Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τὸ ὁ ὅμοιον ἔστι νοῆσαι καὶ ἐπὶ τοῦ εἶναι αὐτὸν πρωτότοκον ἐκ τῶν νεκρῶν. εἰ γὰρ ὑπόθεσιν ἡ γυνὴ μὴ ἠπάτητο καὶ ὁ Ἀδὰμ μὴ παραπεπτώκει, κτισθεὶς δὲ ὁ ἄνθρωπος ἐπὶ ἀφθαρσίᾳ κεκρατήκει τῆς ἀφθαρσίας, οὔτ’ ἂν »εἰς χοῦν θανάτου« καταβεβήκει οὔτ’ ἂν ἀπέθανεν οὐκ οὔσης ἁμαρ- τίας, ᾗ διὰ τὴν φιλανθρωπίαν αὐτὸν ἐχρῆν ἀποθανεῖν· ταῦτα δὲ μὴ ποιήσας οὐκ > ἐγένετο »πρωτότοκος ἐκ τῶν νεκρῶν «.

Εξεταστἐον δέ, μήποτε καὶ ποιμὴν οὐκ ἂν ἐγένετο τοῦ ἀνθρώπου μὴ παρασυμβληθέντος »τοῖς κτήνεσι τοῖς ἀνοήτοις μηδ’ ὁμοιωθέντος »αὐτοῖς«. εἰ γὰρ ἀνθρώπους καὶ κτήνη σώζει ὁ θεός, σώζει ἃ σώζει κτήνη ποιμένα αὐτοῖς χαρισάμενος τοῖς μὴ χωροῦσι τὸν βασιλέα.

Βασανιστέον οὐν συναγαγόντα τὰς ὀνομασίας τοῦ υἱοῦ, ποῖαι αὐτῶν ἐπιγεγόνασιν οὐκ ἂν έν μακαριότητι ἀρξαμένων καὶ μεινάντων τῶν ἁγών γενόμεναι τὰ τοσάδε. τάχα γὰρ σοφία ἔμενε μόνον ἢ καὶ λόγος ἢ καὶ ςωή, πάντως δὲ καὶ ἀλήθεια· οὐ μὴν δὲ καὶ τὰ ἄλλα ὅσα δι’ ἡμᾶς προσείληφε.

καὶ μακάριοί γε ὅσοι δεόμενοι τοῦ υἱοῦ τοῦ θεοῦ τοιοῦτοι γεγόνασιν, ὡς μηκέτι αὐτοῦ αὐτοῦ χρῂζειν ἰατροῦ τοὺς κακῶς ἔχοντας θεραπεύοντος μηδὲ ποιμένος μηδὲ ἀπολυτρώσεως. ἀλλὰ σοφίας καὶ λόγου καὶ δικαιοσύνης, ἢ εἴ τι ἂλλο τοῖς διὰ τελειότηταχωρεῖν αὐτοῦ τὰ κάλλιστα δυναμένοις. τοσαῦτα περὶ τοῦ» Ἐν ἀρχῇ((.

ἴδωμέν δ’ ἐπιμελέσερον τίς ὁ ἐν αὐτῇ λόγος. θαυμάμζειν μοι πολλάκις ἐπέρχεται Ι σκοποῦντι τὰ ὑπό τινων πιστεύειν εἰς τὸν χριστὸν βουλομένων λεγόμενα περὶ αὐτοῦ, τί δήποτε δυσεξαριθμήτων ὀνομάτων τασσομένων ἐπὶ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν πλεῖστα παρασιωπῶσιν, ἀλλὰ καὶ εἴ ποτε μνήμη αὐτῶν γένοιτο, μεταλαμβάνουσιν οὐ κυρίως ἀλλὰ τροπικῶς ταῦτα αὐτὸν ὀνομάσεσθαι, ἐπὶ δὲ μόνης τῆς λόγος προσηγορίας ἱστάμενοι οἱονεὶ »λόγον« μόνον φασὶν εἶναι τὸν χριστὸν τοῦ θεοῦ, καὶ οὐχὶ ἀκολούθως τοῖς λοιποῖς τῶν ὀνομαζομένων ἐρευνῶσι τοῦ σημαινομένου τὴν δύναμιν ἐκ τῆς »λόγος« [*](2 Κοί. 1, 18. — 3 Vgl. Gen. 3.-5 Vgl. Ps. 21, 16. — 7 Vgl. Kol. 1, 18. — 9 Ps. 48, 13. — 10 Pp. 35, 7. — 17 Vgl. Matth. 9, 12. — 18 Job. 10, 2. — Vgl. Rom. 3, 24. — 19 IKor. 1, 30.) [*](2 ἐκ nach Z. 7 u. S. 24, Ζ. 17 zuges. x003C; Μ Ι 3 παραπεπτώγει] παραπέπτωκε. corr. We Ι 6 ᾗ] ἢ Μ Ausgg., corr. We; ὡς Wi Ι 7 x003E; + We Wi Ι 9 ὁμοιωθέντος οι a. Ras. Μ Ι 14 τὰ τοσάδε wohl verdorben, We ägt τοσαίδε statt dessen vor; vielleicht τάδε τοσάδε „so und so viele" Ι ἂν ἔμεινε We Ι 21 θαυμάζειν — 22 χεται] undeutlich, -weil die letzte Z. v. f. 119v abgeklatscht ist. Doch hat wohl nichts anderes dagestanden. V lässt nach ἐπέρχεται Raum für ca. 51 weil die abgeklatschten Buchst, für eine neue Zeile angesehen wurden Ι σκοποῦντι] τι a. Ras. Μ.)

26
φωνῆς.

ὅ δέ φημι θαυμάσειν τὴν] τῶν πολλῶν — σαφέστερον γὰρ ἐρῶ — τοιοῦτόν ἐστι. φησί που ὁ υἱὸς τοῦ θεοῦ· »Ἐγώ εἰμι τὸ φῶς τοῦ »κόσμου«· καὶ ἐν ἄλλοις· »Ἐγώ εἰμι ἡ ἀνάστασις ·« καὶ πάλιν »Ἐγώ »εἰμι ἡ ὁδὸς καὶ καὶ ἠ ζωή«. γέγραπται δὲ καὶ τὸ »Ἐγώ »εἰμι ἡ θὐρα«. ἔρηται καὶ τὸ »Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· « καὶ πρὸς τὴν Σαμαρεῖτιν φάσκουσαν· »Οἰδαμεν ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα« ἀποκρίνεται·

»Ἐγώ εἰμι ὁ λαλῶν σοι«. πρὸς τούτοις, ὅτε ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, κύριος καὶ διδάσκαλος αὐτῶν ἕναι διὰ τούτων ὁμολογεῖ· »Ὑμεῖς φωνεῖτέ με Ὁ < καὶ Ὁ , καὶ »καλῶς λέγετε· εἰμὶ γάρ«.

ἀλλὰ καὶ υἱὸν εἶναι θεοῦ σαφῶς ἑαυτὸν καταγγέλλει λέγων· »Ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσ- μον ὑμεῖς λέγετε ὅτι >Βλασφημεῖς< ὅτι εἷπον Υἱὸς τοῦ θεοῦ καί· Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν υἱόν, ἵνα ὁ υἱὸς »δοξάσῃ σε( εὑρίσκομεν δὲ καταγγέλλοντα ἑαυτὸν καὶ βασιλέα,

ὡς ἐπὰν ἀποκρινόμενος τῷ Πιλάτῳ πρὸς τὸ »Σὺ εἶ ὁ βασιλεὺς τῶν »ἰουδαίων«; λέγῃ· »Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τού- του· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται »οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν«.

ἀνέγνωμεν καὶ τὸ »Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι«· καὶ πάλιν·

»Ἐγώ εἰμι ἄμπελος, ὑμεῖς τὰ κλήματα( συναριθμείσθω τού- τοις καὶ τὸ »'Εγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς«· καὶ πάλιν· »Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς« »καὶ ζωὴν διδοὺς τῷ »κόσμῳ«. καὶ ταῦτα μὲν ἐπὶ τοῦ παρόντος ὑποπεσόντα ἀπὸ τῶν ἐν τοῖς εὐαγγελίοις κειμένων παρεθέμεθα, τοσαῦτα αὑτὸν λέγοντος ἕναι τοῦ υἱοῦ τοῦ θεοῦ.

Ἀλλὰ καὶ έν τῇ Ἰωάννου ἀποκαλύψει λέγει· »Ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρός, καὶ ἰδοὺ ζῶν »εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων«. καὶ πάλιν· »Γέγονα ἐγὼ τὸ Α καὶ τὸ Ω, καὶ ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.

Ἔστι δὲ οὐκ όλίγα τὸν μετὰ παρατηρήσεως ἐντυγχάνοντα ταῖς ἀμίαις βίβλοις καὶ ἀπὸ τῶν προφητῶν παραπλήσια λαβεῖν, οἷον ὅτι [*](2 Job. 8, 12. — 3 Job. 11, 25. — 4 Joli. 14, C. — Job. 10,9. — 5 Joh. 10, 11. — 6 Joh. 25 f. — 10 Joh. 13, 13. — 13 Joh. 10,36. — 14 Joh. 17, 1. — 16 Joh. 18 33 — 17 Joh. 18, 36. — 20 Joh. 15, 1. — 22 Joh. 15, 5. — 23 Joh. 6, 35. 51. 33. — 28 Apok. 1, 17 f. — 30 Apok. 22, 13; vgl. 21, 6.) [*](1 τὴν] str. Br, τὴν τῶν πολλῶν ἀβελτερίαν verschlimmbesserte V Ι 6 οἶδα οἴδαμεν mit Ras. über ι (ABBREV ausr.) Μ; s. ο. zu S. 10, 15 Ι Μεσσίας] μεσίας Ι 22 συν- αριθμείσθω] μει a. Ras. Μ.)

27
»βέλος ἐκλεκτὸν‘ ἑαυτὸν καλεῖ καὶ »δοῦλον τοῦ θεοῦ« καὶ »φῶ »τῶν Ι ἐθνῶν«.

λέγει δὴ οὕτ Ἠσαίας· »Ἐκ κοιλίας μητρός μου »ἐκάλεσέ με τὸ ὄνομά μου καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυφέν με· ἔθηκέν με ὡς Δέλος ἐκλεκτὸν καὶ έν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυφέ με, καὶ εἶπέ μοι Δοῦλός μου εἶ σὺ Ἰσραὴλ καὶ ἐν σοὶ «.

καὶ μετ’ ὀλίγα· Καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς. καὶ εἶπέ μοι Μέγα σοί ἐστι τοῦτο κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὴν »διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέφαι; ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν. »τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς(( ἀλλὰ καὶ ἐν τῷ Ἱερεμίᾳ οὕτως αὑτὸν ἀρνίῳ ὁμοιοῖ· »Ἐγὼν ὡς ἀρνίον ἄκακον αγό- »μενον τοῦ θύεσθαι«.

Ταῦτα μὲν οὖν καὶ τὰ τούτοις παραπλήσια αὐτὸς ἑαυτὸν φησιν· ἔστι δὲ καὶ παρὰ τοῖς εὐαγγελίοις καὶ παρὰ τοῖς ἀποστόλοις καὶ διὰ τῶν προφητῶν μυρίας προσηγορίας συναγαγεῖν, συναγαγεῖν, ἃς καλεῖται ὁ υἱὸς τοῦ θεοῦ· ἤτοι τῶν τὰ εὐαγγέλια γραψάντων τὴν ἰδίαν διάνοιαν τῶν περὶ τοῦ ὅ τί ποτέ ἐστιν ἐκτιθεμένων, ἢ τῶν ἀποστόλων ἐξ ὧν μεμαθήκασι δοξολογούντων αὐτόν, ἢ τῶν προφητῶν προκηρυσ- σόντων αὐτοῦ τὴν ἐσομένην ἐπιδημίαν καὶ τὰ περὶ αὐτοῦ ἀπαγγελλόντων διαφόροις ὀνόμασιν.

οἷον ὁ Ἰωάννης αὐτὸν »ἀμνὸν θεοῦ« ἀναγορεύει λέγων· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν »τοῦ κόσμου καὶ »ἄνδρα« διὰ τούτων· »Οὐτός ἐστιν ὑπὲρ οὑ ἐγὼ »εἶπον ὅτι ὀπίσω μου ἔρχεταί ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι » πρῶτός μου ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν«.

ἐν δὲ τῇ καθολικῇ ἐπιστολῇ ὁ Ἰωάννης »παράκλητον« περὶ τῶν ψυχῶν ἡμῶν πρὸς τὸν κατέρα φησὶν αὐτὸν εἶναι λέγων· »Καὶ ἐάν τις ἁμάρτῃ, παράκλη- τον ἔχομεν πρὸς τὸν πατέρα,

Ἰησοῦν Χριοτὸν δίκαιον( ἐπιφέρει δὲ ὅτι »καὶ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν«· ᾡ παραπλη- σίως ὁ Παῦλος λέγει αὐτὸν εἶναι »ἱλαστήριον«, φάσκων· »Ὅν προ- »έθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως έν τῷ αἵματι αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ »θεοῦ«.

κεκήρυκται δὲ κατὰ τὸν Παῦλον σοφία εἶναι καὶ δύναμις θεοῦ, ὡς ἐν τῇ πρὸς Κορινθίους ὅτι Χριστὸς δύναμίς ἐστι καὶ [*](2 Jes. 49, – 3. — 7 Jes. 49, 5f. — 11 Jer. 11, 19. — 21 Joh. 1, 29. — 22 Job. 1, 30f. — 26 I Joh. 2, 1. — 28 I Joh. 2, 2. — 29 Rom. 3, 25 f. — 33 Vgl. I Kor. 1, 24.) [*](2 τῶν Μ ädigt, 003C; V; viell. nach Z. 9, S. 30, 20. 26. 27 zu str. Ι δὴ Pr] δὲ 3 με viell. zu str. als hexap) arischer Einschub Ι 4 ἔκρυψεν M* | ἔθηκεν M* Ι 5 τῇ über d. Linie Ι 8 τοῦτο] zu lesen τὸ κληθῆναι (mit ℵQ) oder τοῦ κληθῆναι (mit AB); der Fehler entstand wohl aus übergeschriebenem τὸ | 18 ἢ Pr] καὶ Ι 33 Κορινθίους Ι ιους)

28
θεοῦ σοφία· πρὸς τούτοις, ὅτι καὶ »ἁγιασμός« ἐστι καὶ »ἀπολύ- »τρωσις«· »Ὅς ἐγενήθη, γάρ φησι, σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη »τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις«.