Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

κατὰ τοῦτο δὲ τὸ ὡς γενέσεως σημαινόμενον τὴν ἀρχὴν καὶ τὸ ὑπὸ τῆς σοφίας έν παροιμίαις λεγόμενον ἐκδέξασθαι δυνησόμεθα· »Ὁ θεός, γάρ φησιν, ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα »αὐτοῦ.« δύναται μέντοι γε καὶ ἐπὶ τὸ πρῶτον ἀνάγεσθε, τουτέστι τὸ ὡς ὀδοῦ, διὰ τὸ λέγεσθαι »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν όδῶν αὐτοῦ«.

Οὐκ ἀτόπως δὲ καὶ τὸν τῶν ὅλων θεὸν ἐρεῖ τις ἀρχὴν σαφῶς προπίπτων, ὅτι ἀρχὴ υἱοῦ ὁ πατὴρ καὶ ἀρχὴ δημιουργημάτων ὁ δημιουργὸς καὶ ἀπαξαπλῶς ἀρχὴ τῶν ὄντων ὁ θεός. παραμυθήσεται δὲ διὰ τοῦ »Ἐν ἀρχῇ ἦν ὀ λόγος«, λόγον νοῶν τὸν υἱόν, παρὰ τὸ εἶναι ἐν τῷ πατρὶ λεγόμενον εἶναι ἐν ἀρχῇ.

Τρίτον δὲ τὸ ἐξ οὑ οἷον τὸ ἐξ ὑποκειμένης ὕλης, ἀρχὴ παρὰ τοῖς ἀγένητον αὐτὴν ἐπισταμένοις, ἀλλ’ οὐ παρ’ ἡμῖν τοῖς πειθομένοις, ὅτι ἐζ οὐκ ὄντων τὰ ὄντα ἐποίησεν ὁ θεός, ὡς ἡ μήτηρ τῶν ἑπτὰ μαρτύρων ἐν Μακκαβαϊκοῖς καὶ ὁ τῆς μετανοίας ἄγγελος ἐν τῷ Ποιμένι ἐδίδαξε.

Πρὸς τούτοις ἀρχὴ καὶ τὸ καθ’ ὃ οἷον κατὰ τὸ οὓτως εἴπερ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ὁ πρωτότοκος πάσης κτίσεως, ἀρχὴ αὐτοῦ ὁ πατήρ ἐστιν. ὁμοίως δὲ καὶ Χριστὸς ἀρχὴ τῶν κατ’ εἰκόνα γενομένων θεοῦ.

εἰ γὰρ οἱ ἄνθρωποι »κατ’ εἰκόνα«, ἡ εἰκὼν δὲ κατὰ τὸν πατέρα, τὸ μὲν καθ’ ὃ τοῦ χριστοῦ ὁ πατὴρ ἀρχή, τὸ δὲ καθ’ τῶν τῶν ἀνθρώπων ὁ χριστός, γενομένων οὐ κατὰ τὸ οὗ ἐστιν ἑκών, ἀλλὰ κατὰ τὴν εἰκόνα· ἁρμόσει δὲ τὸ »Ἐν ἀρχῇ »ἠν ὁ λόγος« εἰς τὸ αὐτὸ παράδειγμα.

Ἔστιν ἀρχὴ καὶ ὡς μαθήσεως, καθ’ ὃ τά στοιχεῖά φαμεν ἀρχὴν εἶναι γραμματικῆς. κατὰ τοῦτό φησιν ὁ ἀπόστολος ὃτι »Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ »διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ θεοῦ.«

διττὴ δὲ ὠς ὡς μαθήσεως ἀρχή, ἡ μὲν τῇ φύσει, ἡ δὲ ὡς πρὸς ἡμᾶς· ὡς εἰ λέγοιμεν ἐπὶ Χριστοῦ, φύσει μὲν αὐτοῦ ἀρχὴ ἡ θεότης, πρὸς ἡμᾶς δέ, μὴ ἀπὸ τοῦ μεγέθους αὐτοῦ δυναμένους ἄρξασθαι τῆς περὶ [*](1 Vgl. Phil. 1, 23. — 6 Prov. 8, 22. — 8 Prov. 8, 22. — 12 Joh. 1, 1. - 17 Vgl. II Makk. 7, 28. — 19 Hermas, Mand. 1 vgl. Vis. 1, 1, G. — 20 Kol. 1, 15. — 32 Vgl. Gen. 1,27. — 25 Joh. 1, 1. — 29 Hebr. 5, 12. 6. 8 ἔκτισέν M*, äter ν ausradiert Ι 10 προπίπτων ÷ ohne Randnote M] παρριστῶν? We, προβάλλων? Pr; doch vgl. 11,8 Ι 14 ἐζ οὗ οἴονταί, corr. Wi; ἐξ οὗ οἷον We Ι 19 καθ’ οἷον, mit Correctur an καθ’ Μ, ὃ + We Wi Ι 26 εἰς τὸ] τὸ a. Ras. Ι 29 ὀφείλογτες] aus ὀφείλοντός corr. | διδάσκαλοι] ι 2 a. Ras., urspr. ν Ι 33 μὴ] ἡ MV, corr. Β.)

23
αὐτοῦ ἀληθὲς, ἡ ἀνθρωπότης αὐτοῦ, καθ’ ὃ τοῖς νηπίοις καταγέλλπαι Ἰησοῦς Χριστός, καὶ οὗτος ἐσταυρωμένος· ὡς κατὰ τοῦτο εἰπεῖν ἀρχὴν εἶναι μαθήσεως τῇ μὲν φύσει Χριστὸν καθ’ ὃ σοφία. καὶ δύναμις θεοῦ«, πρὸς ἡμᾶς δὲ τὸ »ὁ λόγος Ι σὰρξ ἐγένετο, σκηνώσῃ ἐν ἡμῖν, οὕτω μόνον πρῶτον αὐτὸν χωρῆσαι δυναμένοις.

καὶ τάχα διὰ τοῦτο οὐ μόνον πρωτότοκός ἐστιν πάσης κτίσεως, ἀλλὰ καὶ Ἀδάμα, x003E; ἑρμηνεύεταί »ἄνθρωπος«. ὅτι δὲ Ἀδάμ ἐστι, φησὶν ὁ Παῦλος »Ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν«.

Ἔστι δὲ ἀρχὴ καὶ ὡς ἡ] πράξεως, ἐν ᾗ πράξει ἐστί τι τέλος μετὰ τὴν ἀρχήν. καὶ ἐπίστησον εἰ ἡ σοφία ἀρχὴ τῶν πράξεων οὖσα τοῦ θεοῦ οὕτω δύναται νοεῖσθαι ἀρχή.

Τοσούτων σημαινομένων ἐπὶ τοῦ παρόντος ἡμῖν ὑποπεσόντων περὶ »ἀρχῆς«, ζητοῦμεν ἐπὶ τίνος δεῖ λαμβάνειν τὸ »Ἐν »ἀρχῇ ἠν ὁ λόγος«. καὶ σαφὲς ὅτι οὐκ ἐπὶ τοῦ ὡς μεταβάσεως ἢ ὡς ὁδοῦ καὶ μήκους· οὐκ ἄδηλον δὲ ὅτι οὐδὲ ἐπὶ τοῦ ὡς γενέσεως.

πλὴν δυνατὸν ὡς τὸ ὑφ’ ὅπερ ἐστὶ ἐστὶ ποιοῦν, εἴγε »ἐνετείλατο ὁ θεὸς καὶ »ἐκτίσθησαν«. δημιουργὸς γάρ πως ὁ χριστός ἐστιν, ᾧ λέγει ὁ πατήρ·

» Γενηθήτω φῶς« καὶ Γενηθήτω στερέωμα. δημιουργὸς δὲ ὁ χριστὸς ὡς ἀρχή, καθ’ ὃ σοφία ἐστί, τῷ σοφία εἶναι καλούμενος ἀρχή. ἡ γὰρ σοφία παρὰ τῷ Σαλομῶντί φησιν· »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν »ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ἴνα »ἐν ἀρχῇ ᾖ ὁ λόγος«, ἐν τῇ σοφίᾳ· κατὰ μὲν τὴν σύστασιν τῆς περὶ τῶν ὅλων θεωρίας καὶ νοημάτων τῆς σοφίας νοουμένης, κατὰ δὲ τὴν πρὸς τὰ λογικὰ κοινωνίαν τῶν τεθεωρημένων τοῦ λόγου λαμβανομένου.

καὶ οὐ θαυμαστὸν εἰ, ὡς προειρήκαμεν, πολλὰ ὣν ἀγαθὰ ὀ σωτὴρ ἐνεπινοούμενα ἔχει ἐν αὑτῷ πρῶτα καὶ δεύτερα καὶ τρίτα. ὁ γοῦν Ἰωάννης ἐπήνεγκε φάσκων περὶ τοῦ λόγου· »Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν«. γέγονεν οὖν ἡ ζωὴ ἐν τῷ λόγῳ· καὶ οὔτε ὁ λόγος ἕτερός ἐστι τοῦ χριστοῦ, ὁ θεὸς λόγος, ὁ πρὸς τὸν πατέρα, δὲ οὗ τὰ πάντα ἐγένετο, οὔτε ἡ ζωὴ ἑτέρα τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς φησιν· »Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή( ὥσπερ οὖν ἡ ζωὴ γέγονεν ἐν τῷ λόγῳ, οὕτως ὁ λόγος ἦν ἐν ἀρχῇ.

ἐπίστησον δέ, εἰ οἷόν τὲ ἐστι καὶ κατὰ τὸ σημαινόμενον τοῦτο ἐκδέ- [*](2 Ι Kor. 2, 2.-3 Vgl. Ι Kor. 1, 24. — 4 Joh. 1, 14. — 6 Kol. 1, 15. — 8 Ι Kor. 15, 45. — 13 Joh. 1, 1. — 14 Vgl. c. 16. — 15 Vgl. c. 17. — 16 Ps. 148, 5. — 18 Gen. 1, 3. — Gen. ], 6. — 20 Prov. 8, 22. — 21 Job. 1, 1. — 24 Vgl. S. 15, 12 ff. — 27 Job. 1, 4. — 28 Vgl. Job. 1, 1. — 30 Job. 14, 6. — 31 Vgl. Job. 1, 4. 1, 1.) [*](3 τῇ] nur noch Spuren von τ Ι 4 καὶ δύναμις θεοῦ V, in Μ ist d. Papier ab- geiieben Ι πρὸς — λόγος ν. j. Η. nacbgefabren Ι τὸ + We Ι 6 ἐστιν Μ* Ι ὃ 9 ᾙ x003C; V, wobl mit Recht, da es auch sonst fehlt Ι 20 ἔκτισεν Μ* Ι 26 ἐπενέγκη Μ 30 ὃς] ς a. Kas. Μ (Br hält ohne Grund διὸ für)

24
χεσθαι ἡμᾶς τὸ »Ἐν ἀρχῇ ἦν ὁ λόγος«, ἵνα κοτὰ τὴν σοφίαν καὶ τοὺς τύπους τοῦ συστήματος τῶν ἐν αὐτῷ νοημάτων τὰ πάντα γίνηται.

οἶμαι γάρ, ὥσπερ κατὰ τοὺς ἀρχιτεκτονικοὺς τύπους οἰκοδομεῖται ἢ τεκταίνεται οἰκία καὶ ναῦς, ἀρχὴν τῆς οἰκίας καὶ τῆς νεὼς ἐχόντων τοὺς ἐν τῷ τεχνίτῃ τύπους καὶ λόγους, οὕτω τὰ σύμπαντα γεγονέναι κατὰ τοὺς ἐν τῇ σοφίᾳ προτρανωθέντας ὑπὸ θεοῦ τῶν ἐσομένων λόγους· »Πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε.«

καὶ λεκτέον ὅτι κτίσας, ἵν οὕτως εἴπω, ἔμψυχον σοφίαν ὁ θεός, αὐτῇ ἐπέτρεπεν ἀπὸ τῶν ἐν αὐτῇ τύπων τοῖς οὖσι καὶ τῇ ὅλῃ παρασχεῖν καὶ τὴν πλάσιν καὶ τὰ εἴδη, ἐγὼ ὲ ἐφίστημι εἰ καὶ τὰς οὐσίας.

Οὐ χαλεπὸν μὲν οὐν παχύτερον εἰπεῖν ἀρχὴν τῶν ὄντων εἶναι τὸν υἱὸν τοῦ θεοῦ, λέγοντα· Ι »Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος. τὸ Α »καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἕσχατος«. ἀναγκαῖον δὲ εἰδέναι ὅτι οὐ κατὰ πᾶν ὃ ὀνομάζεται ἀρχή ἐστιν αὐτός.

πῶς γὰρ καθ’ ὃ ςωή ἐστι δύναται εἶναι ἀρχή, ἥτις ςωὴ γέγονεν ἐν τῷ λόγῳ, δηλονότι ἀρχῇ τυΓχάνοντι αὐτῆς; ἒτι δὲ σαφέστερον ὅτι καθ’ ὃ »πρωτότοκός« ἐστιν »ἐκ τῶν νεκρῶν«, οὐ δύναται εἶναι ἀρχή.

καὶ ἐὰν ἐπιμελῶς ἐξετάζωμεν αὐτοῦ πόσας τὰς ἐπινοίας, μόνον κατὰ τὸ εἶναι σοφία ἀρχή έστιν, οὐδὲ κατὰ τὸ εἶναι λόγος ἀρχὴ τυγχάνων, εἴγε »ὁ λόγος ἐν »ἀρχῇ« ἠν· ὡς εἰπεῖν ἂν τινα τεθαρρηκότως ὡς πρεσβύτερον πάντων τῶν ἐπινοουμένων ταῖς ὀνομασίαις τοῦ πρωτοτόκου πάσης κτίσεώς έστιν ἡ σοφία.

Ὁ θεὸς μὲν οὖν πάντη ἓν ἐστι καὶ ἁπλοῦν· ὁ δὲ σωτὴρ ἡμῶν διὰ τὰ πολλά, ἐπεὶ »προέθτετο« αὐτὸν »ὁ θεὸς ἱλαστήριον καὶ ἀπαρχὴν πάσης τῆς κτίσεως, πολλὰ γίνεται ἢ καὶ τάχα πάντα ταῦτα, καθὰ χρῂζει αὐτοῦ ἡ ἐλευθεροῦσθαι δυναμένη πᾶσα κτίσις.

καὶ διὰ τοῦτο γίνεται φῶς τῶν ἀνθρώπων, ὅτε ἄνθρωποι ὑπὸ τῆς κακίας σκοτι- σθέντες δέονται φωτὸς τοῦ ἐν τῇ σκοτίᾳ φαίνοντος καὶ ὑπὸ σκοτίας μὴ καταλαμβανομένου, οὐκ ἄν, εἰ μὴ γεγόνεισαν ἐν τῷ σκότῳ οἱ [*](1 Joh. 1, 1. — ff. Vgl. Philo De opif. ἔ 17. 18 (T, 5 Cohn). — 7 Ps. 103, 24. — 12 Apok. 22, 13. — 16 Kol. 1,18. — 19 Joh. 1, 1. — 21 Vgl. Kol. 1, 15. — 24 Vgl. Rom. 3, 25. — Vgl. Jak. 1, 18. — 26 Vgl. Rom. 8, 21. — 28 Vgl. Joh. 1, 5.) [*](2 αὐτῶν Μ* Ι 9 τοῖς οὖσι — 12 ἐγὼ ist stark verdorben und z. T. nur durch den Abklatsch auf f. 120r zu lesen. Die Richtigkeit des obigen Textes ürfte fest- stehen. V liest τῇ ὕλῃ . . (Raum ür ca. 9 Buchst.) . . . καὶ τὰ εἴδη. ἐγὼ δὲ ἐφίστημι, στημι, καὶ . . . (Raum für ca. 21 Buchst.) . . . εἰπεῖν, ἀρχικὴν τῶν ὄντων κτλ. erste Lücke wird durch die Randbemerkung ausgefüllt: οἶμαι παρασχεῖν ξιν καὶ τὴν πλάσιν καὶ τὰ εἴδη, was Del sammt dem die Conj. bezeichnenden οἶμαι in den Text setzte Ι 18 ἐπινοίας] ἐπωνυμίας danach + οὐ V | 20 τεθαρρηκότος ὡς] τεθαρρηκότως, corr. We; τεθαρρηκότως ὅτι Ausgg. Ι 21 ἐνεπινοουμένων WE Ι 24 τὰ über d. Linie Ι 25/26 καθὰ χρήζει] καθαρίζει, corr. Neander.)

25
ἄνθρωποι, γενόμενος ἀνθρώπων φῶς.