Oratio III contra Arianos
Athanasius of Alexandria
Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.
45. Ἀλλʼ ἐκεῖνοι μὲν, οὕτως εἰς τὸ Πνεῦμα βλασφημοῦντες, προσδοκάτωσαν μὴ λαμβάνειν ποτὲ τῆς ἀσεβείας ταύτης [*](Mark iii. 29.) ‘ἄφεσιν,ʼ ὡς ὁ Κύριος εἴρηκεν· οἱ δὲ φιλόχριστοι καὶ Χριστοφόροι γινώσκομεν ὡς οὐκ ἀγνοῶν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλεγεν, ‘οὐκ οἶδα·ʼ οἶδε γάρ· ἀλλὰ τὸ ἀνθρώπινον δεικνὺς, ὅτι τῶν ἀνθρώπων ἴδιόν ἐστι τὸ ἀγνοεῖν, καὶ ὅτι σάρκα ἀγνοοῦσαν ἐνεδύσατο, ἐν ὢν, σαρκικῶς ἔλεγεν, ‘οὐκ οἶδα,’ Τότε γοῦν εἰρηκὼς ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδε,ʼ καὶ τῶν κατὰ Νῶε ἀνθρώπων [*](Matt. xxiv. 42. 44.) τὴν ἄγνοιαν παραθεὶς, εὐθὺς ἐπήγαγε, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε οὐδὲ ὑμεῖς ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται,ʼ καὶ πάλιν, ‘ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· διʼ ὑμᾶς γὰρ κἀγὼ γενόμενος ὡς ὑμεῖς, εἷπον, οὐδὲ ὁ Υἱός.’ Ἔδει δὲ, εἴπερ ἦν ἀγνοῶν θεϊκῶς, εἰπεῖν, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἶδα·’ καὶ, ‘ᾗ οὐ δοκῶ ὥρᾳ·’ νῦν δὲ, τοῦτο μὲν οὐκ εἷπεν· εἰρηκὼς δὲ,
46. Καὶ τὴν κατὰ τὰς παρθένους δὲ ὁμοίωσιν εἰρηκὼς, φανερώτερον πάλιν ἔδειξε, τίνες εἰσὶν οἱ ἀγνοοῦντες τὴν ἡμέραν καὶ τὴν ὥραν, λέγων, ‘Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ [*](Matt. xxv. 13.) τὴν ὥραν,’ ὁ πρὸ ὀλίγου λέγων, ‘οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς,ʼ νῦν [*](Mark xiii. 30.) οὐκ εἶπεν, ὅτι ‘ἐγὼ οὐκ οἶδα,ʼ ἀλλʼ ὅτι ‘ὑμεῖς οὐκ οἴδατε.’ Οὔτως ἄρα πυνθανομένων τῶν μαθητῶν περὶ τοῦ τέλους, καλῶς εἶπε τότε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς,ʼ σαρκικῶς διὰ τὸ σῶμα, ἵνα δείξῃ ὅτι, ὡς ἄνθρωπος, οὐκ οἶδεν· ἀνθρώπων γὰρ ἴδιον τὸ ἀγνοεῖν. Εἰ μέντοι Λόγος ἐστὶ, καὶ αὐτός ἐστιν ‘ὁ ἐρχόμενος, καὶ αὐτὸς κριτὴς, [*](Matt. xi. 3.) καὶ αὐτὸς ὁ νυμφίος, οἶδε πότε καὶ ποίᾳ ὥρᾳ ἔρχεται, καὶ πότε μέλλει λέγειν, ‘Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, [*](Eph. v. 14.) καὶ ἐπιφαύσει σοι ὁ Χριστός.’ Ὥσπερ γὰρ, ἄνθρωπος γενόμενος, μετὰ ἀνθρώπων πεινᾷ καὶ διψᾷ καὶ πάσχει, οὕτω μετὰ μὲν τῶν ἀνθρώπων, ὡς ἄνθρωπος, οὐκ οἶδε· θεικῶς δὲ, ἐν τῷ Πατρὶ ὢν Λόγος καὶ Σοφία, οἶδε, καὶ οὐδέν ἐστιν ὃ ἀγνοεῖ. Οὕτως καὶ [*](c. 37.) περὶ Λαζάρου πάλιν ἀνθρωπίνως πυνθάνεται, ὁ ἀπελθὼν ἐγεῖραι [*](John. xi. 34.) αὐτὸν, καὶ εἰδὼς πόθεν ἀνακαλέσηται τὴν Λαζάρου ψυχήν· μεῖζον δὲ τὸ εἰδέναι ποῦ ἦν ἡ ψυχὴ. τοῦ εἰδέναι ποῦ ἔκειτο τὸ σῶμα· ἀλλὰ ἀνθρωπίνως ἐπηρώτα, ἵνα θεϊκῶς ἀνεγείρῃ. Οὕτω καὶ τῶν μαθητῶν πυνθάνεται ἐλθὼν εἰς τὰ μέρη Καισαρείας, [*](Matt. xvi. 13.)
47. Ἱκανὰ μὲν οὖν ταῦτα πρὸς ἔλεγχον αὐτῶν· ἐβουλόμην δὲ ἐρωτῆσαι, ἵνα καὶ οὕτως ἐχθροὶ μᾶλλον τῆς ἀληθείας δεικνύωνται καὶ Χριστομάχοι. Ὁ ἀπόστολος ἐν τῇ δευτέρᾳ πρὸς [*](2 Cor. xii. 2.) Κορινθίους ἐπιστολῇ γράφων φησὶν, ‘Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδε,’ Τί τοίνυν φατέ; οἶδεν ὁ ἀπόστολος ὃ πέπονθεν ἐν τῇ ὀπτασίᾳ, κἂν λέγῃ, ‘οὐκ οἶδα,ʼ ἢ οὐκ οἶδεν; εἰ μὲν οὖν οὐκ οἶδε, σκοπεῖτε, μὴ, μαθόντες [*](Cp. ii. 43.) πίπτειν, πέσητε καὶ εἰς τὴν τῶν Φρυγῶν παρανομίαν τῶν λεγόντων μὴ εἰδέναι τοὺς προφήτας, μηδὲ τοὺς ἄλλους τοὺς διακονήσαντας τὸν Λόγον, μήτε ἃ ποιοῦσι, μήτε περὶ τίνων ἀπαγγέλλουσιν· εἰ δὲ οἶδε λέγων, ‘οὐκ οἶδα· (εἶχε γὰρ ἐν ἑαυτῷ τὸν Χριστὸν ἀποκαλύπτοντα αὐτῷ τὰ πάντα·) πῶς οὐκ ἀληθῶς ἐξεστραμμένη τῶν θεομάχων καὶ αὐτοκατάκριτός ἐστιν αὐτῶν ἡ καρδία; τὸν μὲν ἀπόστολον λέγοντα, ‘οὐκ οἶδα,ʼ λέγουσιν εἰδέναι, τὸν δὲ Κύριον λέγοντα, ‘οὐκ οἶδαʼ λέγουσι μὴ εἰδέναι; Εἰ γὰρ ἐπειδὴ Χριστὸς ἦν ἐν αὐτῷ, οἶδεν ὁ Παῦλος ἅπερ λέγει, ‘οὐκ οἶδα·’ πῶς οὐχὶ μᾶλλον αὐτὸς ὁ Χριστὸς οἶδε, κἂν λέγῃ, ‘οὐκ οἷδα;’ Ὁ μὲν οὖν ἀπόστολος ἀποκαλύπτοντος αὐτῷ τοῦ Κυρίου οἶδεν ὃ πέπονθε· διὰ τοῦτο γὰρ καὶ φησὶν, ‘οἶδα ἄνθρωπον ἐν Χριστῷ·’ εἰδὼς δὲ τὸν ἄνθρωπον, οἶδε καὶ πῶς ὁ ἄνθρωπος ἡρπάγη. Ὁ γοῦν Ἐλισσαῖος, βλέπων τὸν Ἠλίαν, οἷδε καὶ [*](4 Kings (2K.) ii. 12, 15–18.) πῶς ἀνελήφθη· ἀλλὰ καίπερ γινώσκων, ὅμως τῶν υἱῶν τῶν προφητῶν νομιζόντων τὸν Ἠλίαν ‘εἰς ἓν τῶν ὁρέων ὑπὸ τοῦ
48. Οὐκοῦν ὁ τῷ Παύλῳ δεδωκὼς εἰδέναι πολλῷ μᾶλλον αὐτὸς οἷδε. Καὶ γὰρ καὶ λέγων τὰ πρὸ τῆς ἡμέρας, οἷδε, καθὰ προεῖπον, καὶ πότε ἡ ἡμέρα καὶ πότε ἡ ὥρα· καὶ ὅμως εἰδὼς, λέγει, ‘οὐδὲ ὁ Υἱὸς οἶδε.’ Τίνος μὲν οὖν χάριν τότε εἶπεν, ‘οὐκ οἶδα,ʼ ἃ αὐτὸς, ὡς Δεσπότης, οἶδεν; Ὡς διερευνῶντα στοχάζεσθαι χρὴ. τῆς ἡμῶν ἕνεκα λυσιτελείας, ὥς γε νομίζω, τοῦτο πεποίηκε· (παράσχοι δὲ αὐτὸς τῇ προθέσει τὸν νοῦν τῆς ἀληθείας.) Ἐν ἀμφοτέροις ἡμῖν τὸ χρήσιμον ἐφύλαξεν ὁ Σωτήρ· εἰ γὰρ τὰ μὲν πρὸ τοῦ τέλους ἀπαντῶντα δεδήλωκεν, ἵνα μὴ, ὡς εἶπεν αὐτὸς, ξενισθῶμεν, μηδὲ ‘θροηθῶμεν,’ γινομένων αὐτῶν, [*](Matt. xxiv. 6.) ἀλλὰ καὶ ἐκ τούτων τὸ μετὰ ταῦτα τέλος προσδοκῶμεν· περὶ δὲ τῆς ἡμέρας καὶ τῆς ὥρας οὐκ ἠθέλησε θεϊκῶς εἰπεῖν ὅτι ‘οἶδα·’ ἀλλὰ σαρκικῶς διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν, καθὰ προεῖπον, εἶπεν ὅτι ‘οὐκ οἶδα·’ ἵνα μηκέτι ἐπερωτήσωσιν αὐτὸν, καὶ λοιπὸν ἢ μὴ εἰρηκὼς λυπήσῃ τότε τοὺς μαθητὰς, ἢ εἰρηκὼς, παρὰ τὸ συμφέρον αὐτοῖς καὶ πᾶσιν ἡμῖν ποιήσῃ. Ὃ γὰρ ἂν ποιῇ, τοῦτο πάντως ὑπὲρ ἡμῶν ἐστιν, ἐπειδὴ καὶ διʼ ἡμᾶς ‘ὁ Λόγος σὰρξ ἐγένετο.’ Διʼ ἡμᾶς τοίνυν εἶπε καὶ τὸ ‘οὐδὲ ὁ Υἱὸς οἶδε·’ καὶ οὔτε ἐψεύσατο τοῦτο εἰρηκώς (ἀνθρωπίνως γὰρ εἶπεν, ὡς ἄνθρωπος, ‘οὐκ οἶδα’), οὔτε ἀφῆκε τοὺς μαθητὰς αὐτὸν βιάσασθαι εἰπεῖν· εἰρηκὼς γὰρ, ‘οὐκ οἶδα,ʼ ἔστησε κἀκείνων τὴν ἐρώτησιν. Ἐν γοῦν ταῖς Πράξεσι τῶν ἀποστόλων ἐστὶ γεγραμμένον, ἡνίκα