Oratio III contra Arianos

Athanasius of Alexandria

Athanasius. The Orations of St. Athanasius against the Arians. Bright, William, editor. Oxford: Clarendon, 1884.

53. (Τίς δέ ἐστιν ἡ λεγομένη προκοπὴ ἢ, καθὰ προεῖπον, ἡ παρὰ τῆς Σοφίας μεταδιδομένη τοῖς ἀνθρώποις θεοποίησις καὶ χάρις, ἐξαφανιζομένης ἐν αὐτοῖς τῆς ἁμαρτίας καὶ τῆς ἐν αὐτοῖς φθορᾶς κατὰ τὴν ὁμοιότητα καὶ συγγένειαν τῆς σαρκὸς τοῦ Λόγου;) Οὕτω γὰρ αὐξάνοντος ἐν ἡλικίᾳ τοῦ σώματος, συνεπεδίδοτο ἐν αὐτῷ καὶ ἡ τῆς θεότητος φανέρωσις, καὶ ἐδείκνυτο [*](Cp. i. 44.) παρὰ πᾶσιν, ὅτι ναὸς Θεοῦ ἐστι, καὶ Θεὸς ἦν ἐν τῷ σώματι. 'Ἐὰν δὲ φιλονεικῶσιν, ὅτι ‘Ἰησοῦςʼ ἐκλήθη ‘ὁ Λόγος γενόμενος σὰρξ,ʼ καὶ εἰς αὐτὸν ἀναφέρουσι τὸ λεγόμενον ‘προέκοπτεν,ʼ ἀκουέτωσαν ὅτι οὐδὲ τοῦτο μὲν ἐλαττοῖ τὸ πατρικὸν φῶς (τοῦτο γάρ ἐστιν ὁ Υἱὸς,) δείκνυσι δὲ πάλιν, ὅτι γέγονεν ἄνθρωπος ὁ [*](c. 41.) Λόγος, καὶ ἀληθινὴν ἐφόρεσε σάρκα. Καὶ ὥσπερ εἴπομεν, ὅτι ‘σαρκὶʼ πέπονθε, καὶ ‘σαρκὶʼ ἐπείνα, καὶ ‘σαρκὶʼ ἐκοπίασεν, οὕτω καὶ εἰκότως ἂν λέγοιτο, ὅτι ‘σαρκὶʼ προέκοπτεν. Οὐδὲ γὰρ οὐδὲ ἔξωθεν ὄντος τοῦ Λόγου ἐγίνετο ἡ προκοπὴ, οἵα ἐστὶν, ἣν εἰρήκαμεν· ἐν αὐτῷ γὰρ ἦν ἡ σὰρξ ἡ προκόπτουσα, καὶ αὐτοῦ λέγεται· καὶ τοῦτο ἵνα πάλιν ἡ τῶν ἀνθρώπων προκοπὴ ἄπτωτος διὰ τὸν συνόντα Λόγον διαμείνῃ. Οὔτ’ οὖν τοῦ Λόγου ἡ προκοπὴ, [*](c. 32.) οὔτε ἡ σὰρξ ἦν ἡ Σοφία, ἀλλὰ τῆς Σοφίας σῶμα γέγονεν ἡ σάρξ. Διὰ τοῦτο, ὡς προείπομεν, οὐχ ἡ Σοφία, ᾗ Σοφία ἐστὶν, αὐτὴ καθʼ ἑαυτὴν προέκοπτεν· ἀλλὰ τὸ ἀνθρώπινον ἐν τῇ Σοφίᾳ προέκοπτεν, ὑπεραναβαῖνον κατʼ ὀλίγον τὴν ἀνθρωπίνην [*](c. 31. 35.) φύσιν, καὶ θεοποιούμενον, καὶ ὄργανον αὐτῆς πρὸς τὴν ἐνέργειαν τῆς θεότητος καὶ τὴν ἔκλαμψιν αὐτῆς γινόμενον καὶ φαινόμενον πᾶσι. Διὸ οὐδὲ εἷπεν, ‘ὁ Λόγος προέκοπτεν,ʼ ἀλλʼ ‘ὁ Ἰησοῦς,ʼ ὅπερ ὄνομα γενόμενος ἄνθρωπος ὁ Κύριος ἐκλήθη· [*](c. 43.) ὡς εἶναι τῆς ἀνθρωπίνης φύσεως τὴν προκοπὴν οὕτως ὡς ἐν τοῖς ἔμπροσθεν εἴπομεν.

54. Οὐκοῦν ὥσπερ, προκοπτούσης τῆς σαρκὸς, λέγεται αὐτὸς προκόπτειν διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, [*]((17.)) χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. Ἄνω γὰρ καὶ κάτω περιιόντες, καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες, φάσκουσιν,

207
‘Ἰδοὺ, ἔκλαυσε, καὶ εἶπε, “Νῦν ἡ ψυχή μου τετάρακται·” καὶ [*](Luke xix. 41. John xii. 27. Matt. xxvi. 39.) παρεκάλεσε “παρελθεῖν τὸ ποτήριον·” πῶς οὖν, εἰ ταῦτα εἴρηκε, Θεός ἐστι καὶ Λόγος τοῦ Πατρός;’ Ναὶ γέγραπται, ὅτι ‘ἔκλαυσεν,’ ὦ θεομάχοι, καὶ ὅτι εἶπεν, ‘ἐταράχθην,’ καὶ ἐπὶ τοῦ σταυροῦ εἷπεν, ‘Ἐλωῒ, Ἐλωῒ λιμασαβαχθανὶ,’ ὅ ἐστι, ‘Θεέ [*](Mark xv. 34.) μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;ʼ καὶ παρεκάλεσε δὲ τοῦ [*](Cp. iv. 6.) παρελθεῖν τὸ ποτήριον· γέγραπται γὰρ ταῦτα. Ἀλλʼ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι (τὸ αὐτὸ γὰρ ἐφʼ ἑκάστου τῶν παῤ [*](ii. 22, 80.) ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη·) εἰ μὲν ἄνθρωπος ψιλός ἐστιν ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον, ὡς [*](Cp. ii. 15.) ἄνθρωπος· εἰ δὲ Λόγος ἐστὶν ἐν σαρκὶ (τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον), τίνα, Θεὸς ὢν, εἶχε φοβεῖσθαι; ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο, ζωὴ ὢν αὐτὸς, καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; ἢ πῶς λέγων, ‘Μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ [*](Cp. Matt. x. 28.) σῶμα,ʼ αὐτὸς ἐφοβεῖτο; πῶς δὲ ὁ τῷ Ἀβραὰμ λέγων, ‘Μὴ [*](Gen. xxvi. 24.) φοβοῦ, ὅτι μετὰ σου εἰμι·’ καὶ τὸν Μωσῆν παραθαρσύνων κατὰ [*](Exod. iii. 12.) τοῦ Φαραὼ, καὶ τῷ τοῦ Ναυῆ λέγων, ‘Ἴσχυε καὶ ἀνδρίζου,ʼ [*](Jos. i. 6.) αὐτὸς ἐδειλία τὸν Ἡρώδην καὶ τὸν Πιλᾶτον; εἶτα, ἄλλοις γινόμενος βοηθὸς εἰς τὸ μὴ φοβεῖσθαι (‘Κύριοςʼ γὰρ, φησὶν, [*](Ps. cxvii (cxviii.) 6.) ‘ἐμοὶ βοηθός· οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωποςʼ), αὐτὸς ἡγεμόνας θνητοὺς ἀνθρώπους ἐφοβεῖτο; αὐτὸς ἐλθὼν κατὰ τοῦ θανάτου, ἐδειλία τὸν θάνατον; πῶς δὲ οὐκ ἄτοπον καὶ δυσσεβὲς, λέγειν τοῦτον δειλιᾶν τὸν θάνατον ἢ τὸν ἅδην, ὃν ‘οἱ πυλωροὶ [*](Job xxxviii. 17.) τοῦ ᾅδου βλέποντες ἔπτηξαν;’ εἰ δὲ καθʼ ὑμὰς ἐδειλία ὁ Λόγος, διὰ τί πρὸ πολλοῦ λέγων περὶ τῆς ἐπιβουλῆς τῶν Ἰουδαίων οὐκ [*](Matt. xvi. 21.) ἔφευγεν, ἀλλὰ καὶ ζητούμενος ἔλεγεν, ‘Ἐγώ εἰμι;’ Καὶ γὰρ [*](John xviii. 5.) ἠδύνατο μὴ ἀποθανεῖν, ὡς ἔλεγεν· ‘ἐξουσίαν ἔχω θεῖναι τὴν [*](Ib. x. 18.) ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν·’ καὶ ‘οὐδεὶς αἴρει αὐτὴν ἀπʼ ἐμοῦ.’

55. Ἀλλʼ οὐκ ἦν ἴδια φύσει τοῦ Λόγου ταῦτα, ᾗ Λόγος ἦν· [*](c. 41.) ἐν δὲ τῇ τοιαῦτα πασχούσῃ σαρκὶ ἦν ὁ Λόγος, ὦ Χριστομάχοι καὶ ἀχάριστοι Ἰουδαῖοι. Καὶ γὰρ οὐκ εἴρηται ταῦτα πρὸ τῆς [*](c. 28.) σαρκός· ἀλλʼ ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, καὶ γέγονεν ἄνθρωπος, τὸ τηνικαῦτα καὶ ἀνθρωπίνως εἰρῆσθαι γέγραπται ταῦτα. Ἀμέλει, περὶ οὗ γέγραπται ταῦτα, αὐτὸς ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν, καὶ τὸ ὕδωρ οἶνον πεποίηκε, καὶ τῷ[ ἐκ γενετῆς τυφλῷ

208
[*](John x. 30.) ἐχαρίσατο τὸ βλέπειν, καὶ εἶπεν, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.ʼ Εἴπερ οὖν ἐκ τῶν ἀνθρωπίνων προφασίζονται ταπεινὰνοεῖν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, μᾶλλον δὲ ἄνθρωπον αὐτὸν ὅλον ἐκ γῆς, καὶ οὐκ ἐξ οὐρανοῦ νομίζουσι, διὰ τί μὴ καὶ ἐκ τῶν θεϊκῶν ἔργων ἐπιγινώσκουσι τὸν ἐν τῷ Πατρὶ Λόγον, καὶ λοιπὸν ἀρνοῦνται τὴν ἰδίαν ἀσέβειαν; Ἔξεστι γὰρ αὐτοὺς ὁρᾷν, πῶς ὁ τὰ ἔργα [*](Cp. c. 35.) ποιῶν ὁ αὐτός ἐστιν ὁ καὶ τὸ σῶμα παθητὸν δεικνὺς ἐν τῷ [*](Al. αὐτὸ). ἀφιέναι κλαίειν καὶ πεινᾷν αὐτὸν, καὶ τὰ ἴδια τοῦ σώματος ἐν [*](Cp. i. 44.) αὐτῷ φαίνεσθαι. Ἐκ μὲν γὰρ τῶν τοιούτων ἐγνώριζεν ὅτι, Θεὸς ὢν ἀπαθὴς, σάρκα παθητὴν ἔλαβεν· ἐκ δὲ τῶν ἔργων ἐδείκνυεν ἑαυτὸν Λόγον ὄντα τοῦ Θεοῦ, καὶ ὕστερον γενόμενον [*](Ib. 38.) ἄνθρωπον, λέγων, ‘“κἂν ἐμοὶ μὴ πιστεύητε,” βλέποντες ἀνθρώπινόν με περιβεβλημένον σῶμα, ἀλλὰ κὰν “τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Πάνυ δέ μοι δοκοῦσιν ἀναισχυντίαν ἐσχηκέναι καὶ βλασφημίαν οἱ Χριστομάχοι. Ἀκούοντες μὲν γὰρ, “Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, βιάζονται τὴν διάνοιαν παρεξηγεῖσθαι, καὶ διαιρεῖν τὴν [*](Cp. c. 20.) ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀκούοντες δὲ ὅτι ἔκλαυσεν, [*](Luke xxii. 44.) ἵδρωσε, πέπονθεν, οὐκ ἐνορῶσι τῷ σώματι, ἀλλʼ ἐκ τούτων τῇ κτίσει συναριθμοῦσι τὸν διʼ οὗ γέγονεν ἡ κτίσις. Τί οὖν ἔτι [*](Ib. xi. 15.) λοιπὸν καὶ οὗτοι τῶν Ἰουδαίων διαφέρουσιν; Ὡς γὰρ ἐκεῖνοι τὰ τοῦ Θεοῦ ἔργα τῷ Βεελζεβοὺλ ἐλογίζοντο βλασφημοῦντες, οὕτω καὶ οὗτοι, τὸν ταῦτα ἐργασάμενον Κύριον τοῖς κτίσμασι συναριθμοῦντες, τὴν αὐτὴν ἐκείνοις ἀσύγγνωστον ὑποίσονται καταδίκην.

56. Ἔδει δὲ ἀκούοντας μὲν αὐτοὺς, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν [*](c. 4; ii. 22.) ἐσμεν,’ μίαν ὁρᾷν τὴν θεότητα καὶ τὸ ἴδιον τῆς οὐσίας τοῦ Πατρός· ἀκούοντας δὲ τὸ ‘ἔκλαυσε,ʼ καὶ τὰ ὅμοια, ταῦτα τοῦ σώματος ἴδια λέγειν, μάλιστα ὅτι ἐν ἑκατέρῳ τούτων ἔχουσι τὴν ἀφορμὴν εὔλογον, ὅτι τὰ μὲν ὡς περὶ Θεοῦ γέγραπται, τὰ δὲ διὰ τὸ ἀνθρώπινον αὐτοῦ σῶμα λέγεται. Οὐδὲ γὰρ ἐν ἀσωμάτῳ τὰ [*](i. 44.) τοῦ σώματος ἂν ἐγεγόνει, εἰ μὴ σῶμα λαβὼν ἦν φθαρτὸν καὶ θνητόν· θνητὴ γὰρ ἦν ἡ ἁγία Μαρία, ἐξ ἧς ἧν καὶ τὸ σῶμα. Διὸ καὶ ἀνάγκη ἐν πάσχοντι σώματι, καὶ κλαίοντι, καὶ κάμνοντι [*](c. 31.) γενομένου αὐτοῦ, αὐτοῦ λέγεσθαι μετὰ τοῦ σώματος καὶ ταῦτα, ἅπερ ἐστὶν ἴδια τῆς σαρκός. Εἴ τε τοίνυν ἔκλαυσε, καὶ ἐταράχθη,

209
οὐκ ἦν ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ὁ κλαίων καὶ ταρασσόμενος, [*](c. 45. 52.) ἀλλὰ τῆς σαρκὸς ἴδιον ἦν τοῦτο εἰ δὲ καὶ παρεκάλεσε παρελθεῖν τὸ ποτήριον, οὐκ ἦν ἡ θεότης ἡ δειλιῶσα, ἀλλὰ τῆς ἀνθρωπότητος ἦν ἴδιον καὶ τοῦτο τὸ πάθος· καὶ τὸ λέγειν, ‘ἵνα [*](Mark xv. 34.) τί με ἐγκατέλιπες;ʼ ὡς αὐτοῦ μέντοι πάλιν, κατὰ τὰ ἐν τοῖς [*](c. 32.) ἔμπροσθεν εἰρημένα, καίτοι μηδὲν πάσχοντος (ἀπαθὴς γὰρ ἦν ὁ [*](c. 34.) Λόγος) εἰρήκασιν ὅμως οἱ εὐαγγελισταὶ ταῦτα· ἐπεὶ καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος, καὶ ὡς παρὰ ἀνθρώπου γίνεται καὶ λέγεται ταῦτα, ἵνα καὶ, ταῦτα τὰ παθήματα τῆς σαρκὸς κουφίσας αὐτὸς, ἐλευθέραν αὐτῶν ταύτην κατασκευάσῃ. Ὅθεν οὐδὲ ἐγκαταλείπεσθαι δύναται παρὰ τοῦ Πατρὸς ὁ Κύριος, ὁ ἐν αὐτῷ ὢν ἀεὶ, καὶ πρὸ τοῦ εἰπεῖν, καὶ ὅτε ταύτην ἠφίει τὴν φωνήν. Ἀλλʼ οὐδὲ θέμις πάλιν εἰπεῖν δειλιᾷν τὸν Κύριον, ὃν ‘οἱ πυλωροὶ τοῦ [*](Job xxxviii. 17. Matt. xxvii. 53. Cp. In illud, Omnia, 2.) ᾅδου πτήξαντεςʼ ἐξαφῆκαν τὸν ᾅδην· καὶ ‘τὰ μὲν μνήματα ἀνέῳγε, πολλὰ δὲ σώματα τῶν ἁγίων ἀνέστησαν, καὶ ἐνεφανίσθησαν’ τοῖς ἰδίοις. Φιμούσθω τοίνυν πᾶς αἱρετικὸς, καὶ φοβείσθω λέγειν δειλιᾷν τὸν Κύριον, ὃν ὁ θάνατος, ὡς δράκων, φεύγει, ὃν τρέμουσι δαίμονες, καὶ φοβεῖται θάλασσα· δι᾿ ὃν οἱ οὐρανοὶ σχίζονται, καὶ πᾶσαι αἱ δυνάμεις σαλεύονται· ἰδοὺ γὰρ λέγοντος αὐτοῦ, ‘ἵνα τί με ἐγκατέλιπες;ʼ ἐδείκνυεν ὁ Πατὴρ ὡς ἀεὶ καὶ τότε ἦν ἐν αὐτῷ. Ἡ γὰρ γῆ, γινώσκουσα τὸν λαλοῦντα Δεσπότην, εὐθὺς ἔτρεμε, καὶ τὸ καταπέτασμα ἐσχίζετο, ὁ ἥλιός τε ἐκρύπτετο, καὶ αἱ πέτραι διεῤῥήγνυντο, καὶ τὰ μὲν μνημεῖα, ὡς προεῖπον, ἠνοίγετο, οἱ δὲ ἐν αὐτοῖς νεκροὶ ἠγείροντο· καὶ τό γε θαυμαστὸν, οἱ τότε παρόντες καὶ ἀρνούμενοι πρότερον αὐτὸν, ὕστερον ταῦτα βλέποντες, ὁμολογοῦσιν ‘ἀληθῶς τοῦτον [*](Ib. xxvii. 54.) εἶναι τοῦ Θεοῦ τὸν Υἱόν.’