Oratio III contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

49. Οἶδεν ἄρα ὁ Υἱὸς, Λόγος ὤν· τοῦτο γὰρ λέγων ἐσήμαινεν, ὅτι ‘ἐγὼ οἶδα, ἀλλʼ οὐκ ἔστιν ὑμῖν γνῶναι· διʼ ὑμᾶς γὰρ καὶ ἐν τῷ ὄρει καθήμενος σαρκικῶς εἶπον, “οὐδὲ ὁ Υἱὸς οἶδε,” διὰ τὸ ὑμῶν καὶ πάντων συμφέρον· συμφέρει γὰρ ὑμίν καὶ περὶ τῶν ἀγγέλων καὶ περὶ τοῦ Υἱοῦ οὕτως ἀκοῦσαι, διὰ τοὺς ἐσομένους [*](2 Cor. xi. 14.) μετὰ ταῦτα πλάνους, ἵνα, κἂν “ὡς ἄγγελοι μετασχηματίσωνται” δαίμονες, καὶ περὶ τῆς συντελείας ἐπιχειρήσωσι λέγειν, μὴ πιστεύσητε, ὡς ἀγνοούντων αὐτῶν. Ἂν δὲ καὶ ὁ Ἀντίχριστος μεταποιήσας ἑαυτὸν λέγῃ, “Ἐγώ εἰμι ὁ Χριστὸς,” καὶ πειράσῃ καὶ αὐτὸς περὶ τῆς ἡμέρας καὶ συντελείας λέγειν, πρὸς τὸ πλανῆσαι τοὺς ἀκούοντας· ἔχοντες ὑμεῖς παῤ ἐμοῦ τὴν φωνὴν, ὅτι “οὐδὲ ὁ Υἱὸς,” μηδὲ ἐκείνῳ πιστεύσητε.” Ἄλλως τε οὐδὲ εἰδέναι πάλιν πότε τὸ τέλος, ἢ πότε τοῦ τέλους ἡ ἡμέρα, συμφέρει τοῖς ἀνθρώποις, ἵνα μὴ, γνόντες, καταφρονηταὶ τοῦ μεταξὺ χρόνου γένωνται, περιμένοντες τὰς ἐγγὺς τοῦ τέλους ἡμέρας· τότε γὰρ μόνον ἑαυτῶν ἐπιμελεῖσθαι προφασίσονται. Διὰ τοῦτο καὶ τὸ ἑκάστου τέλος τοῦ θανάτου σεσιώπηκεν, ἵνα μὴ, προφάσει τῆς γνώσεως φυσιωθέντες, οἱ ἄνθρωποι ἀμελεῖν ἑαυτῶν τὸ πλεῖστον ἄρξωνται τοῦ χρόνου. Ἀμφότερα δὴ οὖν, καὶ τὸ καθόλου τέλος, καὶ τὸ ἑκάστου πέρας ἔκρυψεν ἀφʼ ἡμῶν ὁ Λόγος (καὶ γὰρ καὶ ἐν τῷ καθόλου τὸ ἑκάστου τέλος ἐστὶ, καὶ ἐν τῷ ἑκάστου τέλει τὸ καθόλου συνάγεται), ἵνα, ἀδήλου αὐτοῦ ὄντος καὶ ἀεὶ προσδοκωμένου, καθʼ ἡμέραν ὡς καλούμενοι προκόπτωμεν, ‘τοῖς ἔμπροσθεν

203
ἐπεκτεινόμενοι, τῶν δὲ ὄπισθεν ἐπιλανθανόμενοι.’ Τίς γὰρ, [*](Phil. iii. 13.) γινώσκων μὲν τὴν ἡμέραν τοῦ τέλους, οὐχ ὑπερτίθεται, τὸν μεταξὺ χρόνον· ἀγνοῶν δὲ, οὐ καθʼ ἡμέραν ἕτοιμος γίνεται; Διὰ τοῦτο γὰρ ἐπὶ τούτοις ἐπέφερεν ὁ Σωτὴρ, λέγων· ‘Γρηγορεῖτε [*](Cp. Matt. xxiv. 42, 44.) οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς, ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται·’ καὶ, ‘ᾖ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται·’ διὰ τὸ συμφέρον ἄρα τὸ ἐκ τῆς ἀγνοίας τοῦτο εἴρηκε. Καὶ γὰρ καὶ τοῦτο λέγων, βούλεται διὰ παντὸς ἡμᾶς ἑτοίμους γενέσθαι· ‘Ὑμεῖς γὰρ,ʼ φησὶν, ‘οὐκ οἴδατε· ἐγὼ δὲ ὁ Κύριος οἶδα πότε ἔρχομαι, κἂν οἱ Ἀρειανοί με μὴ προσδοκῶσι Λόγον ὄντα τοῦ Πατρός.’

50. Ὁ μὲν οὖν Κύριος, τὸ ἡμῶν συμφέρον ὑπὲρ ἡμᾶς γινώσκων, οὕτως ἠσφαλίσατο τοὺς μαθητάς· καὶ αὐτοὶ ταῦτα μαθόντες, διωρθώσαντο μέλλοντας ἐν τούτῳ πλανᾶσθαι τοὺς ἀπὸ [*](2 Thess. ii. 2.) Θεσσαλονίκης. Ἐπειδὴ δὲ οἱ Χριστομάχοι οὐδʼ οὕτω καταδύονται, βούλομαι, καίπερ εἰδὼς σκληροτέραν ἔχοντας αὐτοὺς τοῦ Φναραὼ τὴν καρδίαν, ἐρωτῆσαι πάλιν καὶ περὶ τούτου. Ἐν τῷ παραδείσῳ πυνθάνεται ὁ Θεὸς λέγων, ‘Ἀδὰμ, ποῦ εἶ;ʼ [*](Gen. iii. 9.) ἐξετάζει δὲ καὶ τὸν Κάϊν· ‘Ποῦ Ἄβελ ὁ ἀδελφός σου;’ Τί [*](Ib. iv. 9.) τοίνυν καὶ περὶ τούτου φατέ; εἰ γὰρ ἀγνοεῖν αὐτὸν νομίζετε, καὶ διὰ τοῦτο πυνθάνεσθαι, Μανιχαίοις μὲν ἤδη προσετέθητε· [*](Cp. S. Aug. c. Faust. xxii. 4.) αὐτῶν γὰρ τὸ τοιοῦτον τόλμημα· εἰ δὲ, φοβούμενοι φανερῶς ὀνομασθῆναι Μανιχαῖοι, βιάζεσθε ἑαυτοὺς εἰπεῖν, ὅτι γινώσκων πυνθάνεται, τί ἄτοπον ἢ τί ξένον ὁρῶντες, οὕτω πεπτώκατε, εἰ ὁ Υἱὸς, ἐν ᾧ τότε ἐπυνθάνετο ὁ Θεὸς, ὁ αὐτὸς Υἱὸς καὶ νῦν σάρκα περιβεβλημένος πυνθάνεται τῶν μαθητῶν ὡς ἄνθρωπος; εἰ μὴ ἄρα Μανιχαῖοι γενόμενοι μέμφεσθαι θελήσητε καὶ τὴν τότε γενομένην πρὸς τὸν Ἀδὰμ ἐρώτησιν, ἵνα μόνον καὶ ὑμεῖς νεανιεύησθε [*](Ib. iii. 9.) ἐν ταῖς κακονοίαις. Καὶ γὰρ ἐν πᾶσιν ἐλεγχόμενοι, τονθορύζετε πάλιν διὰ τὸ εἰρημένον παρὰ τοῦ Λουκᾶ, ὃ καλῶς (16.) μὲν εἴρηται, κακῶς δὲ ὑμεῖς διανοεῖσθε, Τί δὲ τοῦτό ἐστιν, ἀναγκαῖον παραθέσθαι, ἵνα καὶ οὕτως αὐτῶν ἡ διεφθαρμένη διάνοια δειχθῇ.

51. Φησὶ τοίνυν ὁ Λουκᾶς· ‘Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ [*](Luke ii. 52.) καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.’ Τὸ μὲν οὖν ῥητόν ἐστι τοῦτο· ἐπειδὴ δὲ καὶ ἐν τούτῳ προσκόπτουσιν,

204
[*](Cp. Matt. xxii. 42.) ἀναγκαῖον πάλιν αὐτοὺς ὡς τοὺς Φαρισαίους καὶ τοὺς Σαδδουκαίους ἐρωτῆσαι, περὶ οὗ φησιν ὁ Λουκᾶς. Ἔστι δὲ οὕτως· Ἰησοῦς Χριστὸς ἄνθρωπός ἐστιν, ὡς οἱ ἄλλοι πάντες ἄνθρωποι, ἢ Θεός [*](c. 32.) ἐστι σάρκα φορῶν; Εἰ μὲν οὖν κοινὸς ἄνθρωπος κατὰ τοὺς ἄλλους ἀνθρώπους καὶ αὐτός ἐστιν, ἔστω πάλιν ὡς ἄνθρωπος [*](c. 26; i. 38.) ‘προκόπτων.’ Τοῦτο μέντοι τοῦ Σαμοσατέως ἐστὶ τὸ φρόνημα, ὃ τῇ μὲν δυνάμει καὶ ὑμεῖς φρονεῖτε, τῷ δὲ ὀνόματι μόνον ἀρνεῖσθε διὰ τοὺς ἀνθρώπους. Εἰ δὲ Θεός ἐστι σάρκα φορῶν, ἐπειδὴ καὶ τοῦτό ἐστιν ἀληθῶς, καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ [*](Phil. ii. 6.) Θεὸς ὢν ἐπὶ γῆς κατῆλθε, ποίαν εἶχε προκοπὴν ὁ ‘ἴσα Θεῶʼ [*](Cp. i. 43.) ὑπάρχων; ἢ ποῦ εἶχεν αὐξάνειν ὁ Υἱὸς, ἀεὶ ὢν ἐν τῷ Πατρί; Εἰ γὰρ ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ προκόπτει, τί ἄρα ἐστὶν ἐπέκεινα τοῦ Πατρὸς, ἵνʼ ἀπὸ τούτου καὶ προκόψῃ; ἔπειτα ὡς ἐπὶ τοῦ λαβεῖν καὶ δοξασθῆναι τὰ αὐτὰ καλὸν εἰπεῖν· εἰ ἄνθρωπος [*](c. 39.) γενόμενος προέκοπτε, δῆλόν ἐστιν ὡς, πρὸ τοῦ γενέσθαι ἄνθρωπος, ἀτελὴς ἦν· καὶ μᾶλλον ἡ σὰρξ αἰτία τῆς τελειώσεως αὐτοῦ γέγονεν, ἢ αὐτὸς τῆς σαρκός. Πάλιν τε εἰ Λόγος ὢν προκόπτει, τί μεῖζον ἔχει γενέσθαι Λόγου καὶ Σοφίας, καὶ Υἱοῦ, καὶ Θεοῦ δυνάμεως; ταῦτα γάρ ἐστιν ὁ Λόγος, ὧν εἴ τις ὡς ἀκτῖνα μετασχεῖν πως δύναιτο, ὁ τοιοῦτος παντέλειος ἐν ἀνθρώποις, καὶ [*](ii. 27.) ἴσος ἀγγέλοις γίνεται. Καὶ γὰρ καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ κυριότητες, καὶ πᾶσαι αἱ δυνάμεις, καὶ θρόνοι, τοῦ Λόγου [*](Matt. xviii. 10.) μετέχοντες, ‘βλέπουσι διαπαντὸς τὸ πρόσωπον τοῦ Πατρὸς αὐτοῦ.’ Πῶς οὖν ὁ ἄλλοις τὴν τελειότητα παρασχὼν αὐτὸς [*](Luke ii. 9–13.) μετʼ ἐκείνους προκόπτει; ἄγγελοι γὰρ καὶ τὴν ἀνθρωπίνην αὐτοῦ γένεσιν διηκόνησαν· καὶ τὸ λεγόμενον παρὰ τοῦ Λουκᾶ μετὰ τὴν διακονίαν τῶν ἀγγέλων εἴρηται. Πῶς οὖν ὅλως κἂν εἰς ἐνθύμησιν ἐλθεῖν ἀνθρώπου δύναται; ἢ πῶς ἡ Σοφία ἐν σοφίᾳ προέκοπτεν; ἢ πῶς ὁ ἄλλοις χάριν διδοὺς (καθὼς ὁ Παῦλος, διὰ πάσης ἐπιστολῆς διʼ αὐτοῦ δίδοσθαι τὴν χάριν [*](2. Thess. iii. 18, etc.) γινώσκων, φησὶν, ‘Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶνʼ), αὐτὸς ἐν χάριτι προέκοπτεν; ἢ γὰρ ψεύδεσθαι τὸν ἀπόστολον λεγέτωσαν, ἢ μηδὲ Σοφίαν εἶναι τὸν Υἱὸν λέγειν τολμάτωσαν. Ἢ εἰ Σοφία ἐστὶν, ὡς εἶπεν ὁ Σολομὼν, [*](1 Cor. i. 24.) καὶ ὁ Παῦλος ἔγραψε, ‘Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία,’ ποίαν ἡ Σοφία προκοπὴν ἐπεδέχετο;

205

52. Ἄνθρωποι μὲν γὰρ, κτίσματα τυγχάνοντες, ἐπεκτείνεσθαί πως καὶ προκόπτειν ἐν ἀρετῇ δύνανται. Ἐνὼχ γοῦν οὕτω ‘μετετέθη,’ [*](Heb. xi. 5.) καὶ Μωσῆς αὐξάνων ἐτελειοῦτο, Ἰσαὰκ δὲ προκόπτων [*](Gen. xxvi. 13.) ‘ἐγίνετο μέγας,’ καὶ ὁ ἀπόστολος ‘ἐπεκτείνεσθαιʼ καθʼ ἡμέραν [*](Phil. iii. 13.) τοῖς ἔμπροσθεν ἔλεγεν· εἶχε γὰρ ἕκαστος ποῦ προκόψει, βλέπων εἰς τὸν ἔμπροσθεν αὐτοῦ βαθμόν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ὁ μόνος ὢν, ποῦ εἶχεν ἐπεκτείνεσθαι; πάντα γὰρ εἰς αὐτὸν βλέποντα προκόπτει· αὐτοὺς δὲ, μόνος ὢν, ἐν τῷ μόνῳ Πατρί ἐστιν, ἀφʼ οὗ [*](c. 6.) οὐδὲ ἐπεκτείνεται, ἀλλʼ ἐν αὐτῷ μένων ἐστὶν ἀεί. Ἀνθρώπων μὲν οὖν ἐστι τὸ προκόπτειν· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς, ἐπεὶ προκόπτειν οὐκ εἶχε, τέλειος ὢν ἐν τῷ Πατρὶ, ‘ἐταπείνωσεν ἑαυτὸνʼ [*](Phil. ii. 8.) ὑπὲρ ἡμῶν, ἵνα ἐν τῷ ἐκείνου ταπεινῷ μᾶλλον ἡμεῖς αὐξῆσαι δυνηθῶμεν. Ἡ δὲ αὔξησις ἡμῶν οὐκ ἄλλη τίς ἐστιν ἢ τὸ ἀφίστασθαι μὲν τῶν αἰσθητῶν, εἰς αὐτὸν δὲ τὸν Λόγον γενέσθαι· ἐπεὶ καὶ τὸ ἐκείνου ταπεινὸν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ λαβεῖν τὴν [*](i. 41.) ἡμετέραν σάρκα. Οὐκ ἄρα ὁ Λόγος ἦν, ᾗ Λόγος ἐστὶν, ὁ προκόπτων, ὁ τέλειος ἐκ τελείου ὢν τοῦ Πατρὸς, ὁ μηδενὸς δεόμενος, [*](Cp. ii. 35.) ἀλλὰ καὶ τοὺς ἄλλους εἰς προκοπὴν ἀνάγων. Ἀλλὰ ἀνθρωπίνως εἴρηται καὶ ἐνταῦθα τὸ προκόπτειν· ἐπεὶ καὶ τῶν ἀνθρώπων ἐστὶ πάλιν ἡ προκοπή. Καὶ γὰρ καὶ ὁ εὐαγγελιστὴς οὕτω μετὰ ἀκριβοῦς τῆς παρατηρήσεως λέγων τῇ ‘προκοπῇʼ συνῆψε τὴν ‘ἡλικίαν·’ Λόγος δὲ καὶ Θεὸς ἡλικίᾳ οὐ μετρεῖται, ἀλλὰ τῶν σωμάτων εἰσὶν αἱ ἡλικίαι. Τοῦ σώματος ἄρα ἐστὶν ἡ προκοπή· αὐτοῦ γὰρ προκόπτοντος, προέκοπτεν ἐν αὐτῷ καὶ ἡ φανέρωσις τῆς θεότητος τοῖς ὁρῶσιν· ὅσῳ δὲ ἡ θεότης ἀπεκαλύπτετο, τοσούτῳ πλεῖον ἡ χάρις ηὔξανεν ὡς ἀνθρώπου παρὰ πᾶσιν ἀνθρώποις. Παιδίον μὲν γὰρ ἐβαστάζετο· παῖς δὲ γενόμενος, ἀπέμενεν ἐν τῷ ἱερῷ, καὶ τοὺς ἱερέας ἀνέκρινε περὶ τοῦ νόμου· [*](Luke ii. 46.) κατʼ ὀλίγον δὲ τοῦ σώματος αὐξάνοντος, καὶ τοῦ Λόγου φανεροῦντος ἑαυτὸν ἐν αὐτῷ, ὁμολογεῖται λοιπὸν παρὰ μὲν Πέτρου πρῶτον, εἶτα καὶ παρὰ πάντων, ὅτι ‘ἀληθῶς Υἱὸς Θεοῦ ἐστιν [*](Matt. xvi. 16; xxvii. 54.) οὗτος·’ εἰ καὶ Ἰουδαῖοι, οἵ τε παλαιοὶ καὶ οἱ νέοι οὗτοι, θέλοντες ‘καμμύουσι τοὺς ὀφθαλμοὺς, ἵνα μὴ βλέπωσιν,ʼ ὅτι τὸ ‘ἐν σοφίᾳ [*](Ib. xiii. 15.) προκόπτεινʼ οὐκ ἔστι τὴν Σοφίαν αὐτὴν προκόπτειν, ἀλλὰ τὸ ἀνθρώπινον μᾶλλον ἐν αὐτῇ προκόπτειν. Καὶ Ἰησοῦς γὰρ [*](Luke ii. 52.) προέκοπτε σοφίᾳ καὶ χάριτι· εἰ χρὴ δὲ καὶ πιθανῶς μετὰ τοῦ

206
[*](Prov. ix. 1.) ἀληθοῦς εἰπεῖν, αὐτὸς ἐν ἑαυτῷ προέκοπτε. ‘Ἡ Σοφίαʼ γὰρ ‘ᾠκοδόμησεν ἑαυτῇ οἶκον,ʼ καὶ ἐν ἑαυτῇ τὸν οἶκον προκόπτειν ἐποίει.