέντα εἰς μορφὴν καὶ εἰς φωτισμὸν καὶ περιγραφὴν ἰδίαν ἀγαγὼν καὶ ἀναδείξας.

οὐ παρετήρησε δὲ καὶ τὸ περὶ τῶν πνευματικῶν παρὰ τῷ Παύλῳ λεγόμενον, ὅτι ἀνθρώπους αὐτοὺς εἶναι ἀπεσιώπησε· » Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, »μωρία γὰρ αὐτῶ̣ ἐστιν· ὁ δὲ πνευματικὸς ἀνακρίνει πάντα.ι [*](2 Ps. 6, 6. — 4 Ephes. 5, 8. — 9 Vgl. Ephes. 5, 8. — 16 Vgl. Ephes. 5, 8. — 23 Job. 1, 4. — 32 I Kor. 2, 14 f.) [*](4 ἄλλου λόγου verderbt; Παύλου λέγοντος We;, ἀλλαχοῦ λέγοντος Pr | 7 die Worte οὕτως bis σκότος stehen in Μ vor 6 ὥσπερ; von Br umgestellt | 11 τι] τις, corr. We | ἐστι] ὅτι, corr. Del | 17 τοῦ σκότους εἰς φῶς a. Ras. | σκότος] σκότους, corr. We | 18/19 τοῦ αὐτοῦ] τούτου, corr. Pr | 28 σπαρέντα] παρέντα (davor eine kleine Ras.) Μ; corr. Stieren 29 παραγραφὴν corr. Jacobi.)

78
ἡμεῖς γὰρ οὐ μάτην αὐτόν φαμεν ἐπὶ τοῦ πνευματικοῦ μὴ προστεθεικέναι τὸ »Ἄνθρωπος«· κρεῖττον γὰρ ἢ »ἄνθρωπος« ὁ πνευματικός, τοῦ ἀνθρώπου ἤτοι ἐν ψυχῇ ἢ ἐν σώματι ἢ ἐν συναμφοτέροις χαρακτηριζομένου, οὐχὶ δὲ καὶ ἐν τῷ τούτων θειοτέρῳ πνεύματι, οὑ κατὰ μετοχὴν ἐπικρατοῦσαν χρηματίζει ὁ πνευματικός.

ἅμα δὲ καὶ τὰ τῆς τοιαύτης ὐποθέσεως χωρὶς κἂν φαινομένης ἀποδείξεως ἀποφαίνεται, οὐδὲ μέχρι τῆς τυχούσης πιθανότητος φθάσαι εἰς τὸν περὶ τούτων δυνηθεὶς λόγον. καὶ ταῦτα μὲν περὶ ἐκείνου.

Φέρε δὲ καὶ ἡμεῖς καὶ τοῦτο ζητήσωμεν, εἰ ἡ ζωὴ ἠν μόνων ἀνθρώπων φῶς καὶ μὴ παντὸς οὑτινοσοῦν ἐν μακαριότητι τυγχάνοντος. ἐὰν γὰρ ταὐτὸν ᾖ »ζωὴ« καὶ »φῶς ἀνθρώπων‘ καὶ μόνων ἀνθρώπων ᾖ τὸ τοῦ χριστοῦ φῶς, μόνων ἀνθρώπων καὶ ἡ ζωή. τοῦτο δ' ὑπολαμβάνειν ἐστὶν ἠλίθιον ἅμα καὶ ἀδεβές, ἀντιμαρ- τυρουσῶν τῶν ἄλλων γραφῶν ταύτῃ τῇ ἐκδοχῇ, εἴ γε, ὅταν προδό- ψωμεν, ἰσάγγελοι ἐσόμεθα.