41. Παύσασθε τοιγαροῦν, ὧ θεοστυγεῖς, καὶ μὴ ταπεινοῦτε τὸν Λόγον· μηδὲ παραιρεῖσθε τὴν θεότητα αὐτοῦ, ἥτις ἐστι τοῦ [*](c. 4.) Πατρὸς, ὡς δεομένου, ἢ ἀγνοοῦντος· ἵνα μὴ τὰ ἑαυτῶν ἐπιῤῥίπτητε τῷ Χριστῷ, ὡς οἱ τότε λιθάζοντες αὐτὸν ἐποίουν Ἰουδαῖοι. Οὐ γὰρ τοῦ Λόγου, ᾗ Λόγος ἐστὶ, ταῦτα τυγχάνει ὄντα, [*](Cp. c. 56.) ἀλλὰ τῶν ἀνθρώπων ἐστὶν ἴδια ταῦτα. Καὶ ὥσπερ πτύσαντος αὐτοῦ, καὶ ἐκτείναντος τὴν χεῖρα, καὶ φωνήσαντος Λάζαρον, οὐκ ἐλέγομεν ἀνθρώπινα εἶναι τὰ κατορθώματα, εἰ καὶ διὰ τοῦ σώματος ἐγίνετο, ἀλλὰ Θεοῦ· οὕτως ἐὰν τὰ ἀνθρώπινα λέγηται περὶ τοῦ Σωτῆρος ἐν τῷ εὐαγγελίῳ, πάλιν εἰς τὴν φύσιν τῶν λεγομένων ἐνορῶντες, καὶ ὡς ἀλλότρια ταῦτα Θεοῦ τυγχάνει ὄντα, μὴ τῇ θεότητι τοῦ Λόγου ταῦτα λογιζώμεθα, ἀλλὰ τῇ ἀνθρωπότητι αὐτοῦ, Εἰ γὰρ καὶ ‘ὁ Λόγος σὰρξ ἐγένετο,ʼ ἀλλὰ τῆς σαρκὸς ἴδια τὰ πάθη· καὶ εἰ ἡ σάρξ θεοφορεῖται ἐν τῷ Λόγῳ, ἀλλʼ ἡ χάρις καὶ ἡ δύναμίς ἐστι τοῦ Λόγου. Τὰ γοῦν ἔργα τοῦ Πατρὸς διὰ τῆς σαρκὸς ἐποίει· καὶ οὐδὲν ἧττον πάλιν τὰ πάθη τῆς σαρκὸς ἐδείκνυτο ἐν αὐτῷ· οἷον ἐπυνθάνετο καὶ ἤγειρε [*](Cp. c. 46.) Λάζαρον· ἐπέπληττε τῇ μητρὶ, λέγων, ‘οὔπω ἥκει ἡ ὥρα μου,’ [*](John ii. 4.) καὶ εὐθὺς τὸ ὕδωρ οἷνον ἐποίει. Ἀληθινὸς γὰρ Θεὸς ἦν ἐν τῇ [*](Cp. c. 53; i. 44.) σαρκὶ, καὶ ἀληθὴς σὰρξ ἦν ἐν τῷ Λόγῳ. Διὰ τοῦτο ἐκ μὲν τῶν ἔργων ἐγνώριζεν ἑαυτὸν Υἱόν τε τοῦ Θεοῦ, καὶ τὸν ἑαυτοῦ Πατέρα· ἐκ δὲ τῶν τῆς σαρκὸς παθῶν ἐδείκνυεν ὅτι ἀληθὲς ἐφόρει σῶμα, καὶ ἴδιον ἢν αὐτοῦ τοῦτο.
42. Τούτων οὕτως ὄντων, φέρε καὶ τὸ, ‘Περὶ δὲ τῆς ἡμέρας [*](Mark xiii. 32.) καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱὸς,ʼ διερευνήσωμεν. [*]((15.)) Τοῦτο μὲν γὰρ μεγάλως μάλιστα ἀγνοήσαντες, καὶ ἐν τούτῳ σκοτοδινιῶντες, μεγάλην νομίζουσινἔχειν ἐν τούτῳ πρόφασιν τῆς αἱρέσεως αὐτῶν. Ἐγὼ δὲ καὶ τοῦτο προφασιζομένους
196
αὐτοὺς, καὶ ἐν τούτῳ παρασκευαζομένους τοὺς αἱρετικοὺς,
[*](Cp. ii. 32.) ὡς τοὺς γίγαντας, πάλιν θεομαχοῦντας αὐτοὺς ὁρῶ. Ὁ γὰρ οὐρανοῦ καὶ γῆς Κύριος, διʼ οὗ τὰ πάντα γέγονε, κρίνεται παῤ αὐτοῖς περὶ ἡμέρας καὶ ὥρας· καὶ ὁ τὰ πάντα γινώσκων Λόγος κατηγορεῖται παῤ αὐτῶν, ὡς ἀγνοῶν περὶ ἡμέρας· καὶ ὁ γινώσκων Υἱὸς τὸν Πατέρα λέγεται ἀγνοεῖν ἡμέρας ὥραν· ὧν τί ἂν τίς ἀφρονέστερον εἴποι, ἢ ποίαν τίς τούτοις ἐξισώσοι μανίαν; Διὰ τοῦ Λόγου γέγονε τὰ πάντα, καὶ χρόνοι, καὶ καιροὶ, καὶ
[*](Cp. ii. 78.) νὺξ, καὶ ἡμέρα, καὶ πᾶσα ἡ κτίσις· καὶ ἀγνοεῖν ὁ δημιουργὸς τὸ ποίημα λέγεται; καὶ αὐτὸς μὲν οὖν ὁ εἱρμὸς τοῦ ἀναγνώσματος δείκνυσιν εἰδέναι τὸν Υἱὸν τοῦ Θεοῦ τὴν ὥραν, καὶ τὴν ἡμέραν, κἂν οἱ Ἀρειανοὶ τῇ ἀγνοίᾳ καταπίπτωσιν. Εἰρηκὼς γὰρ, ‘οὐδὲ ὁ Υἱὸς,’ διηγεῖται τοῖς μαθηταῖς τὰ πρὸ τῆς ἡμέρας, λέγων·
[*](Mark. xiii. 7 sq.) ‘Τάδε ἔσται καὶ τάδε, εἶτα τὸ τέλος.’ Ὁ δὲ τὰ πρὸ τῆς ἡμέρας λέγων οἶδε πάντως καὶ τὴν ἡμέραν, ἥτις μετὰ τὰ προειρημένα φανήσεται. Εἰ δὲ μὴ ᾔδει τὴν ὥραν, οὐκ ἂν τὰ πρὸ αὐτῆς ἐσήμανεν, οὐκ εἰδὼς πότε ἔσται ἡ ὥρα. Καὶ ὥσπερ ἄν τις οἰκίαν ἢ πόλιν τοῖς ἀγνοοῦσι σημᾶναι θέλων, τὰ μὲν πρὸ τῆς οἰκίας ἢ τῆς πόλεως διεξίοι· ἐπειδὰν δὲ πάντα σημάνας λέγοι, ‘Εἶςʼ εὐθὺς ἡ πόλις ἢ ἡ οἰκία· οἶδε πάντως ὁ σημαίνων, ποῦ τε ἡ οἰκία ἢ ἡ πόλις ἐστίν· (οὐκ ἂν γὰρ εἰ μὴ ἐγίνωσκεν, ἐσήμανε τὰ πρὸ ἐκείνων, μή ποτε διʼ ἄγνοιαν ἢ μακρὰν ἀποστήσῃ τοὺς ἀκούοντας, ἢ αὐτὸς λέγων, λάθῃ καὶ ὑπερβῇ τὸ σημαινόμενον·) οὕτω λέγων ὁ Κύριος τὰ πρὸ τῆς ἡμέρας καὶ τῆς ὥρας, οἶδεν ἀκριβῶς, καὶ οὐκ ἀγνοεῖ, πότε ἡ ὥρα καὶ ἡ ἡμέρα ἐνίσταται.
43. Τίνος οὖν ἕνεκεν, γινώσκων, οὐκ εἶπε φανερῶς τότε τοῖς μαθηταῖς, οὐδενός ἐστι περιεργάσασθαι, ἃ σεσιώπηκεν αὐτός. [*](Rom. xi. 34.) ‘Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;’ Τίνος δὲ χάριν γινώσκων ἔλεγεν, ὅτι ‘οὐδὲ ὁ Υἱὸς οἶδεν,ʼ οὐδένα τῶν πιστῶν ἀγνοεῖν οἶμαι, ὅτι καὶ τοῦτο οὐδὲν ᾗττον διὰ τὴν σάρκα ὡς ἄνθρωπος ἔλεγεν. Οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐλάττωμα [*](c. 53. 58; iv. 36.) τοῦ Λόγου ἐστὶν, ἀλλὰ τῆς ἀνθρωπίνης φύσεως, ἧς ἐστιν ἴδιον καὶ τὸ ἀγνοεῖν. Καὶ τοῦτο πάλιν ἄν τις ἴδοι καλῶς, ἐὰν καὶ τὸν καιρὸν ἐξετάζῃ μετὰ συνειδήσεως ἀγαθῆς, πότε καὶ τίσιν ἔλεγε ταῦτα ὁ Σωτήρ. Οὐ τοίνυν ὅτε ὁ οὐρανὸς δι᾿ αὐτοῦ ἐγένετο, [*](Prov. viii. 29.) οὐδʼ ὅτε ἦν παῤ αὐτῷ τῷ Πατρὶ ὁ Λόγος ‘ἁρμόζωνʼ τὰ πάντα,
197
οὐδὲ πρὸ τοῦ γενέσθαι ἄνθρωπος ἔλεγε ταῦτα· ἀλλʼ ὅτε ‘ὁ Λόγος σὰρξ ἐγένετο.’ Διὰ τοῦτο καὶ πάντα, ὅσα μετὰ τὸ γενέσθαι ἄνθρωπος, ἀνθρωπίνως λέγει, ταῦτα τῇ ἀνθρωπότητι δίκαιον ἀνατιθέναι. Τοῦ μὲν γὰρ Λόγου ἴδιόν ἐστιν εἰδέναι τὰ πεποιημένα, καὶ τούτων τὴν ἀρχὴν καὶ τὸ τέλος μὴ ἀγνοεῖν· αὐτοῦ γάρ ἐστιν ἔργα· καὶ οἶδεν ὁπόσα, καὶ ἕως τίνος τὴν σύστασιν αὐτῶν εἰργάσατο. Εἰδὼς δὲ τὴν ἀρχὴν ἑκάστου καὶ τὸ τέλος, οἶδε πάντως καὶ τὸ καθόλου καὶ κοινὸν πάντων τέλος. Ἀμέλει λέγων ἐν τῷ εὐαγγελίῳ περὶ τοῦ κατὰ τὸ ἀνθρώπινον αὐτοῦ, ‘Πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν Υἱὸν,ʼ δῆλός ἐστιν
[*](John xvii. 1.) ὅτι καὶ τὴν περὶ τοῦ πάντων τέλους ὥραν, ὡς μὲν Λόγος, γινώσκει, ὡς δὲ ἄνθρωπος, ἀγνοεῖ· ἀνθρώπου γὰρ ἴδιον τὸ ἀγνοεῖν, καὶ μάλιστα ταῦτα. Ἀλλὰ καὶ τοῦτο τῆς φιλανθρωπίας ἴδιον τοῦ Σωτῆρος. Ἐπειδὴ γὰρ γέγονεν ἄνθρωπος, οὐκ ἐπαισχύνεται διὰ τὴν σάρκα τὴν ἀγνοοῦσαν εἰπεῖν, ‘οὐκ οἶδα,ʼ ἵνα δείξῃ ὅτι, εἰδὼς ὡς Θεὸς, ἀγνοεῖ σαρκικῶς. Οὐκ εἴρηκε γοῦν, ‘οὐδὲ ὁ Υἱὸς τοῦ Θεοῦ οἷδεν,ʼ ἵνα μὴ ἡ θεότης ἀγνοοῦσα φαίνηται· ἀλλʼ ἀπλῶς, ‘οὐδὲ ὁ Υἱὸς,ʼ ἵνα τοῦ ἐξ ἀνθρώπων γενομένου Υἱοῦ ἡ ἄγνοια ᾖ.
44. Διὰ τοῦτο καὶ περὶ ἀγγέλων λέγων, οὐκ εἴρηκεν ἐπαναβαίνων, ὅτι ‘οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον·ʼ ἀλλʼ ἐσιώπησε, δεικνὺς κατὰ δύο ταῦτα, ὅτι εἰ τὸ Πνεῦμα οἶδεν, πολλῷ μᾶλλον ὁ Λόγος, Λόγος ἐστὶν, οἶδε, παῤ οὗ καὶ τὸ Πνεῦμα λαμβάνει· [*](c. 24.) καὶ ὅτι, περὶ τοῦ Πνεύματος σιωπήσας, φανερὸν πεποίηκεν ὅτι περὶ τῆς ἀνθρωπίνης αὐτοῦ λειτουργίας ἔλεγεν, ‘οὐδὲ ὁ Υἱός.’ Καὶ τούτου τεκμήριον, ὅτι, ἀνθρωπίνως εἰρηκὼς, ‘οὐδὲ ὁ Υἱὸς οἷδε,’ δείκνυσιν ὅμως θεϊκῶς ἑαυτὸν τὰ πάντα εἰδότα, Ὃν γὰρ λέγει Υἱὸν τὴν ἡμέραν μὴ εἰδέναι, τοῦτον εἰδέναι λέγει τὸν Πατέρα· ‘οὐδεὶςʼ γὰρ, φησὶ, ‘γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ [*](Matt. xi. 27.) Υἱός.’ Πᾶς δὲ πλὴν τῶν Ἀρειανῶν συνομολογήσειεν ὡς ὁ τὸν Πατέρα γινώσκων πολλῷ μᾶλλον οἶδε τῆς κτίσεως τὸ ὅλον· ἐν δὲ τῷ ὅλῳ καὶ τὸ τέλος ἐστὶ ταύτης. Καὶ εἰ ἤδη δὲ ὥρισται ἡ ἡμέρα καὶ ἡ ὥρα παρὰ τοῦ Πατρὸς, δῆλόν ἐστιν ὅτι διὰ τοῦ Υἱοῦ ὥρισται, καὶ οἶδεν αὐτὸς τὸ διʼ αὐτοῦ ὁρισθέν. Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ Υἱοῦ γέγονέ τε καὶ ὥρισται· οὐκοῦν αὐτὸς, δημιουργὸς ὢν τοῦ παντὸς, οἶδεν ὁποῖον καὶ ὁπόσον, καὶ ἕως τίνος
198
αὐτὸ γενέσθαι βεβούληται ὁ Πατήρ· ἐν δὲ τῷ πόσῳ καὶ μέχρι τίνος ἐστὶν ἡ τούτων ἀλλαγή. Πάλιν τε εἰ ‘πάντα τὰ τοῦ Πατρὸς
[*](John. xvi. 15.) τοῦ Υἱοῦ ἐστιν,’ (τοῦτο γὰρ αὐτὸς εἴρηκε·) τοῦ δὲ Πατρός ἐστι τὸ εἰδέναι τὴν ἡμέραν, δῆλον ὅτι καὶ ὁ Υἱὸς οἴδεν, ἴδιον ἔχων καὶ τοῦτο ἐκ τοῦ Πατρός. Καὶ πάλιν, εἰ ὁ Υἱὸς ‘ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ’ οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, φανερὸν ὅτι καὶ ὁ Υἱὸς, ἐν τῷ Πατρὶ ὢν καὶ εἰδὼς τὰ ἐν τῷ Πατρὶ, οἶδε καὶ αὐτὸς τὴν ἡμέραν καὶ τὴν ὥραν. Εἰ δὲ καὶ εἰκών ἐστιν ἀληθινὴ τοῦ Πατρὸς ὁ Υἱὸς, οἶδε δὲ ὁ Πατὴρ τὴν ἡμέραν καὶ τὴν ὥραν, δῆλον ὅτι καὶ τοῦ εἰδέναι ταῦτα τὴν ὁμοιότητα
[*](Ib. i. 3.) τοῦ Πατρὸς ὁ Υἱὸς ἔχει. Καὶ οὐ θαυμαστὸν, εἰ δι᾿ οὗ ‘τὰ
[*](Col. i. 17.) πάντα γέγονε, καὶ ἐν ᾧ ‘συνέστηκεʼτὰ ὅλα, οἶδεν αὐτὸς τὰ γενόμενα, καὶ πότε τούτων ἑκάστου καὶ κοινῇ τὸ τέλος· ἀλλʼ ὅτι καὶ αὕτη ἡ προπέτεια, πρέπουσα τῇ μανίᾳ τῶν Ἀρειομανιτῶν οὖσα, εἰς τοσαύτην ἡμᾶς ἀπολογίαν ἠνάγκασεν ἐλθεῖν. Συναριθμοῦντες γὰρ τοῖς γενητοῖς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν ἀίδιον Λόγον, κατʼ ὀλίγον καὶ αὐτὸν τὸν Πατέρα ἐλάττονα τῆς κτίσεως μελετῶσι λέγειν. Εἰ γὰρ ὁ τὸν Πατέρα γινώσκων οὐκ οἶδε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, φοβοῦμαι μὴ μείζων ἔσται, ὡς ἂν ἐκεῖνοι μανέντες εἴποιεν, ἡ περὶ τῆς κτίσεως, μᾶλλον δὲ ἡ περὶ τοῦ ἐλάττονος μέρους τῆς κτίσεως γνῶσις τῆς περὶ τοῦ Πατρὸς γνώσεως.